A         A         A         A

010 2η Σαμουήλ (Βασιλειῶν Βʹ) - 2 Samuel

Αγία Γραφή - Ελληνική Εβδομήκοντα εκδοχή (LXX)
 <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24

* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 1  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27

1:1 καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν σαουλ καὶ δαυιδ ἀνέστρεψεν τύπτων τὸν αμαληκ καὶ ἐκάθισεν δαυιδ ἐν σεκελακ ἡμέρας δύο

1:2 καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ σαουλ καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς δαυιδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ

1:3 καὶ εἶπεν αὐτῷ δαυιδ πόθεν σὺ παραγίνῃ καὶ εἶπεν πρὸς αὐτόν ἐκ τῆς παρεμβολῆς ισραηλ ἐγὼ διασέσῳσμαι

1:4 καὶ εἶπεν αὐτῷ δαυιδ τίς ὁ λόγος οὗτος ἀπάγγειλόν μοι καὶ εἶπεν ὅτι ἔφυγεν ὁ λαὸς ἐκ τοῦ πολέμου καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον καὶ ἀπέθανεν καὶ σαουλ καὶ ιωναθαν ὁ υἱὸς αὐτοῦ ἀπέθανεν

1:5 καὶ εἶπεν δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ πῶς οἶδας ὅτι τέθνηκεν σαουλ καὶ ιωναθαν ὁ υἱὸς αὐτοῦ

 < 
1:6 καὶ εἶπεν τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ γελβουε καὶ ἰδοὺ σαουλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ

1:7 καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ καὶ εἶδέν με καὶ ἐκάλεσέν με καὶ εἶπα ἰδοὺ ἐγώ

1:8 καὶ εἶπέν μοι τίς εἶ σύ καὶ εἶπα αμαληκίτης ἐγώ εἰμι

1:9 καὶ εἶπεν πρός με στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με ὅτι κατέσχεν με σκότος δεινόν ὅτι πᾶσα ἡ ψυχή μου ἐν ἐμοί

1:10 καὶ ἐπέστην ἐπ' αὐτὸν καὶ ἐθανάτωσα αὐτόν ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν χλιδῶνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε

 < 
1:11 καὶ ἐκράτησεν δαυιδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά καὶ πάντες οἱ ἄνδρες οἱ μετ' αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν

1:12 καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ σαουλ καὶ ἐπὶ ιωναθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν ιουδα καὶ ἐπὶ τὸν οἶκον ισραηλ ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ

1:13 καὶ εἶπεν δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ πόθεν εἶ σύ καὶ εἶπεν υἱὸς ἀνδρὸς παροίκου αμαληκίτου ἐγώ εἰμι

1:14 καὶ εἶπεν αὐτῷ δαυιδ πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν κυρίου

1:15 καὶ ἐκάλεσεν δαυιδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν προσελθὼν ἀπάντησον αὐτῷ καὶ ἐπάταξεν αὐτόν καὶ ἀπέθανεν

 < 
1:16 καὶ εἶπεν δαυιδ πρὸς αὐτόν τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι ἐγὼ ἐθανάτωσα τὸν χριστὸν κυρίου

1:17 καὶ ἐθρήνησεν δαυιδ τὸν θρῆνον τοῦτον ἐπὶ σαουλ καὶ ἐπὶ ιωναθαν τὸν υἱὸν αὐτοῦ

1:18 καὶ εἶπεν τοῦ διδάξαι τοὺς υἱοὺς ιουδα ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς

1:19 στήλωσον ισραηλ ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν πῶς ἔπεσαν δυνατοί

1:20 μὴ ἀναγγείλητε ἐν γεθ καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις ἀσκαλῶνος μήποτε εὐφρανθῶσιν θυγατέρες ἀλλοφύλων μήποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων

 < 
1:21 ὄρη τὰ ἐν γελβουε μὴ καταβῇ δρόσος καὶ μὴ ὑετὸς ἐφ' ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν θυρεὸς σαουλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ

1:22 ἀφ' αἵματος τραυματιῶν ἀπὸ στέατος δυνατῶν τόξον ιωναθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω καὶ ῥομφαία σαουλ οὐκ ἀνέκαμψεν κενή

1:23 σαουλ καὶ ιωναθαν οἱ ἠγαπημένοι καὶ ὡραῖοι οὐ διακεχωρισμένοι εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν ὑπὲρ ἀετοὺς κοῦφοι καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν

1:24 θυγατέρες ισραηλ ἐπὶ σαουλ κλαύσατε τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν

1:25 πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου ιωναθαν ἐπὶ τὰ ὕψη σου τραυματίας

 < 
1:26 ἀλγῶ ἐπὶ σοί ἄδελφέ μου ιωναθαν ὡραιώθης μοι σφόδρα ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν

1:27 πῶς ἔπεσαν δυνατοὶ καὶ ἀπώλοντο σκεύη πολεμικά


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 2  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32

2:1 καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησεν δαυιδ ἐν κυρίῳ λέγων εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων ιουδα καὶ εἶπεν κύριος πρὸς αὐτόν ἀνάβηθι καὶ εἶπεν δαυιδ ποῦ ἀναβῶ καὶ εἶπεν εἰς χεβρων

2:2 καὶ ἀνέβη ἐκεῖ δαυιδ εἰς χεβρων καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ αχινοομ ἡ ιεζραηλῖτις καὶ αβιγαια ἡ γυνὴ ναβαλ τοῦ καρμηλίου

2:3 καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ καὶ κατῴκουν ἐν ταῖς πόλεσιν χεβρων

2:4 καὶ ἔρχονται ἄνδρες τῆς ιουδαίας καὶ χρίουσιν τὸν δαυιδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον ιουδα καὶ ἀπήγγειλαν τῷ δαυιδ λέγοντες ὅτι οἱ ἄνδρες ιαβις τῆς γαλααδίτιδος ἔθαψαν τὸν σαουλ

2:5 καὶ ἀπέστειλεν δαυιδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους ιαβις τῆς γαλααδίτιδος καὶ εἶπεν πρὸς αὐτούς εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ ὅτι πεποιήκατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν ἐπὶ σαουλ τὸν χριστὸν κυρίου καὶ ἐθάψατε αὐτὸν καὶ ιωναθαν τὸν υἱὸν αὐτοῦ

 < 
2:6 καὶ νῦν ποιήσαι κύριος μεθ' ὑμῶν ἔλεος καὶ ἀλήθειαν καί γε ἐγὼ ποιήσω μεθ' ὑμῶν τὰ ἀγαθὰ ταῦτα ὅτι ἐποιήσατε τὸ ῥῆμα τοῦτο

2:7 καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν καὶ γίνεσθε εἰς υἱοὺς δυνατούς ὅτι τέθνηκεν ὁ κύριος ὑμῶν σαουλ καί γε ἐμὲ κέχρικεν ὁ οἶκος ιουδα ἐφ' ἑαυτοὺς εἰς βασιλέα

2:8 καὶ αβεννηρ υἱὸς νηρ ἀρχιστράτηγος τοῦ σαουλ ἔλαβεν τὸν ιεβοσθε υἱὸν σαουλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς μαναεμ

2:9 καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν γαλααδῖτιν καὶ ἐπὶ τὸν θασιρι καὶ ἐπὶ τὸν ιεζραελ καὶ ἐπὶ τὸν εφραιμ καὶ ἐπὶ τὸν βενιαμιν καὶ ἐπὶ πάντα ισραηλ

2:10 τεσσαράκοντα ἐτῶν ιεβοσθε υἱὸς σαουλ ὅτε ἐβασίλευσεν ἐπὶ τὸν ισραηλ καὶ δύο ἔτη ἐβασίλευσεν πλὴν τοῦ οἴκου ιουδα οἳ ἦσαν ὀπίσω δαυιδ

 < 
2:11 καὶ ἐγένοντο αἱ ἡμέραι ἃς δαυιδ ἐβασίλευσεν ἐν χεβρων ἐπὶ τὸν οἶκον ιουδα ἑπτὰ ἔτη καὶ ἓξ μῆνας

2:12 καὶ ἐξῆλθεν αβεννηρ υἱὸς νηρ καὶ οἱ παῖδες ιεβοσθε υἱοῦ σαουλ ἐκ μαναεμ εἰς γαβαων

2:13 καὶ ιωαβ υἱὸς σαρουιας καὶ οἱ παῖδες δαυιδ ἐξήλθοσαν ἐκ χεβρων καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν γαβαων ἐπὶ τὸ αὐτό καὶ ἐκάθισαν οὗτοι ἐπὶ τὴν κρήνην τὴν γαβαων ἐντεῦθεν καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν

2:14 καὶ εἶπεν αβεννερ πρὸς ιωαβ ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάτωσαν ἐνώπιον ἡμῶν καὶ εἶπεν ιωαβ ἀναστήτωσαν

2:15 καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων βενιαμιν δώδεκα τῶν ιεβοσθε υἱοῦ σαουλ καὶ δώδεκα ἐκ τῶν παίδων δαυιδ

 < 
2:16 καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ καὶ πίπτουσιν κατὰ τὸ αὐτό καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου μερὶς τῶν ἐπιβούλων ἥ ἐστιν ἐν γαβαων

2:17 καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔπταισεν αβεννηρ καὶ ἄνδρες ισραηλ ἐνώπιον παίδων δαυιδ

2:18 καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ σαρουιας ιωαβ καὶ αβεσσα καὶ ασαηλ καὶ ασαηλ κοῦφος τοῖς ποσὶν αὐτοῦ ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ

2:19 καὶ κατεδίωξεν ασαηλ ὀπίσω αβεννηρ καὶ οὐκ ἐξέκλινεν τοῦ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν αβεννηρ

2:20 καὶ ἐπέβλεψεν αβεννηρ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ εἶπεν εἰ σὺ εἶ αὐτὸς ασαηλ καὶ εἶπεν ἐγώ εἰμι

 < 
2:21 καὶ εἶπεν αὐτῷ αβεννηρ ἔκκλινον σὺ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ καὶ κάτασχε σαυτῷ ἓν τῶν παιδαρίων καὶ λαβὲ σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ καὶ οὐκ ἠθέλησεν ασαηλ ἐκκλῖναι ἐκ τῶν ὄπισθεν αὐτοῦ

2:22 καὶ προσέθετο ἔτι αβεννηρ λέγων τῷ ασαηλ ἀπόστηθι ἀπ' ἐμοῦ ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς ιωαβ καὶ ποῦ ἐστιν ταῦτα ἐπίστρεφε πρὸς ιωαβ τὸν ἀδελφόν σου

2:23 καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι καὶ τύπτει αὐτὸν αβεννηρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν καὶ διεξῆλθεν τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ πίπτει ἐκεῖ καὶ ἀποθνῄσκει ὑποκάτω αὐτοῦ καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου οὗ ἔπεσεν ἐκεῖ ασαηλ καὶ ἀπέθανεν καὶ ὑφίστατο

2:24 καὶ κατεδίωξεν ιωαβ καὶ αβεσσα ὀπίσω αβεννηρ καὶ ὁ ἥλιος ἔδυνεν καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ αμμαν ὅ ἐστιν ἐπὶ προσώπου γαι ὁδὸν ἔρημον γαβαων

2:25 καὶ συναθροίζονται υἱοὶ βενιαμιν οἱ ὀπίσω αβεννηρ καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός

 < 
2:26 καὶ ἐκάλεσεν αβεννηρ ιωαβ καὶ εἶπεν μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία ἦ οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀναστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν ἡμῶν

2:27 καὶ εἶπεν ιωαβ ζῇ κύριος ὅτι εἰ μὴ ἐλάλησας διότι τότε ἐκ πρωίθεν ἀνέβη ὁ λαὸς ἕκαστος κατόπισθεν τοῦ ἀδελφοῦ αὐτοῦ

2:28 καὶ ἐσάλπισεν ιωαβ τῇ σάλπιγγι καὶ ἀπέστησαν πᾶς ὁ λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ ισραηλ καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν

2:29 καὶ αβεννηρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην καὶ διέβαιναν τὸν ιορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν καὶ ἔρχονται εἰς τὴν παρεμβολήν

2:30 καὶ ιωαβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ αβεννηρ καὶ συνήθροισεν πάντα τὸν λαόν καὶ ἐπεσκέπησαν τῶν παίδων δαυιδ ἐννεακαίδεκα ἄνδρες καὶ ασαηλ

 < 
2:31 καὶ οἱ παῖδες δαυιδ ἐπάταξαν τῶν υἱῶν βενιαμιν τῶν ἀνδρῶν αβεννηρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ' αὐτοῦ

2:32 καὶ αἴρουσιν τὸν ασαηλ καὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν βαιθλεεμ καὶ ἐπορεύθη ιωαβ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ ὅλην τὴν νύκτα καὶ διέφαυσεν αὐτοῖς ἐν χεβρων


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 3  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39

3:1 καὶ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον τοῦ οἴκου σαουλ καὶ ἀνὰ μέσον τοῦ οἴκου δαυιδ καὶ ὁ οἶκος δαυιδ ἐπορεύετο καὶ ἐκραταιοῦτο καὶ ὁ οἶκος σαουλ ἐπορεύετο καὶ ἠσθένει

3:2 καὶ ἐτέχθησαν τῷ δαυιδ υἱοὶ ἐν χεβρων καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ αμνων τῆς αχινοομ τῆς ιεζραηλίτιδος

3:3 καὶ ὁ δεύτερος αὐτοῦ δαλουια τῆς αβιγαιας τῆς καρμηλίας καὶ ὁ τρίτος αβεσσαλωμ υἱὸς μααχα θυγατρὸς θολμι βασιλέως γεσιρ

3:4 καὶ ὁ τέταρτος ορνια υἱὸς φεγγιθ καὶ ὁ πέμπτος σαβατια τῆς αβιταλ

3:5 καὶ ὁ ἕκτος ιεθερααμ τῆς αιγλα γυναικὸς δαυιδ οὗτοι ἐτέχθησαν τῷ δαυιδ ἐν χεβρων

 < 
3:6 καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀνὰ μέσον τοῦ οἴκου σαουλ καὶ ἀνὰ μέσον τοῦ οἴκου δαυιδ καὶ αβεννηρ ἦν κρατῶν τοῦ οἶκου σαουλ

3:7 καὶ τῷ σαουλ παλλακὴ ρεσφα θυγάτηρ ιαλ καὶ εἶπεν μεμφιβοσθε υἱὸς σαουλ πρὸς αβεννηρ τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου

3:8 καὶ ἐθυμώθη σφόδρα αβεννηρ περὶ τοῦ λόγου μεμφιβοσθε καὶ εἶπεν αβεννηρ πρὸς αὐτόν μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι ἐποίησα ἔλεος σήμερον μετὰ τοῦ οἴκου σαουλ τοῦ πατρός σου καὶ περὶ ἀδελφῶν καὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον δαυιδ καὶ ἐπιζητεῖς ἐπ' ἐμὲ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον

3:9 τάδε ποιήσαι ὁ θεὸς τῷ αβεννηρ καὶ τάδε προσθείη αὐτῷ ὅτι καθὼς ὤμοσεν κύριος τῷ δαυιδ ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ

3:10 περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου σαουλ καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον δαυιδ ἐπὶ ισραηλ καὶ ἐπὶ τὸν ιουδαν ἀπὸ δαν ἕως βηρσαβεε

 < 
3:11 καὶ οὐκ ἠδυνάσθη ἔτι μεμφιβοσθε ἀποκριθῆναι τῷ αβεννηρ ῥῆμα ἀπὸ τοῦ φοβεῖσθαι αὐτόν

3:12 καὶ ἀπέστειλεν αβεννηρ ἀγγέλους πρὸς δαυιδ εἰς θαιλαμ οὗ ἦν παραχρῆμα λέγων διάθου διαθήκην σου μετ' ἐμοῦ καὶ ἰδοὺ ἡ χείρ μου μετὰ σοῦ τοῦ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἶκον ισραηλ

3:13 καὶ εἶπεν δαυιδ ἐγὼ καλῶς διαθήσομαι πρὸς σὲ διαθήκην πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ λέγων οὐκ ὄψει τὸ πρόσωπόν μου ἐὰν μὴ ἀγάγῃς τὴν μελχολ θυγατέρα σαουλ παραγινομένου σου ἰδεῖν τὸ πρόσωπόν μου

3:14 καὶ ἐξαπέστειλεν δαυιδ πρὸς μεμφιβοσθε υἱὸν σαουλ ἀγγέλους λέγων ἀπόδος μοι τὴν γυναῖκά μου τὴν μελχολ ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων

3:15 καὶ ἀπέστειλεν μεμφιβοσθε καὶ ἔλαβεν αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς παρὰ φαλτιηλ υἱοῦ σελλης

 < 
3:16 καὶ ἐπορεύετο ὁ ἀνὴρ αὐτῆς μετ' αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως βαρακιμ καὶ εἶπεν πρὸς αὐτὸν αβεννηρ πορεύου ἀνάστρεφε καὶ ἀνέστρεψεν

3:17 καὶ εἶπεν αβεννηρ πρὸς τοὺς πρεσβυτέρους ισραηλ λέγων ἐχθὲς καὶ τρίτην ἐζητεῖτε τὸν δαυιδ βασιλεύειν ἐφ' ὑμῶν

3:18 καὶ νῦν ποιήσατε ὅτι κύριος ἐλάλησεν περὶ δαυιδ λέγων ἐν χειρὶ τοῦ δούλου μου δαυιδ σώσω τὸν ισραηλ ἐκ χειρὸς ἀλλοφύλων καὶ ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν

3:19 καὶ ἐλάλησεν αβεννηρ ἐν τοῖς ὠσὶν βενιαμιν καὶ ἐπορεύθη αβεννηρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ δαυιδ εἰς χεβρων πάντα ὅσα ἤρεσεν ἐν ὀφθαλμοῖς ισραηλ καὶ ἐν ὀφθαλμοῖς παντὸς οἴκου βενιαμιν

3:20 καὶ ἦλθεν αβεννηρ πρὸς δαυιδ εἰς χεβρων καὶ μετ' αὐτοῦ εἴκοσι ἄνδρες καὶ ἐποίησεν δαυιδ τῷ αβεννηρ καὶ τοῖς ἀνδράσιν τοῖς μετ' αὐτοῦ πότον

 < 
3:21 καὶ εἶπεν αβεννηρ πρὸς δαυιδ ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα ισραηλ καὶ διαθήσομαι μετὰ σοῦ διαθήκην καὶ βασιλεύσεις ἐπὶ πᾶσιν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου καὶ ἀπέστειλεν δαυιδ τὸν αβεννηρ καὶ ἐπορεύθη ἐν εἰρήνῃ

3:22 καὶ ἰδοὺ οἱ παῖδες δαυιδ καὶ ιωαβ παρεγίνοντο ἐκ τῆς ἐξοδίας καὶ σκῦλα πολλὰ ἔφερον μετ' αὐτῶν καὶ αβεννηρ οὐκ ἦν μετὰ δαυιδ εἰς χεβρων ὅτι ἀπεστάλκει αὐτὸν καὶ ἀπεληλύθει ἐν εἰρήνῃ

3:23 καὶ ιωαβ καὶ πᾶσα ἡ στρατιὰ αὐτοῦ ἤχθησαν καὶ ἀπηγγέλη τῷ ιωαβ λέγοντες ἥκει αβεννηρ υἱὸς νηρ πρὸς δαυιδ καὶ ἀπέσταλκεν αὐτὸν καὶ ἀπῆλθεν ἐν εἰρήνῃ

3:24 καὶ εἰσῆλθεν ιωαβ πρὸς τὸν βασιλέα καὶ εἶπεν τί τοῦτο ἐποίησας ἰδοὺ ἦλθεν αβεννηρ πρὸς σέ καὶ ἵνα τί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ

3:25 ἦ οὐκ οἶδας τὴν κακίαν αβεννηρ υἱοῦ νηρ ὅτι ἀπατῆσαί σε παρεγένετο καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνῶναι ἅπαντα ὅσα σὺ ποιεῖς

 < 
3:26 καὶ ἀνέστρεψεν ιωαβ ἀπὸ τοῦ δαυιδ καὶ ἀπέστειλεν ἀγγέλους ὀπίσω αβεννηρ καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ τοῦ φρέατος τοῦ σεϊραμ καὶ δαυιδ οὐκ ᾔδει

3:27 καὶ ἐπέστρεψεν αβεννηρ εἰς χεβρων καὶ ἐξέκλινεν αὐτὸν ιωαβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτὸν ἐνεδρεύων καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ ἐπὶ τὴν ψόαν καὶ ἀπέθανεν ἐν τῷ αἵματι ασαηλ τοῦ ἀδελφοῦ ιωαβ

3:28 καὶ ἤκουσεν δαυιδ μετὰ ταῦτα καὶ εἶπεν ἀθῷός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ κυρίου ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων αβεννηρ υἱοῦ νηρ

3:29 καταντησάτωσαν ἐπὶ κεφαλὴν ιωαβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ μὴ ἐκλίποι ἐκ τοῦ οἴκου ιωαβ γονορρυὴς καὶ λεπρὸς καὶ κρατῶν σκυτάλης καὶ πίπτων ἐν ῥομφαίᾳ καὶ ἐλασσούμενος ἄρτοις

3:30 ιωαβ δὲ καὶ αβεσσα ὁ ἀδελφὸς αὐτοῦ διεπαρετηροῦντο τὸν αβεννηρ ἀνθ' ὧν ἐθανάτωσεν τὸν ασαηλ τὸν ἀδελφὸν αὐτῶν ἐν γαβαων ἐν τῷ πολέμῳ

 < 
3:31 καὶ εἶπεν δαυιδ πρὸς ιωαβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετ' αὐτοῦ διαρρήξατε τὰ ἱμάτια ὑμῶν καὶ περιζώσασθε σάκκους καὶ κόπτεσθε ἔμπροσθεν αβεννηρ καὶ ὁ βασιλεὺς δαυιδ ἐπορεύετο ὀπίσω τῆς κλίνης

3:32 καὶ θάπτουσιν τὸν αβεννηρ εἰς χεβρων καὶ ἦρεν ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάφου αὐτοῦ καὶ ἔκλαυσεν πᾶς ὁ λαὸς ἐπὶ αβεννηρ

3:33 καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ αβεννηρ καὶ εἶπεν εἰ κατὰ τὸν θάνατον ναβαλ ἀποθανεῖται αβεννηρ

3:34 αἱ χεῖρές σου οὐκ ἐδέθησαν οἱ πόδες σου οὐκ ἐν πέδαις οὐ προσήγαγεν ὡς ναβαλ ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας καὶ συνήχθη πᾶς ὁ λαὸς τοῦ κλαῦσαι αὐτόν

3:35 καὶ ἦλθεν πᾶς ὁ λαὸς περιδειπνῆσαι τὸν δαυιδ ἄρτοις ἔτι οὔσης ἡμέρας καὶ ὤμοσεν δαυιδ λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη ὅτι ἐὰν μὴ δύῃ ὁ ἥλιος οὐ μὴ γεύσωμαι ἄρτου ἢ ἀπὸ παντός τινος

 < 
3:36 καὶ ἔγνω πᾶς ὁ λαός καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα ὅσα ἐποίησεν ὁ βασιλεὺς ἐνώπιον τοῦ λαοῦ

3:37 καὶ ἔγνω πᾶς ὁ λαὸς καὶ πᾶς ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν αβεννηρ υἱὸν νηρ

3:38 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τοὺς παῖδας αὐτοῦ οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ ισραηλ

3:39 καὶ ὅτι ἐγώ εἰμι σήμερον συγγενὴς καὶ καθεσταμένος ὑπὸ βασιλέως οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ σαρουιας σκληρότεροί μού εἰσιν ἀνταποδῷ κύριος τῷ ποιοῦντι πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 4  <  1 2 3 4 5 6 7 8 9 10 11 12

4:1 καὶ ἤκουσεν μεμφιβοσθε υἱὸς σαουλ ὅτι τέθνηκεν αβεννηρ ἐν χεβρων καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ καὶ πάντες οἱ ἄνδρες ισραηλ παρείθησαν

4:2 καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ μεμφιβοσθε υἱῷ σαουλ ὄνομα τῷ ἑνὶ βαανα καὶ ὄνομα τῷ δευτέρῳ ρηχαβ υἱοὶ ρεμμων τοῦ βηρωθαίου ἐκ τῶν υἱῶν βενιαμιν ὅτι βηρωθ ἐλογίζετο τοῖς υἱοῖς βενιαμιν

4:3 καὶ ἀπέδρασαν οἱ βηρωθαῖοι εἰς γεθθαιμ καὶ ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης

4:4 καὶ τῷ ιωναθαν υἱῷ σαουλ υἱὸς πεπληγὼς τοὺς πόδας υἱὸς ἐτῶν πέντε οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν σαουλ καὶ ιωναθαν τοῦ υἱοῦ αὐτοῦ ἐξ ιεζραελ καὶ ἦρεν αὐτὸν ἡ τιθηνὸς αὐτοῦ καὶ ἔφυγεν καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὴν καὶ ἀναχωρεῖν καὶ ἔπεσεν καὶ ἐχωλάνθη καὶ ὄνομα αὐτῷ μεμφιβοσθε

4:5 καὶ ἐπορεύθησαν υἱοὶ ρεμμων τοῦ βηρωθαίου ρεκχα καὶ βαανα καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον μεμφιβοσθε καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας

 < 
4:6 καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρεν πυροὺς καὶ ἐνύσταξεν καὶ ἐκάθευδεν καὶ ρεκχα καὶ βαανα οἱ ἀδελφοὶ διέλαθον

4:7 καὶ εἰσῆλθον εἰς τὸν οἶκον καὶ μεμφιβοσθε ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσιν καὶ ἀφαιροῦσιν τὴν κεφαλὴν αὐτοῦ καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα

4:8 καὶ ἤνεγκαν τὴν κεφαλὴν μεμφιβοσθε τῷ δαυιδ εἰς χεβρων καὶ εἶπαν πρὸς τὸν βασιλέα ἰδοὺ ἡ κεφαλὴ μεμφιβοσθε υἱοῦ σαουλ τοῦ ἐχθροῦ σου ὃς ἐζήτει τὴν ψυχήν σου καὶ ἔδωκεν κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη ἐκ σαουλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ

4:9 καὶ ἀπεκρίθη δαυιδ τῷ ρεκχα καὶ τῷ βαανα ἀδελφῷ αὐτοῦ υἱοῖς ρεμμων τοῦ βηρωθαίου καὶ εἶπεν αὐτοῖς ζῇ κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως

4:10 ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκεν σαουλ καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα ἐν σεκελακ ᾧ ἔδει με δοῦναι εὐαγγέλια

 < 
4:11 καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάγκασιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν καὶ ἐξολεθρεύσω ὑμᾶς ἐκ τῆς γῆς

4:12 καὶ ἐνετείλατο δαυιδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτέννουσιν αὐτοὺς καὶ κολοβοῦσιν τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν χεβρων καὶ τὴν κεφαλὴν μεμφιβοσθε ἔθαψαν ἐν τῷ τάφῳ αβεννηρ υἱοῦ νηρ


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 5  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 16.1 17 18 19 20 21 22 23 24 25

5:1 καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ ισραηλ πρὸς δαυιδ εἰς χεβρων καὶ εἶπαν αὐτῷ ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς

5:2 καὶ ἐχθὲς καὶ τρίτην ὄντος σαουλ βασιλέως ἐφ' ἡμῖν σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν ισραηλ καὶ εἶπεν κύριος πρὸς σέ σὺ ποιμανεῖς τὸν λαόν μου τὸν ισραηλ καὶ σὺ ἔσει εἰς ἡγούμενον ἐπὶ τὸν ισραηλ

5:3 καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι ισραηλ πρὸς τὸν βασιλέα εἰς χεβρων καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς δαυιδ διαθήκην ἐν χεβρων ἐνώπιον κυρίου καὶ χρίουσιν τὸν δαυιδ εἰς βασιλέα ἐπὶ πάντα ισραηλ

5:4 υἱὸς τριάκοντα ἐτῶν δαυιδ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν

5:5 ἑπτὰ ἔτη καὶ ἓξ μῆνας ἐβασίλευσεν ἐν χεβρων ἐπὶ τὸν ιουδαν καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα ισραηλ καὶ ιουδαν ἐν ιερουσαλημ

 < 
5:6 καὶ ἀπῆλθεν δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς ιερουσαλημ πρὸς τὸν ιεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν καὶ ἐρρέθη τῷ δαυιδ οὐκ εἰσελεύσει ὧδε ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοί λέγοντες ὅτι οὐκ εἰσελεύσεται δαυιδ ὧδε

5:7 καὶ κατελάβετο δαυιδ τὴν περιοχὴν σιων αὕτη ἡ πόλις τοῦ δαυιδ

5:8 καὶ εἶπεν δαυιδ τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τύπτων ιεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν δαυιδ διὰ τοῦτο ἐροῦσιν τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον κυρίου

5:9 καὶ ἐκάθισεν δαυιδ ἐν τῇ περιοχῇ καὶ ἐκλήθη αὕτη ἡ πόλις δαυιδ καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας καὶ τὸν οἶκον αὐτοῦ

5:10 καὶ ἐπορεύετο δαυιδ πορευόμενος καὶ μεγαλυνόμενος καὶ κύριος παντοκράτωρ μετ' αὐτοῦ

 < 
5:11 καὶ ἀπέστειλεν χιραμ βασιλεὺς τύρου ἀγγέλους πρὸς δαυιδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καὶ τέκτονας λίθων καὶ ᾠκοδόμησαν οἶκον τῷ δαυιδ

5:12 καὶ ἔγνω δαυιδ ὅτι ἡτοίμασεν αὐτὸν κύριος εἰς βασιλέα ἐπὶ ισραηλ καὶ ὅτι ἐπήρθη ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ ισραηλ

5:13 καὶ ἔλαβεν δαυιδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ ιερουσαλημ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἐκ χεβρων καὶ ἐγένοντο τῷ δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες

5:14 καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν ιερουσαλημ σαμμους καὶ σωβαβ καὶ ναθαν καὶ σαλωμων

5:15 καὶ εβεαρ καὶ ελισους καὶ ναφεκ καὶ ιεφιες

 < 
5:16 καὶ ελισαμα καὶ ελιδαε καὶ ελιφαλαθ

5:16.1 σαμαε ιεσσιβαθ ναθαν γαλαμααν ιεβααρ θεησους ελφαλατ ναγεδ ναφεκ ιαναθα λεασαμυς βααλιμαθ ελιφαλαθ

5:17 καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι κέχρισται δαυιδ βασιλεὺς ἐπὶ ισραηλ καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν δαυιδ καὶ ἤκουσεν δαυιδ καὶ κατέβη εἰς τὴν περιοχήν

5:18 καὶ οἱ ἀλλόφυλοι παραγίνονται καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν τιτάνων

5:19 καὶ ἠρώτησεν δαυιδ διὰ κυρίου λέγων εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου καὶ εἶπεν κύριος πρὸς δαυιδ ἀνάβαινε ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου

5:20 καὶ ἦλθεν δαυιδ ἐκ τῶν ἐπάνω διακοπῶν καὶ ἔκοψεν τοὺς ἀλλοφύλους ἐκεῖ καὶ εἶπεν δαυιδ διέκοψεν κύριος τοὺς ἐχθρούς μου τοὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ ὡς διακόπτεται ὕδατα διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου ἐπάνω διακοπῶν

 < 
5:21 καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν καὶ ἐλάβοσαν αὐτοὺς δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ

5:22 καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι καὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν τιτάνων

5:23 καὶ ἐπηρώτησεν δαυιδ διὰ κυρίου καὶ εἶπεν κύριος οὐκ ἀναβήσει εἰς συνάντησιν αὐτῶν ἀποστρέφου ἀπ' αὐτῶν καὶ παρέσει αὐτοῖς πλησίον τοῦ κλαυθμῶνος

5:24 καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συγκλεισμοῦ τοῦ ἄλσους τοῦ κλαυθμῶνος τότε καταβήσει πρὸς αὐτούς ὅτι τότε ἐξελεύσεται κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμῳ τῶν ἀλλοφύλων

5:25 καὶ ἐποίησεν δαυιδ καθὼς ἐνετείλατο αὐτῷ κύριος καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους ἀπὸ γαβαων ἕως τῆς γῆς γαζηρα

 < 

* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 6  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23

6:1 καὶ συνήγαγεν ἔτι δαυιδ πάντα νεανίαν ἐξ ισραηλ ὡς ἑβδομήκοντα χιλιάδας

6:2 καὶ ἀνέστη καὶ ἐπορεύθη δαυιδ καὶ πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ ἀπὸ τῶν ἀρχόντων ιουδα ἐν ἀναβάσει τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ ἐφ' ἣν ἐπεκλήθη τὸ ὄνομα κυρίου τῶν δυνάμεων καθημένου ἐπὶ τῶν χερουβιν ἐπ' αὐτῆς

6:3 καὶ ἐπεβίβασεν τὴν κιβωτὸν κυρίου ἐφ' ἅμαξαν καινὴν καὶ ἦρεν αὐτὴν ἐξ οἴκου αμιναδαβ τοῦ ἐν τῷ βουνῷ καὶ οζα καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ αμιναδαβ ἦγον τὴν ἅμαξαν

6:4 σὺν τῇ κιβωτῷ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ

6:5 καὶ δαυιδ καὶ οἱ υἱοὶ ισραηλ παίζοντες ἐνώπιον κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύι καὶ ἐν ᾠδαῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν αὐλοῖς

 < 
6:6 καὶ παραγίνονται ἕως ἅλω νωδαβ καὶ ἐξέτεινεν οζα τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ θεοῦ κατασχεῖν αὐτὴν καὶ ἐκράτησεν αὐτήν ὅτι περιέσπασεν αὐτὴν ὁ μόσχος τοῦ κατασχεῖν αὐτήν

6:7 καὶ ἐθυμώθη κύριος τῷ οζα καὶ ἔπαισεν αὐτὸν ἐκεῖ ὁ θεός καὶ ἀπέθανεν ἐκεῖ παρὰ τὴν κιβωτὸν τοῦ κυρίου ἐνώπιον τοῦ θεοῦ

6:8 καὶ ἠθύμησεν δαυιδ ὑπὲρ οὗ διέκοψεν κύριος διακοπὴν ἐν τῷ οζα καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος διακοπὴ οζα ἕως τῆς ἡμέρας ταύτης

6:9 καὶ ἐφοβήθη δαυιδ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων πῶς εἰσελεύσεται πρός με ἡ κιβωτὸς κυρίου

6:10 καὶ οὐκ ἐβούλετο δαυιδ τοῦ ἐκκλῖναι πρὸς αὑτὸν τὴν κιβωτὸν διαθήκης κυρίου εἰς τὴν πόλιν δαυιδ καὶ ἀπέκλινεν αὐτὴν δαυιδ εἰς οἶκον αβεδδαρα τοῦ γεθθαίου

 < 
6:11 καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ κυρίου εἰς οἶκον αβεδδαρα τοῦ γεθθαίου μῆνας τρεῖς καὶ εὐλόγησεν κύριος ὅλον τὸν οἶκον αβεδδαρα καὶ πάντα τὰ αὐτοῦ

6:12 καὶ ἀπηγγέλη τῷ βασιλεῖ δαυιδ λέγοντες ηὐλόγησεν κύριος τὸν οἶκον αβεδδαρα καὶ πάντα τὰ αὐτοῦ ἕνεκεν τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ ἐπορεύθη δαυιδ καὶ ἀνήγαγεν τὴν κιβωτὸν τοῦ κυρίου ἐκ τοῦ οἴκου αβεδδαρα εἰς τὴν πόλιν δαυιδ ἐν εὐφροσύνῃ

6:13 καὶ ἦσαν μετ' αὐτῶν αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροὶ καὶ θῦμα μόσχος καὶ ἄρνα

6:14 καὶ δαυιδ ἀνεκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον κυρίου καὶ ὁ δαυιδ ἐνδεδυκὼς στολὴν ἔξαλλον

6:15 καὶ δαυιδ καὶ πᾶς ὁ οἶκος ισραηλ ἀνήγαγον τὴν κιβωτὸν κυρίου μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος

 < 
6:16 καὶ ἐγένετο τῆς κιβωτοῦ παραγινομένης ἕως πόλεως δαυιδ καὶ μελχολ ἡ θυγάτηρ σαουλ διέκυπτεν διὰ τῆς θυρίδος καὶ εἶδεν τὸν βασιλέα δαυιδ ὀρχούμενον καὶ ἀνακρουόμενον ἐνώπιον κυρίου καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ καρδίᾳ αὐτῆς

6:17 καὶ φέρουσιν τὴν κιβωτὸν τοῦ κυρίου καὶ ἀνέθηκαν αὐτὴν εἰς τὸν τόπον αὐτῆς εἰς μέσον τῆς σκηνῆς ἧς ἔπηξεν αὐτῇ δαυιδ καὶ ἀνήνεγκεν δαυιδ ὁλοκαυτώματα ἐνώπιον κυρίου καὶ εἰρηνικάς

6:18 καὶ συνετέλεσεν δαυιδ συναναφέρων τὰς ὁλοκαυτώσεις καὶ τὰς εἰρηνικὰς καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου τῶν δυνάμεων

6:19 καὶ διεμέρισεν παντὶ τῷ λαῷ εἰς πᾶσαν τὴν δύναμιν τοῦ ισραηλ ἀπὸ δαν ἕως βηρσαβεε ἀπὸ ἀνδρὸς ἕως γυναικὸς ἑκάστῳ κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον ἀπὸ τηγάνου καὶ ἀπῆλθεν πᾶς ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ

6:20 καὶ ἐπέστρεψεν δαυιδ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ καὶ ἐξῆλθεν μελχολ ἡ θυγάτηρ σαουλ εἰς ἀπάντησιν δαυιδ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν τί δεδόξασται σήμερον ὁ βασιλεὺς ισραηλ ὃς ἀπεκαλύφθη σήμερον ἐν ὀφθαλμοῖς παιδισκῶν τῶν δούλων ἑαυτοῦ καθὼς ἀποκαλύπτεται ἀποκαλυφθεὶς εἷς τῶν ὀρχουμένων

 < 
6:21 καὶ εἶπεν δαυιδ πρὸς μελχολ ἐνώπιον κυρίου ὀρχήσομαι εὐλογητὸς κύριος ὃς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἶκον αὐτοῦ τοῦ καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ τὸν ισραηλ καὶ παίξομαι καὶ ὀρχήσομαι ἐνώπιον κυρίου

6:22 καὶ ἀποκαλυφθήσομαι ἔτι οὕτως καὶ ἔσομαι ἀχρεῖος ἐν ὀφθαλμοῖς σου καὶ μετὰ τῶν παιδισκῶν ὧν εἶπάς με δοξασθῆναι

6:23 καὶ τῇ μελχολ θυγατρὶ σαουλ οὐκ ἐγένετο παιδίον ἕως τῆς ἡμέρας τοῦ ἀποθανεῖν αὐτήν


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 7  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29

7:1 καὶ ἐγένετο ὅτε ἐκάθισεν ὁ βασιλεὺς ἐν τῷ οἴκῳ αὐτοῦ καὶ κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ τῶν κύκλῳ

7:2 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ναθαν τὸν προφήτην ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ καὶ ἡ κιβωτὸς τοῦ θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς

7:3 καὶ εἶπεν ναθαν πρὸς τὸν βασιλέα πάντα ὅσα ἂν ἐν τῇ καρδίᾳ σου βάδιζε καὶ ποίει ὅτι κύριος μετὰ σοῦ

7:4 καὶ ἐγένετο τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς ναθαν λέγων

7:5 πορεύου καὶ εἰπὸν πρὸς τὸν δοῦλόν μου δαυιδ τάδε λέγει κύριος οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με

 < 
7:6 ὅτι οὐ κατῴκηκα ἐν οἴκῳ ἀφ' ἧς ἡμέρας ἀνήγαγον ἐξ αἰγύπτου τοὺς υἱοὺς ισραηλ ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐμπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ

7:7 ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ ισραηλ εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ ισραηλ ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου ισραηλ λέγων τί ὅτι οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον

7:8 καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου δαυιδ τάδε λέγει κύριος παντοκράτωρ ἔλαβόν σε ἐκ τῆς μάνδρας τῶν προβάτων τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ἐπὶ τὸν ισραηλ

7:9 καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύου καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς

7:10 καὶ θήσομαι τόπον τῷ λαῷ μου τῷ ισραηλ καὶ καταφυτεύσω αὐτόν καὶ κατασκηνώσει καθ' ἑαυτὸν καὶ οὐ μεριμνήσει οὐκέτι καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ' ἀρχῆς

 < 
7:11 ἀπὸ τῶν ἡμερῶν ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου ισραηλ καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου καὶ ἀπαγγελεῖ σοι κύριος ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ

7:12 καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ ὃς ἔσται ἐκ τῆς κοιλίας σου καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ

7:13 αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα

7:14 ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν καὶ ἐὰν ἔλθῃ ἡ ἀδικία αὐτοῦ καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων

7:15 τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτοῦ καθὼς ἀπέστησα ἀφ' ὧν ἀπέστησα ἐκ προσώπου μου

 < 
7:16 καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιον ἐμοῦ καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα

7:17 κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην οὕτως ἐλάλησεν ναθαν πρὸς δαυιδ

7:18 καὶ εἰσῆλθεν ὁ βασιλεὺς δαυιδ καὶ ἐκάθισεν ἐνώπιον κυρίου καὶ εἶπεν τίς εἰμι ἐγώ κύριέ μου κύριε καὶ τίς ὁ οἶκός μου ὅτι ἠγάπηκάς με ἕως τούτων

7:19 καὶ κατεσμικρύνθη μικρὸν ἐνώπιόν σου κύριέ μου κύριε καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου κύριέ μου κύριε

7:20 καὶ τί προσθήσει δαυιδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου κύριέ μου κύριε

 < 
7:21 διὰ τὸν λόγον σου πεποίηκας καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πᾶσαν τὴν μεγαλωσύνην ταύτην γνωρίσαι τῷ δούλῳ σου

7:22 ἕνεκεν τοῦ μεγαλῦναί σε κύριέ μου κύριε ὅτι οὐκ ἔστιν ὡς σὺ καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ ἐν πᾶσιν οἷς ἠκούσαμεν ἐν τοῖς ὠσὶν ἡμῶν

7:23 καὶ τίς ὡς ὁ λαός σου ισραηλ ἔθνος ἄλλο ἐν τῇ γῇ ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι αὐτῷ λαὸν τοῦ θέσθαι σε ὄνομα τοῦ ποιῆσαι μεγαλωσύνην καὶ ἐπιφάνειαν τοῦ ἐκβαλεῖν σε ἐκ προσώπου τοῦ λαοῦ σου οὗ ἐλυτρώσω σεαυτῷ ἐξ αἰγύπτου ἔθνη καὶ σκηνώματα

7:24 καὶ ἡτοίμασας σεαυτῷ τὸν λαόν σου ισραηλ λαὸν ἕως αἰῶνος καὶ σύ κύριε ἐγένου αὐτοῖς εἰς θεόν

7:25 καὶ νῦν κύριέ μου κύριε τὸ ῥῆμα ὃ ἐλάλησας περὶ τοῦ δούλου σου καὶ τοῦ οἴκου αὐτοῦ πίστωσον ἕως αἰῶνος κύριε παντοκράτωρ θεὲ τοῦ ισραηλ καὶ νῦν καθὼς ἐλάλησας

 < 
7:26 μεγαλυνθείη τὸ ὄνομά σου ἕως αἰῶνος

7:27 κύριε παντοκράτωρ θεὸς ισραηλ ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου λέγων οἶκον οἰκοδομήσω σοι διὰ τοῦτο εὗρεν ὁ δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ τοῦ προσεύξασθαι πρὸς σὲ τὴν προσευχὴν ταύτην

7:28 καὶ νῦν κύριέ μου κύριε σὺ εἶ ὁ θεός καὶ οἱ λόγοι σου ἔσονται ἀληθινοί καὶ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου τὰ ἀγαθὰ ταῦτα

7:29 καὶ νῦν ἄρξαι καὶ εὐλόγησον τὸν οἶκον τοῦ δούλου σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐνώπιόν σου ὅτι σὺ εἶ κύριέ μου κύριε ἐλάλησας καὶ ἀπὸ τῆς εὐλογίας σου εὐλογηθήσεται ὁ οἶκος τοῦ δούλου σου εἰς τὸν αἰῶνα


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 8  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18

8:1 καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς καὶ ἔλαβεν δαυιδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων

8:2 καὶ ἐπάταξεν δαυιδ τὴν μωαβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι καὶ τὰ δύο σχοινίσματα ἐζώγρησεν καὶ ἐγένετο μωαβ τῷ δαυιδ εἰς δούλους φέροντας ξένια

8:3 καὶ ἐπάταξεν δαυιδ τὸν αδρααζαρ υἱὸν ρααβ βασιλέα σουβα πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν εὐφράτην

8:4 καὶ προκατελάβετο δαυιδ τῶν αὐτοῦ χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν καὶ παρέλυσεν δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα

8:5 καὶ παραγίνεται συρία δαμασκοῦ βοηθῆσαι τῷ αδρααζαρ βασιλεῖ σουβα καὶ ἐπάταξεν δαυιδ ἐν τῷ σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν

 < 
8:6 καὶ ἔθετο δαυιδ φρουρὰν ἐν συρίᾳ τῇ κατὰ δαμασκόν καὶ ἐγένετο ὁ σύρος τῷ δαυιδ εἰς δούλους φέροντας ξένια καὶ ἔσωσεν κύριος τὸν δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο

8:7 καὶ ἔλαβεν δαυιδ τοὺς χλιδῶνας τοὺς χρυσοῦς οἳ ἦσαν ἐπὶ τῶν παίδων τῶν αδρααζαρ βασιλέως σουβα καὶ ἤνεγκεν αὐτὰ εἰς ιερουσαλημ καὶ ἔλαβεν αὐτὰ σουσακιμ βασιλεὺς αἰγύπτου ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς ιερουσαλημ ἐν ἡμέραις ροβοαμ υἱοῦ σολομῶντος

8:8 καὶ ἐκ τῆς μασβακ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ αδρααζαρ ἔλαβεν ὁ βασιλεὺς δαυιδ χαλκὸν πολὺν σφόδρα ἐν αὐτῷ ἐποίησεν σαλωμων τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη

8:9 καὶ ἤκουσεν θοου ὁ βασιλεὺς ημαθ ὅτι ἐπάταξεν δαυιδ πᾶσαν τὴν δύναμιν αδρααζαρ

8:10 καὶ ἀπέστειλεν θοου ιεδδουραν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα δαυιδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησεν τὸν αδρααζαρ καὶ ἐπάταξεν αὐτόν ὅτι ἀντικείμενος ἦν τῷ αδρααζαρ καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ σκεύη χαλκᾶ

 < 
8:11 καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς δαυιδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου οὗ ἡγίασεν ἐκ πασῶν τῶν πόλεων ὧν κατεδυνάστευσεν

8:12 ἐκ τῆς ιδουμαίας καὶ ἐκ τῆς γῆς μωαβ καὶ ἐκ τῶν υἱῶν αμμων καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ αμαληκ καὶ ἐκ τῶν σκύλων αδρααζαρ υἱοῦ ρααβ βασιλέως σουβα

8:13 καὶ ἐποίησεν δαυιδ ὄνομα καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξεν τὴν ιδουμαίαν ἐν γαιμελε εἰς ὀκτωκαίδεκα χιλιάδας

8:14 καὶ ἔθετο ἐν τῇ ιδουμαίᾳ φρουράν ἐν πάσῃ τῇ ιδουμαίᾳ καὶ ἐγένοντο πάντες οἱ ιδουμαῖοι δοῦλοι τῷ βασιλεῖ καὶ ἔσωσεν κύριος τὸν δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο

8:15 καὶ ἐβασίλευσεν δαυιδ ἐπὶ ισραηλ καὶ ἦν δαυιδ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ

 < 
8:16 καὶ ιωαβ υἱὸς σαρουιας ἐπὶ τῆς στρατιᾶς καὶ ιωσαφατ υἱὸς αχια ἐπὶ τῶν ὑπομνημάτων

8:17 καὶ σαδδουκ υἱὸς αχιτωβ καὶ αχιμελεχ υἱὸς αβιαθαρ ἱερεῖς καὶ ασα ὁ γραμματεύς

8:18 καὶ βαναιας υἱὸς ιωδαε σύμβουλος καὶ ὁ χελεθθι καὶ ὁ φελεττι καὶ υἱοὶ δαυιδ αὐλάρχαι ἦσαν


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 9  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13

9:1 καὶ εἶπεν δαυιδ εἰ ἔστιν ἔτι ὑπολελειμμένος τῷ οἴκῳ σαουλ καὶ ποιήσω μετ' αὐτοῦ ἔλεος ἕνεκεν ιωναθαν

9:2 καὶ ἐκ τοῦ οἴκου σαουλ παῖς ἦν καὶ ὄνομα αὐτῷ σιβα καὶ καλοῦσιν αὐτὸν πρὸς δαυιδ καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεύς εἰ σὺ εἶ σιβα καὶ εἶπεν ἐγὼ δοῦλος σός

9:3 καὶ εἶπεν ὁ βασιλεύς εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου σαουλ ἔτι ἀνὴρ καὶ ποιήσω μετ' αὐτοῦ ἔλεος θεοῦ καὶ εἶπεν σιβα πρὸς τὸν βασιλέα ἔτι ἔστιν υἱὸς τῷ ιωναθαν πεπληγὼς τοὺς πόδας

9:4 καὶ εἶπεν ὁ βασιλεύς ποῦ οὗτος καὶ εἶπεν σιβα πρὸς τὸν βασιλέα ἰδοὺ ἐν οἴκῳ μαχιρ υἱοῦ αμιηλ ἐκ τῆς λαδαβαρ

9:5 καὶ ἀπέστειλεν ὁ βασιλεὺς δαυιδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου μαχιρ υἱοῦ αμιηλ ἐκ τῆς λαδαβαρ

 < 
9:6 καὶ παραγίνεται μεμφιβοσθε υἱὸς ιωναθαν υἱοῦ σαουλ πρὸς τὸν βασιλέα δαυιδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπεν αὐτῷ δαυιδ μεμφιβοσθε καὶ εἶπεν ἰδοὺ ὁ δοῦλός σου

9:7 καὶ εἶπεν αὐτῷ δαυιδ μὴ φοβοῦ ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ ιωναθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν σαουλ πατρὸς τοῦ πατρός σου καὶ σὺ φάγῃ ἄρτον ἐπὶ τῆς τραπέζης μου διὰ παντός

9:8 καὶ προσεκύνησεν μεμφιβοσθε καὶ εἶπεν τίς εἰμι ὁ δοῦλός σου ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί

9:9 καὶ ἐκάλεσεν ὁ βασιλεὺς σιβα τὸ παιδάριον σαουλ καὶ εἶπεν πρὸς αὐτόν πάντα ὅσα ἐστὶν τῷ σαουλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου

9:10 καὶ ἐργᾷ αὐτῷ τὴν γῆν σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δοῦλοί σου καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους καὶ ἔδεται αὐτούς καὶ μεμφιβοσθε υἱὸς τοῦ κυρίου σου φάγεται διὰ παντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου καὶ τῷ σιβα ἦσαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δοῦλοι

 < 
9:11 καὶ εἶπεν σιβα πρὸς τὸν βασιλέα κατὰ πάντα ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ οὕτως ποιήσει ὁ δοῦλός σου καὶ μεμφιβοσθε ἤσθιεν ἐπὶ τῆς τραπέζης δαυιδ καθὼς εἷς τῶν υἱῶν τοῦ βασιλέως

9:12 καὶ τῷ μεμφιβοσθε υἱὸς μικρὸς καὶ ὄνομα αὐτῷ μιχα καὶ πᾶσα ἡ κατοίκησις τοῦ οἴκου σιβα δοῦλοι τοῦ μεμφιβοσθε

9:13 καὶ μεμφιβοσθε κατῴκει ἐν ιερουσαλημ ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως διὰ παντὸς ἤσθιεν καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 10  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19

10:1 καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀπέθανεν βασιλεὺς υἱῶν αμμων καὶ ἐβασίλευσεν αννων υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ

10:2 καὶ εἶπεν δαυιδ ποιήσω ἔλεος μετὰ αννων υἱοῦ ναας ὃν τρόπον ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ' ἐμοῦ ἔλεος καὶ ἀπέστειλεν δαυιδ παρακαλέσαι αὐτὸν ἐν χειρὶ τῶν δούλων αὐτοῦ περὶ τοῦ πατρὸς αὐτοῦ καὶ παρεγένοντο οἱ παῖδες δαυιδ εἰς τὴν γῆν υἱῶν αμμων

10:3 καὶ εἶπον οἱ ἄρχοντες υἱῶν αμμων πρὸς αννων τὸν κύριον αὐτῶν μὴ παρὰ τὸ δοξάζειν δαυιδ τὸν πατέρα σου ἐνώπιόν σου ὅτι ἀπέστειλέν σοι παρακαλοῦντας ἀλλ' οὐχὶ ὅπως ἐρευνήσωσιν τὴν πόλιν καὶ κατασκοπήσωσιν αὐτὴν καὶ τοῦ κατασκέψασθαι αὐτὴν ἀπέστειλεν δαυιδ τοὺς παῖδας αὐτοῦ πρὸς σέ

10:4 καὶ ἔλαβεν αννων τοὺς παῖδας δαυιδ καὶ ἐξύρησεν τοὺς πώγωνας αὐτῶν καὶ ἀπέκοψεν τοὺς μανδύας αὐτῶν ἐν τῷ ἡμίσει ἕως τῶν ἰσχίων αὐτῶν καὶ ἐξαπέστειλεν αὐτούς

10:5 καὶ ἀνήγγειλαν τῷ δαυιδ ὑπὲρ τῶν ἀνδρῶν καὶ ἀπέστειλεν εἰς ἀπαντὴν αὐτῶν ὅτι ἦσαν οἱ ἄνδρες ἠτιμασμένοι σφόδρα καὶ εἶπεν ὁ βασιλεύς καθίσατε ἐν ιεριχω ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν καὶ ἐπιστραφήσεσθε

 < 
10:6 καὶ εἶδαν οἱ υἱοὶ αμμων ὅτι κατῃσχύνθησαν ὁ λαὸς δαυιδ καὶ ἀπέστειλαν οἱ υἱοὶ αμμων καὶ ἐμισθώσαντο τὴν συρίαν βαιθροωβ εἴκοσι χιλιάδας πεζῶν καὶ τὸν βασιλέα μααχα χιλίους ἄνδρας καὶ ιστωβ δώδεκα χιλιάδας ἀνδρῶν

10:7 καὶ ἤκουσεν δαυιδ καὶ ἀπέστειλεν τὸν ιωαβ καὶ πᾶσαν τὴν δύναμιν τοὺς δυνατούς

10:8 καὶ ἐξῆλθαν οἱ υἱοὶ αμμων καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῆς πύλης καὶ συρία σουβα καὶ ροωβ καὶ ιστωβ καὶ μααχα μόνοι ἐν ἀγρῷ

10:9 καὶ εἶδεν ιωαβ ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου ἐκ τοῦ κατὰ πρόσωπον ἐξ ἐναντίας καὶ ἐκ τοῦ ὄπισθεν καὶ ἐπέλεξεν ἐκ πάντων τῶν νεανίσκων ισραηλ καὶ παρετάξαντο ἐξ ἐναντίας συρίας

10:10 καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ αβεσσα τοῦ ἀδελφοῦ αὐτοῦ καὶ παρετάξαντο ἐξ ἐναντίας υἱῶν αμμων

 < 
10:11 καὶ εἶπεν ἐὰν κραταιωθῇ συρία ὑπὲρ ἐμέ καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν καὶ ἐὰν υἱοὶ αμμων κραταιωθῶσιν ὑπὲρ σέ καὶ ἐσόμεθα τοῦ σῶσαί σε

10:12 ἀνδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ θεοῦ ἡμῶν καὶ κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ

10:13 καὶ προσῆλθεν ιωαβ καὶ ὁ λαὸς αὐτοῦ μετ' αὐτοῦ εἰς πόλεμον πρὸς συρίαν καὶ ἔφυγαν ἀπὸ προσώπου αὐτοῦ

10:14 καὶ οἱ υἱοὶ αμμων εἶδαν ὅτι ἔφυγεν συρία καὶ ἔφυγαν ἀπὸ προσώπου αβεσσα καὶ εἰσῆλθαν εἰς τὴν πόλιν καὶ ἀνέστρεψεν ιωαβ ἀπὸ τῶν υἱῶν αμμων καὶ παρεγένοντο εἰς ιερουσαλημ

10:15 καὶ εἶδεν συρία ὅτι ἔπταισεν ἔμπροσθεν ισραηλ καὶ συνήχθησαν ἐπὶ τὸ αὐτό

 < 
10:16 καὶ ἀπέστειλεν αδρααζαρ καὶ συνήγαγεν τὴν συρίαν τὴν ἐκ τοῦ πέραν τοῦ ποταμοῦ χαλαμακ καὶ παρεγένοντο αιλαμ καὶ σωβακ ἄρχων τῆς δυνάμεως αδρααζαρ ἔμπροσθεν αὐτῶν

10:17 καὶ ἀνηγγέλη τῷ δαυιδ καὶ συνήγαγεν τὸν πάντα ισραηλ καὶ διέβη τὸν ιορδάνην καὶ παρεγένοντο εἰς αιλαμ καὶ παρετάξατο συρία ἀπέναντι δαυιδ καὶ ἐπολέμησαν μετ' αὐτοῦ

10:18 καὶ ἔφυγεν συρία ἀπὸ προσώπου ισραηλ καὶ ἀνεῖλεν δαυιδ ἐκ τῆς συρίας ἑπτακόσια ἅρματα καὶ τεσσαράκοντα χιλιάδας ἱππέων καὶ τὸν σωβακ τὸν ἄρχοντα τῆς δυνάμεως αὐτοῦ ἐπάταξεν καὶ ἀπέθανεν ἐκεῖ

10:19 καὶ εἶδαν πάντες οἱ βασιλεῖς οἱ δοῦλοι αδρααζαρ ὅτι ἔπταισαν ἔμπροσθεν ισραηλ καὶ ηὐτομόλησαν μετὰ ισραηλ καὶ ἐδούλευσαν αὐτοῖς καὶ ἐφοβήθη συρία τοῦ σῶσαι ἔτι τοὺς υἱοὺς αμμων


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 11  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27

11:1 καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ εἰς τὸν καιρὸν τῆς ἐξοδίας τῶν βασιλέων καὶ ἀπέστειλεν δαυιδ τὸν ιωαβ καὶ τοὺς παῖδας αὐτοῦ μετ' αὐτοῦ καὶ τὸν πάντα ισραηλ καὶ διέφθειραν τοὺς υἱοὺς αμμων καὶ διεκάθισαν ἐπὶ ραββαθ καὶ δαυιδ ἐκάθισεν ἐν ιερουσαλημ

11:2 καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη δαυιδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως καὶ εἶδεν γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα

11:3 καὶ ἀπέστειλεν δαυιδ καὶ ἐζήτησεν τὴν γυναῖκα καὶ εἶπεν οὐχὶ αὕτη βηρσαβεε θυγάτηρ ελιαβ γυνὴ ουριου τοῦ χετταίου

11:4 καὶ ἀπέστειλεν δαυιδ ἀγγέλους καὶ ἔλαβεν αὐτήν καὶ εἰσῆλθεν πρὸς αὐτόν καὶ ἐκοιμήθη μετ' αὐτῆς καὶ αὐτὴ ἁγιαζομένη ἀπὸ ἀκαθαρσίας αὐτῆς καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς

11:5 καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή καὶ ἀποστείλασα ἀπήγγειλεν τῷ δαυιδ καὶ εἶπεν ἐγώ εἰμι ἐν γαστρὶ ἔχω

 < 
11:6 καὶ ἀπέστειλεν δαυιδ πρὸς ιωαβ λέγων ἀπόστειλον πρός με τὸν ουριαν τὸν χετταῖον καὶ ἀπέστειλεν ιωαβ τὸν ουριαν πρὸς δαυιδ

11:7 καὶ παραγίνεται ουριας καὶ εἰσῆλθεν πρὸς αὐτόν καὶ ἐπηρώτησεν δαυιδ εἰς εἰρήνην ιωαβ καὶ εἰς εἰρήνην τοῦ λαοῦ καὶ εἰς εἰρήνην τοῦ πολέμου

11:8 καὶ εἶπεν δαυιδ τῷ ουρια κατάβηθι εἰς τὸν οἶκόν σου καὶ νίψαι τοὺς πόδας σου καὶ ἐξῆλθεν ουριας ἐξ οἴκου τοῦ βασιλέως καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ ἄρσις τοῦ βασιλέως

11:9 καὶ ἐκοιμήθη ουριας παρὰ τῇ θύρᾳ τοῦ βασιλέως μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ

11:10 καὶ ἀνήγγειλαν τῷ δαυιδ λέγοντες ὅτι οὐ κατέβη ουριας εἰς τὸν οἶκον αὐτοῦ καὶ εἶπεν δαυιδ πρὸς ουριαν οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου

 < 
11:11 καὶ εἶπεν ουριας πρὸς δαυιδ ἡ κιβωτὸς καὶ ισραηλ καὶ ιουδας κατοικοῦσιν ἐν σκηναῖς καὶ ὁ κύριός μου ιωαβ καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσιν καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου φαγεῖν καὶ πιεῖν καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου πῶς ζῇ ἡ ψυχή σου εἰ ποιήσω τὸ ῥῆμα τοῦτο

11:12 καὶ εἶπεν δαυιδ πρὸς ουριαν κάθισον ἐνταῦθα καί γε σήμερον καὶ αὔριον ἐξαποστελῶ σε καὶ ἐκάθισεν ουριας ἐν ιερουσαλημ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ἐπαύριον

11:13 καὶ ἐκάλεσεν αὐτὸν δαυιδ καὶ ἔφαγεν ἐνώπιον αὐτοῦ καὶ ἔπιεν καὶ ἐμέθυσεν αὐτόν καὶ ἐξῆλθεν ἑσπέρας τοῦ κοιμηθῆναι ἐπὶ τῆς κοίτης αὐτοῦ μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη

11:14 καὶ ἐγένετο πρωὶ καὶ ἔγραψεν δαυιδ βιβλίον πρὸς ιωαβ καὶ ἀπέστειλεν ἐν χειρὶ ουριου

11:15 καὶ ἔγραψεν ἐν τῷ βιβλίῳ λέγων εἰσάγαγε τὸν ουριαν ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ καὶ πληγήσεται καὶ ἀποθανεῖται

 < 
11:16 καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν ιωαβ ἐπὶ τὴν πόλιν καὶ ἔθηκεν τὸν ουριαν εἰς τὸν τόπον οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ

11:17 καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως καὶ ἐπολέμουν μετὰ ιωαβ καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων δαυιδ καὶ ἀπέθανεν καί γε ουριας ὁ χετταῖος

11:18 καὶ ἀπέστειλεν ιωαβ καὶ ἀπήγγειλεν τῷ βασιλεῖ πάντας τοὺς λόγους τοῦ πολέμου

11:19 καὶ ἐνετείλατο τῷ ἀγγέλῳ λέγων ἐν τῷ συντελέσαι σε πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα

11:20 καὶ ἔσται ἐὰν ἀναβῇ ὁ θυμὸς τοῦ βασιλέως καὶ εἴπῃ σοι τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους

 < 
11:21 τίς ἐπάταξεν τὸν αβιμελεχ υἱὸν ιεροβααλ οὐχὶ γυνὴ ἔρριψεν ἐπ' αὐτὸν κλάσμα μύλου ἐπάνωθεν τοῦ τείχους καὶ ἀπέθανεν ἐν θαμασι ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος καὶ ἐρεῖς καί γε ουριας ὁ δοῦλός σου ὁ χετταῖος ἀπέθανεν

11:22 καὶ ἐπορεύθη ὁ ἄγγελος ιωαβ πρὸς τὸν βασιλέα εἰς ιερουσαλημ καὶ παρεγένετο καὶ ἀπήγγειλεν τῷ δαυιδ πάντα ὅσα ἀπήγγειλεν αὐτῷ ιωαβ πάντα τὰ ῥήματα τοῦ πολέμου καὶ ἐθυμώθη δαυιδ πρὸς ιωαβ καὶ εἶπεν πρὸς τὸν ἄγγελον ἵνα τί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους τίς ἐπάταξεν τὸν αβιμελεχ υἱὸν ιεροβααλ οὐχὶ γυνὴ ἔρριψεν ἐπ' αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους καὶ ἀπέθανεν ἐν θαμασι ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος

11:23 καὶ εἶπεν ὁ ἄγγελος πρὸς δαυιδ ὅτι ἐκραταίωσαν ἐφ' ἡμᾶς οἱ ἄνδρες καὶ ἐξῆλθαν ἐφ' ἡμᾶς εἰς τὸν ἀγρόν καὶ ἐγενήθημεν ἐπ' αὐτοὺς ἕως τῆς θύρας τῆς πύλης

11:24 καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωθεν τοῦ τείχους καὶ ἀπέθαναν τῶν παίδων τοῦ βασιλέως καί γε ὁ δοῦλός σου ουριας ὁ χετταῖος ἀπέθανεν

11:25 καὶ εἶπεν δαυιδ πρὸς τὸν ἄγγελον τάδε ἐρεῖς πρὸς ιωαβ μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοῖς σου τὸ ῥῆμα τοῦτο ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται ἡ μάχαιρα κραταίωσον τὸν πόλεμόν σου πρὸς τὴν πόλιν καὶ κατάσπασον αὐτὴν καὶ κραταίωσον αὐτόν

 < 
11:26 καὶ ἤκουσεν ἡ γυνὴ ουριου ὅτι ἀπέθανεν ουριας ὁ ἀνὴρ αὐτῆς καὶ ἐκόψατο τὸν ἄνδρα αὐτῆς

11:27 καὶ διῆλθεν τὸ πένθος καὶ ἀπέστειλεν δαυιδ καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα καὶ ἔτεκεν αὐτῷ υἱόν καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ὃ ἐποίησεν δαυιδ ἐν ὀφθαλμοῖς κυρίου


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 12  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31

12:1 καὶ ἀπέστειλεν κύριος τὸν ναθαν τὸν προφήτην πρὸς δαυιδ καὶ εἰσῆλθεν πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ εἷς πλούσιος καὶ εἷς πένης

12:2 καὶ τῷ πλουσίῳ ἦν ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα

12:3 καὶ τῷ πένητι οὐδὲν ἀλλ' ἢ ἀμνὰς μία μικρά ἣν ἐκτήσατο καὶ περιεποιήσατο καὶ ἐξέθρεψεν αὐτήν καὶ ἡδρύνθη μετ' αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιεν καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινεν καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν καὶ ἦν αὐτῷ ὡς θυγάτηρ

12:4 καὶ ἦλθεν πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ ἐλθόντι πρὸς αὐτὸν καὶ ἔλαβεν τὴν ἀμνάδα τοῦ πένητος καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν

12:5 καὶ ἐθυμώθη ὀργῇ δαυιδ σφόδρα τῷ ἀνδρί καὶ εἶπεν δαυιδ πρὸς ναθαν ζῇ κύριος ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο

 < 
12:6 καὶ τὴν ἀμνάδα ἀποτείσει ἑπταπλασίονα ἀνθ' ὧν ὅτι ἐποίησεν τὸ ῥῆμα τοῦτο καὶ περὶ οὗ οὐκ ἐφείσατο

12:7 καὶ εἶπεν ναθαν πρὸς δαυιδ σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο τάδε λέγει κύριος ὁ θεὸς ισραηλ ἐγώ εἰμι ἔχρισά σε εἰς βασιλέα ἐπὶ ισραηλ καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς σαουλ

12:8 καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου καὶ ἔδωκά σοι τὸν οἶκον ισραηλ καὶ ιουδα καὶ εἰ μικρόν ἐστιν προσθήσω σοι κατὰ ταῦτα

12:9 τί ὅτι ἐφαύλισας τὸν λόγον κυρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ τὸν ουριαν τὸν χετταῖον ἐπάταξας ἐν ῥομφαίᾳ καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομφαίᾳ υἱῶν αμμων

12:10 καὶ νῦν οὐκ ἀποστήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος ἀνθ' ὧν ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναῖκα τοῦ ουριου τοῦ χετταίου τοῦ εἶναί σοι εἰς γυναῖκα

 < 
12:11 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήμψομαι τὰς γυναῖκάς σου κατ' ὀφθαλμούς σου καὶ δώσω τῷ πλησίον σου καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου

12:12 ὅτι σὺ ἐποίησας κρυβῇ κἀγὼ ποιήσω τὸ ῥῆμα τοῦτο ἐναντίον παντὸς ισραηλ καὶ ἀπέναντι τούτου τοῦ ἡλίου

12:13 καὶ εἶπεν δαυιδ τῷ ναθαν ἡμάρτηκα τῷ κυρίῳ καὶ εἶπεν ναθαν πρὸς δαυιδ καὶ κύριος παρεβίβασεν τὸ ἁμάρτημά σου οὐ μὴ ἀποθάνῃς

12:14 πλὴν ὅτι παροξύνων παρώξυνας τοὺς ἐχθροὺς κυρίου ἐν τῷ ῥήματι τούτῳ καί γε ὁ υἱός σου ὁ τεχθείς σοι θανάτῳ ἀποθανεῖται

12:15 καὶ ἀπῆλθεν ναθαν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἔθραυσεν κύριος τὸ παιδίον ὃ ἔτεκεν ἡ γυνὴ ουριου τῷ δαυιδ καὶ ἠρρώστησεν

 < 
12:16 καὶ ἐζήτησεν δαυιδ τὸν θεὸν περὶ τοῦ παιδαρίου καὶ ἐνήστευσεν δαυιδ νηστείαν καὶ εἰσῆλθεν καὶ ηὐλίσθη ἐν σάκκῳ ἐπὶ τῆς γῆς

12:17 καὶ ἀνέστησαν ἐπ' αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ τοῦ ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς καὶ οὐκ ἠθέλησεν καὶ οὐ συνέφαγεν αὐτοῖς ἄρτον

12:18 καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπέθανε τὸ παιδάριον καὶ ἐφοβήθησαν οἱ δοῦλοι δαυιδ ἀναγγεῖλαι αὐτῷ ὅτι τέθνηκεν τὸ παιδάριον ὅτι εἶπαν ἰδοὺ ἐν τῷ ἔτι τὸ παιδάριον ζῆν ἐλαλήσαμεν πρὸς αὐτόν καὶ οὐκ εἰσήκουσεν τῆς φωνῆς ἡμῶν καὶ πῶς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέθνηκεν τὸ παιδάριον καὶ ποιήσει κακά

12:19 καὶ συνῆκεν δαυιδ ὅτι οἱ παῖδες αὐτοῦ ψιθυρίζουσιν καὶ ἐνόησεν δαυιδ ὅτι τέθνηκεν τὸ παιδάριον καὶ εἶπεν δαυιδ πρὸς τοὺς παῖδας αὐτοῦ εἰ τέθνηκεν τὸ παιδάριον καὶ εἶπαν τέθνηκεν

12:20 καὶ ἀνέστη δαυιδ ἐκ τῆς γῆς καὶ ἐλούσατο καὶ ἠλείψατο καὶ ἤλλαξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ᾔτησεν ἄρτον φαγεῖν καὶ παρέθηκαν αὐτῷ ἄρτον καὶ ἔφαγεν

 < 
12:21 καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν τί τὸ ῥῆμα τοῦτο ὃ ἐποίησας ἕνεκα τοῦ παιδαρίου ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις καὶ ἡνίκα ἀπέθανεν τὸ παιδάριον ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέπωκας

12:22 καὶ εἶπεν δαυιδ ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐνήστευσα καὶ ἔκλαυσα ὅτι εἶπα τίς οἶδεν εἰ ἐλεήσει με κύριος καὶ ζήσεται τὸ παιδάριον

12:23 καὶ νῦν τέθνηκεν ἵνα τί τοῦτο ἐγὼ νηστεύω μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸ ἔτι ἐγὼ πορεύσομαι πρὸς αὐτόν καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με

12:24 καὶ παρεκάλεσεν δαυιδ βηρσαβεε τὴν γυναῖκα αὐτοῦ καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ ἐκοιμήθη μετ' αὐτῆς καὶ συνέλαβεν καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ σαλωμων καὶ κύριος ἠγάπησεν αὐτόν

12:25 καὶ ἀπέστειλεν ἐν χειρὶ ναθαν τοῦ προφήτου καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ιδεδι ἕνεκεν κυρίου

 < 
12:26 καὶ ἐπολέμησεν ιωαβ ἐν ραββαθ υἱῶν αμμων καὶ κατέλαβεν τὴν πόλιν τῆς βασιλείας

12:27 καὶ ἀπέστειλεν ιωαβ ἀγγέλους πρὸς δαυιδ καὶ εἶπεν ἐπολέμησα ἐν ραββαθ καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων

12:28 καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ' αὐτήν

12:29 καὶ συνήγαγεν δαυιδ πάντα τὸν λαὸν καὶ ἐπορεύθη εἰς ραββαθ καὶ ἐπολέμησεν ἐν αὐτῇ καὶ κατελάβετο αὐτήν

12:30 καὶ ἔλαβεν τὸν στέφανον μελχολ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ καὶ ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ λίθου τιμίου καὶ ἦν ἐπὶ τῆς κεφαλῆς δαυιδ καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα

 < 
12:31 καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγεν καὶ ἔθηκεν ἐν τῷ πρίονι καὶ ἐν τοῖς τριβόλοις τοῖς σιδηροῖς καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινθείου καὶ οὕτως ἐποίησεν πάσαις ταῖς πόλεσιν υἱῶν αμμων καὶ ἐπέστρεψεν δαυιδ καὶ πᾶς ὁ λαὸς εἰς ιερουσαλημ


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 13  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39

13:1 καὶ ἐγενήθη μετὰ ταῦτα καὶ τῷ αβεσσαλωμ υἱῷ δαυιδ ἀδελφὴ καλὴ τῷ εἴδει σφόδρα καὶ ὄνομα αὐτῇ θημαρ καὶ ἠγάπησεν αὐτὴν αμνων υἱὸς δαυιδ

13:2 καὶ ἐθλίβετο αμνων ὥστε ἀρρωστεῖν διὰ θημαρ τὴν ἀδελφὴν αὐτοῦ ὅτι παρθένος ἦν αὐτή καὶ ὑπέρογκον ἐν ὀφθαλμοῖς αμνων τοῦ ποιῆσαί τι αὐτῇ

13:3 καὶ ἦν τῷ αμνων ἑταῖρος καὶ ὄνομα αὐτῷ ιωναδαβ υἱὸς σαμαα τοῦ ἀδελφοῦ δαυιδ καὶ ιωναδαβ ἀνὴρ σοφὸς σφόδρα

13:4 καὶ εἶπεν αὐτῷ τί σοι ὅτι σὺ οὕτως ἀσθενής υἱὲ τοῦ βασιλέως τὸ πρωὶ πρωί οὐκ ἀπαγγελεῖς μοι καὶ εἶπεν αὐτῷ αμνων θημαρ τὴν ἀδελφὴν αβεσσαλωμ τοῦ ἀδελφοῦ μου ἐγὼ ἀγαπῶ

13:5 καὶ εἶπεν αὐτῷ ιωναδαβ κοιμήθητι ἐπὶ τῆς κοίτης σου καὶ μαλακίσθητι καὶ εἰσελεύσεται ὁ πατήρ σου τοῦ ἰδεῖν σε καὶ ἐρεῖς πρὸς αὐτόν ἐλθέτω δὴ θημαρ ἡ ἀδελφή μου καὶ ψωμισάτω με καὶ ποιησάτω κατ' ὀφθαλμούς μου βρῶμα ὅπως ἴδω καὶ φάγω ἐκ τῶν χειρῶν αὐτῆς

 < 
13:6 καὶ ἐκοιμήθη αμνων καὶ ἠρρώστησεν καὶ εἰσῆλθεν ὁ βασιλεὺς ἰδεῖν αὐτόν καὶ εἶπεν αμνων πρὸς τὸν βασιλέα ἐλθέτω δὴ θημαρ ἡ ἀδελφή μου πρός με καὶ κολλυρισάτω ἐν ὀφθαλμοῖς μου δύο κολλυρίδας καὶ φάγομαι ἐκ τῆς χειρὸς αὐτῆς

13:7 καὶ ἀπέστειλεν δαυιδ πρὸς θημαρ εἰς τὸν οἶκον λέγων πορεύθητι δὴ εἰς τὸν οἶκον αμνων τοῦ ἀδελφοῦ σου καὶ ποίησον αὐτῷ βρῶμα

13:8 καὶ ἐπορεύθη θημαρ εἰς τὸν οἶκον αμνων ἀδελφοῦ αὐτῆς καὶ αὐτὸς κοιμώμενος καὶ ἔλαβεν τὸ σταῖς καὶ ἐφύρασεν καὶ ἐκολλύρισεν κατ' ὀφθαλμοὺς αὐτοῦ καὶ ἥψησεν τὰς κολλυρίδας

13:9 καὶ ἔλαβεν τὸ τήγανον καὶ κατεκένωσεν ἐνώπιον αὐτοῦ καὶ οὐκ ἠθέλησεν φαγεῖν καὶ εἶπεν αμνων ἐξαγάγετε πάντα ἄνδρα ἐπάνωθέν μου καὶ ἐξήγαγον πάντα ἄνδρα ἀπὸ ἐπάνωθεν αὐτοῦ

13:10 καὶ εἶπεν αμνων πρὸς θημαρ εἰσένεγκε τὸ βρῶμα εἰς τὸ ταμίειον καὶ φάγομαι ἐκ τῆς χειρός σου καὶ ἔλαβεν θημαρ τὰς κολλυρίδας ἃς ἐποίησεν καὶ εἰσήνεγκεν τῷ αμνων ἀδελφῷ αὐτῆς εἰς τὸν κοιτῶνα

 < 
13:11 καὶ προσήγαγεν αὐτῷ τοῦ φαγεῖν καὶ ἐπελάβετο αὐτῆς καὶ εἶπεν αὐτῇ δεῦρο κοιμήθητι μετ' ἐμοῦ ἀδελφή μου

13:12 καὶ εἶπεν αὐτῷ μή ἄδελφέ μου μὴ ταπεινώσῃς με διότι οὐ ποιηθήσεται οὕτως ἐν ισραηλ μὴ ποιήσῃς τὴν ἀφροσύνην ταύτην

13:13 καὶ ἐγὼ ποῦ ἀποίσω τὸ ὄνειδός μου καὶ σὺ ἔσῃ ὡς εἷς τῶν ἀφρόνων ἐν ισραηλ καὶ νῦν λάλησον δὴ πρὸς τὸν βασιλέα ὅτι οὐ μὴ κωλύσῃ με ἀπὸ σοῦ

13:14 καὶ οὐκ ἠθέλησεν αμνων τοῦ ἀκοῦσαι τῆς φωνῆς αὐτῆς καὶ ἐκραταίωσεν ὑπὲρ αὐτὴν καὶ ἐταπείνωσεν αὐτὴν καὶ ἐκοιμήθη μετ' αὐτῆς

13:15 καὶ ἐμίσησεν αὐτὴν αμνων μῖσος μέγα σφόδρα ὅτι μέγα τὸ μῖσος ὃ ἐμίσησεν αὐτήν ὑπὲρ τὴν ἀγάπην ἣν ἠγάπησεν αὐτήν καὶ εἶπεν αὐτῇ αμνων ἀνάστηθι καὶ πορεύου

 < 
13:16 καὶ εἶπεν αὐτῷ θημαρ μή ἄδελφε ὅτι μεγάλη ἡ κακία ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην ἣν ἐποίησας μετ' ἐμοῦ τοῦ ἐξαποστεῖλαί με καὶ οὐκ ἠθέλησεν αμνων ἀκοῦσαι τῆς φωνῆς αὐτῆς

13:17 καὶ ἐκάλεσεν τὸ παιδάριον αὐτοῦ τὸν προεστηκότα τοῦ οἴκου αὐτοῦ καὶ εἶπεν αὐτῷ ἐξαποστείλατε δὴ ταύτην ἀπ' ἐμοῦ ἔξω καὶ ἀπόκλεισον τὴν θύραν ὀπίσω αὐτῆς

13:18 καὶ ἐπ' αὐτῆς ἦν χιτὼν καρπωτός ὅτι οὕτως ἐνεδιδύσκοντο αἱ θυγατέρες τοῦ βασιλέως αἱ παρθένοι τοὺς ἐπενδύτας αὐτῶν καὶ ἐξήγαγεν αὐτὴν ὁ λειτουργὸς αὐτοῦ ἔξω καὶ ἀπέκλεισεν τὴν θύραν ὀπίσω αὐτῆς

13:19 καὶ ἔλαβεν θημαρ σποδὸν καὶ ἐπέθηκεν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ τὸν χιτῶνα τὸν καρπωτὸν τὸν ἐπ' αὐτῆς διέρρηξεν καὶ ἐπέθηκεν τὰς χεῖρας αὐτῆς ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐπορεύθη πορευομένη καὶ κράζουσα

13:20 καὶ εἶπεν πρὸς αὐτὴν αβεσσαλωμ ὁ ἀδελφὸς αὐτῆς μὴ αμνων ὁ ἀδελφός σου ἐγένετο μετὰ σοῦ καὶ νῦν ἀδελφή μου κώφευσον ὅτι ἀδελφός σού ἐστιν μὴ θῇς τὴν καρδίαν σου τοῦ λαλῆσαι εἰς τὸ ῥῆμα τοῦτο καὶ ἐκάθισεν θημαρ χηρεύουσα ἐν οἴκῳ αβεσσαλωμ τοῦ ἀδελφοῦ αὐτῆς

 < 
13:21 καὶ ἤκουσεν ὁ βασιλεὺς δαυιδ πάντας τοὺς λόγους τούτους καὶ ἐθυμώθη σφόδρα καὶ οὐκ ἐλύπησεν τὸ πνεῦμα αμνων τοῦ υἱοῦ αὐτοῦ ὅτι ἠγάπα αὐτόν ὅτι πρωτότοκος αὐτοῦ ἦν

13:22 καὶ οὐκ ἐλάλησεν αβεσσαλωμ μετὰ αμνων ἀπὸ πονηροῦ ἕως ἀγαθοῦ ὅτι ἐμίσει αβεσσαλωμ τὸν αμνων ἐπὶ λόγου οὗ ἐταπείνωσεν θημαρ τὴν ἀδελφὴν αὐτοῦ

13:23 καὶ ἐγένετο εἰς διετηρίδα ἡμερῶν καὶ ἦσαν κείροντες τῷ αβεσσαλωμ ἐν βελασωρ τῇ ἐχόμενα εφραιμ καὶ ἐκάλεσεν αβεσσαλωμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως

13:24 καὶ ἦλθεν αβεσσαλωμ πρὸς τὸν βασιλέα καὶ εἶπεν ἰδοὺ δὴ κείρουσιν τῷ δούλῳ σου πορευθήτω δὴ ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ μετὰ τοῦ δούλου σου

13:25 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς αβεσσαλωμ μὴ δή υἱέ μου μὴ πορευθῶμεν πάντες ἡμεῖς καὶ οὐ μὴ καταβαρυνθῶμεν ἐπὶ σέ καὶ ἐβιάσατο αὐτόν καὶ οὐκ ἠθέλησεν τοῦ πορευθῆναι καὶ εὐλόγησεν αὐτόν

 < 
13:26 καὶ εἶπεν αβεσσαλωμ καὶ εἰ μή πορευθήτω δὴ μεθ' ἡμῶν αμνων ὁ ἀδελφός μου καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ἵνα τί πορευθῇ μετὰ σοῦ

13:27 καὶ ἐβιάσατο αὐτὸν αβεσσαλωμ καὶ ἀπέστειλεν μετ' αὐτοῦ τὸν αμνων καὶ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἐποίησεν αβεσσαλωμ πότον κατὰ τὸν πότον τοῦ βασιλέως

13:28 καὶ ἐνετείλατο αβεσσαλωμ τοῖς παιδαρίοις αὐτοῦ λέγων ἴδετε ὡς ἂν ἀγαθυνθῇ ἡ καρδία αμνων ἐν τῷ οἴνῳ καὶ εἴπω πρὸς ὑμᾶς πατάξατε τὸν αμνων καὶ θανατώσατε αὐτόν μὴ φοβηθῆτε ὅτι οὐχὶ ἐγώ εἰμι ἐντέλλομαι ὑμῖν ἀνδρίζεσθε καὶ γίνεσθε εἰς υἱοὺς δυνάμεως

13:29 καὶ ἐποίησαν τὰ παιδάρια αβεσσαλωμ τῷ αμνων καθὰ ἐνετείλατο αὐτοῖς αβεσσαλωμ καὶ ἀνέστησαν πάντες οἱ υἱοὶ τοῦ βασιλέως καὶ ἐπεκάθισαν ἀνὴρ ἐπὶ τὴν ἡμίονον αὐτοῦ καὶ ἔφυγαν

13:30 καὶ ἐγένετο αὐτῶν ὄντων ἐν τῇ ὁδῷ καὶ ἡ ἀκοὴ ἦλθεν πρὸς δαυιδ λέγων ἐπάταξεν αβεσσαλωμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς

 < 
13:31 καὶ ἀνέστη ὁ βασιλεὺς καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐκοιμήθη ἐπὶ τὴν γῆν καὶ πάντες οἱ παῖδες αὐτοῦ οἱ περιεστῶτες αὐτῷ διέρρηξαν τὰ ἱμάτια αὐτῶν

13:32 καὶ ἀπεκρίθη ιωναδαβ υἱὸς σαμαα ἀδελφοῦ δαυιδ καὶ εἶπεν μὴ εἰπάτω ὁ κύριός μου ὁ βασιλεὺς ὅτι πάντα τὰ παιδάρια τοὺς υἱοὺς τοῦ βασιλέως ἐθανάτωσεν ὅτι αμνων μονώτατος ἀπέθανεν ὅτι ἐπὶ στόματος αβεσσαλωμ ἦν κείμενος ἀπὸ τῆς ἡμέρας ἧς ἐταπείνωσεν θημαρ τὴν ἀδελφὴν αὐτοῦ

13:33 καὶ νῦν μὴ θέσθω ὁ κύριός μου ὁ βασιλεὺς ἐπὶ τὴν καρδίαν αὐτοῦ ῥῆμα λέγων πάντες οἱ υἱοὶ τοῦ βασιλέως ἀπέθαναν ὅτι ἀλλ' ἢ αμνων μονώτατος ἀπέθανεν

13:34 καὶ ἀπέδρα αβεσσαλωμ καὶ ἦρεν τὸ παιδάριον ὁ σκοπὸς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν καὶ ἰδοὺ λαὸς πολὺς πορευόμενος ἐν τῇ ὁδῷ ὄπισθεν αὐτοῦ ἐκ πλευρᾶς τοῦ ὄρους ἐν τῇ καταβάσει καὶ παρεγένετο ὁ σκοπὸς καὶ ἀπήγγειλεν τῷ βασιλεῖ καὶ εἶπεν ἄνδρας ἑώρακα ἐκ τῆς ὁδοῦ τῆς ωρωνην ἐκ μέρους τοῦ ὄρους

13:35 καὶ εἶπεν ιωναδαβ πρὸς τὸν βασιλέα ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως πάρεισιν κατὰ τὸν λόγον τοῦ δούλου σου οὕτως ἐγένετο

 < 
13:36 καὶ ἐγένετο ἡνίκα συνετέλεσεν λαλῶν καὶ ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως ἦλθαν καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν καί γε ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ ἔκλαυσαν κλαυθμὸν μέγαν σφόδρα

13:37 καὶ αβεσσαλωμ ἔφυγεν καὶ ἐπορεύθη πρὸς θολμαι υἱὸν εμιουδ βασιλέα γεδσουρ εἰς γῆν μαχαδ καὶ ἐπένθησεν ὁ βασιλεὺς δαυιδ ἐπὶ τὸν υἱὸν αὐτοῦ πάσας τὰς ἡμέρας

13:38 καὶ αβεσσαλωμ ἀπέδρα καὶ ἐπορεύθη εἰς γεδσουρ καὶ ἦν ἐκεῖ ἔτη τρία

13:39 καὶ ἐκόπασεν τὸ πνεῦμα τοῦ βασιλέως τοῦ ἐξελθεῖν ὀπίσω αβεσσαλωμ ὅτι παρεκλήθη ἐπὶ αμνων ὅτι ἀπέθανεν


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 14  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33

14:1 καὶ ἔγνω ιωαβ υἱὸς σαρουιας ὅτι ἡ καρδία τοῦ βασιλέως ἐπὶ αβεσσαλωμ

14:2 καὶ ἀπέστειλεν ιωαβ εἰς θεκωε καὶ ἔλαβεν ἐκεῖθεν γυναῖκα σοφὴν καὶ εἶπεν πρὸς αὐτήν πένθησον δὴ καὶ ἔνδυσαι ἱμάτια πενθικὰ καὶ μὴ ἀλείψῃ ἔλαιον καὶ ἔσῃ ὡς γυνὴ πενθοῦσα ἐπὶ τεθνηκότι τοῦτο ἡμέρας πολλὰς

14:3 καὶ ἐλεύσῃ πρὸς τὸν βασιλέα καὶ λαλήσεις πρὸς αὐτὸν κατὰ τὸ ῥῆμα τοῦτο καὶ ἔθηκεν ιωαβ τοὺς λόγους ἐν τῷ στόματι αὐτῆς

14:4 καὶ εἰσῆλθεν ἡ γυνὴ ἡ θεκωῖτις πρὸς τὸν βασιλέα καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς εἰς τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπεν σῶσον βασιλεῦ σῶσον

14:5 καὶ εἶπεν πρὸς αὐτὴν ὁ βασιλεύς τί ἐστίν σοι ἡ δὲ εἶπεν καὶ μάλα γυνὴ χήρα ἐγώ εἰμι καὶ ἀπέθανεν ὁ ἀνήρ μου

 < 
14:6 καί γε τῇ δούλῃ σου δύο υἱοί καὶ ἐμαχέσαντο ἀμφότεροι ἐν τῷ ἀγρῷ καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἀνὰ μέσον αὐτῶν καὶ ἔπαισεν ὁ εἷς τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτόν

14:7 καὶ ἰδοὺ ἐπανέστη ὅλη ἡ πατριὰ πρὸς τὴν δούλην σου καὶ εἶπαν δὸς τὸν παίσαντα τὸν ἀδελφὸν αὐτοῦ καὶ θανατώσομεν αὐτὸν ἀντὶ τῆς ψυχῆς τοῦ ἀδελφοῦ αὐτοῦ οὗ ἀπέκτεινεν καὶ ἐξαροῦμεν καί γε τὸν κληρονόμον ὑμῶν καὶ σβέσουσιν τὸν ἄνθρακά μου τὸν καταλειφθέντα ὥστε μὴ θέσθαι τῷ ἀνδρί μου κατάλειμμα καὶ ὄνομα ἐπὶ προσώπου τῆς γῆς

14:8 καὶ εἶπεν ὁ βασιλεύς ὑγιαίνουσα βάδιζε εἰς τὸν οἶκόν σου κἀγὼ ἐντελοῦμαι περὶ σοῦ

14:9 καὶ εἶπεν ἡ γυνὴ ἡ θεκωῖτις πρὸς τὸν βασιλέα ἐπ' ἐμέ κύριέ μου βασιλεῦ ἡ ἀνομία καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου καὶ ὁ βασιλεὺς καὶ ὁ θρόνος αὐτοῦ ἀθῷος

14:10 καὶ εἶπεν ὁ βασιλεύς τίς ὁ λαλῶν πρὸς σέ καὶ ἄξεις αὐτὸν πρὸς ἐμέ καὶ οὐ προσθήσει ἔτι ἅψασθαι αὐτοῦ

 < 
14:11 καὶ εἶπεν μνημονευσάτω δὴ ὁ βασιλεὺς τὸν κύριον θεὸν αὐτοῦ πληθυνθῆναι ἀγχιστέα τοῦ αἵματος τοῦ διαφθεῖραι καὶ οὐ μὴ ἐξάρωσιν τὸν υἱόν μου καὶ εἶπεν ζῇ κύριος εἰ πεσεῖται ἀπὸ τῆς τριχὸς τοῦ υἱοῦ σου ἐπὶ τὴν γῆν

14:12 καὶ εἶπεν ἡ γυνή λαλησάτω δὴ ἡ δούλη σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα ῥῆμα καὶ εἶπεν λάλησον

14:13 καὶ εἶπεν ἡ γυνή ἵνα τί ἐλογίσω τοιοῦτο ἐπὶ λαὸν θεοῦ ἦ ἐκ στόματος τοῦ βασιλέως ὁ λόγος οὗτος ὡς πλημμέλεια τοῦ μὴ ἐπιστρέψαι τὸν βασιλέα τὸν ἐξωσμένον αὐτοῦ

14:14 ὅτι θανάτῳ ἀποθανούμεθα καὶ ὥσπερ τὸ ὕδωρ τὸ καταφερόμενον ἐπὶ τῆς γῆς ὃ οὐ συναχθήσεται καὶ λήμψεται ὁ θεὸς ψυχήν καὶ λογιζόμενος τοῦ ἐξῶσαι ἀπ' αὐτοῦ ἐξωσμένον

14:15 καὶ νῦν ὃ ἦλθον λαλῆσαι πρὸς τὸν βασιλέα τὸν κύριόν μου τὸ ῥῆμα τοῦτο ὅτι ὄψεταί με ὁ λαός καὶ ἐρεῖ ἡ δούλη σου λαλησάτω δὴ πρὸς τὸν βασιλέα εἴ πως ποιήσει ὁ βασιλεὺς τὸ ῥῆμα τῆς δούλης αὐτοῦ

 < 
14:16 ὅτι ἀκούσει ὁ βασιλεὺς ῥύσασθαι τὴν δούλην αὐτοῦ ἐκ χειρὸς τοῦ ἀνδρὸς τοῦ ζητοῦντος ἐξᾶραί με καὶ τὸν υἱόν μου ἀπὸ κληρονομίας θεοῦ

14:17 καὶ εἶπεν ἡ γυνή εἴη δὴ ὁ λόγος τοῦ κυρίου μου τοῦ βασιλέως εἰς θυσίαν ὅτι καθὼς ἄγγελος θεοῦ οὕτως ὁ κύριός μου ὁ βασιλεὺς τοῦ ἀκούειν τὸ ἀγαθὸν καὶ τὸ πονηρόν καὶ κύριος ὁ θεός σου ἔσται μετὰ σοῦ

14:18 καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν πρὸς τὴν γυναῖκα μὴ δὴ κρύψῃς ἀπ' ἐμοῦ ῥῆμα ὃ ἐγὼ ἐπερωτῶ σε καὶ εἶπεν ἡ γυνή λαλησάτω δὴ ὁ κύριός μου ὁ βασιλεύς

14:19 καὶ εἶπεν ὁ βασιλεύς μὴ ἡ χεὶρ ιωαβ ἐν παντὶ τούτῳ μετὰ σοῦ καὶ εἶπεν ἡ γυνὴ τῷ βασιλεῖ ζῇ ἡ ψυχή σου κύριέ μου βασιλεῦ εἰ ἔστιν εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ ἐκ πάντων ὧν ἐλάλησεν ὁ κύριός μου ὁ βασιλεύς ὅτι ὁ δοῦλός σου ιωαβ αὐτὸς ἐνετείλατό μοι καὶ αὐτὸς ἔθετο ἐν τῷ στόματι τῆς δούλης σου πάντας τοὺς λόγους τούτους

14:20 ἕνεκεν τοῦ περιελθεῖν τὸ πρόσωπον τοῦ ῥήματος τούτου ἐποίησεν ὁ δοῦλός σου ιωαβ τὸν λόγον τοῦτον καὶ ὁ κύριός μου σοφὸς καθὼς σοφία ἀγγέλου τοῦ θεοῦ τοῦ γνῶναι πάντα τὰ ἐν τῇ γῇ

 < 
14:21 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ιωαβ ἰδοὺ δὴ ἐποίησά σοι κατὰ τὸν λόγον σου τοῦτον πορεύου ἐπίστρεψον τὸ παιδάριον τὸν αβεσσαλωμ

14:22 καὶ ἔπεσεν ιωαβ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν καὶ εὐλόγησεν τὸν βασιλέα καὶ εἶπεν ιωαβ σήμερον ἔγνω ὁ δοῦλός σου ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου κύριέ μου βασιλεῦ ὅτι ἐποίησεν ὁ κύριός μου ὁ βασιλεὺς τὸν λόγον τοῦ δούλου αὐτοῦ

14:23 καὶ ἀνέστη ιωαβ καὶ ἐπορεύθη εἰς γεδσουρ καὶ ἤγαγεν τὸν αβεσσαλωμ εἰς ιερουσαλημ

14:24 καὶ εἶπεν ὁ βασιλεύς ἀποστραφήτω εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπόν μου μὴ βλεπέτω καὶ ἀπέστρεψεν αβεσσαλωμ εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδεν

14:25 καὶ ὡς αβεσσαλωμ οὐκ ἦν ἀνὴρ ἐν παντὶ ισραηλ αἰνετὸς σφόδρα ἀπὸ ἴχνους ποδὸς αὐτοῦ καὶ ἕως κορυφῆς αὐτοῦ οὐκ ἦν ἐν αὐτῷ μῶμος

 < 
14:26 καὶ ἐν τῷ κείρεσθαι αὐτὸν τὴν κεφαλὴν αὐτοῦ καὶ ἐγένετο ἀπ' ἀρχῆς ἡμερῶν εἰς ἡμέρας ὡς ἂν ἐκείρετο ὅτι κατεβαρύνετο ἐπ' αὐτόν καὶ κειρόμενος αὐτὴν ἔστησεν τὴν τρίχα τῆς κεφαλῆς αὐτοῦ διακοσίους σίκλους ἐν τῷ σίκλῳ τῷ βασιλικῷ

14:27 καὶ ἐτέχθησαν τῷ αβεσσαλωμ τρεῖς υἱοὶ καὶ θυγάτηρ μία καὶ ὄνομα αὐτῇ θημαρ αὕτη ἦν γυνὴ καλὴ σφόδρα καὶ γίνεται γυνὴ τῷ ροβοαμ υἱῷ σαλωμων καὶ τίκτει αὐτῷ τὸν αβια

14:28 καὶ ἐκάθισεν αβεσσαλωμ ἐν ιερουσαλημ δύο ἔτη ἡμερῶν καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδεν

14:29 καὶ ἀπέστειλεν αβεσσαλωμ πρὸς ιωαβ τοῦ ἀποστεῖλαι αὐτὸν πρὸς τὸν βασιλέα καὶ οὐκ ἠθέλησεν ἐλθεῖν πρὸς αὐτόν καὶ ἀπέστειλεν ἐκ δευτέρου πρὸς αὐτόν καὶ οὐκ ἠθέλησεν παραγενέσθαι

14:30 καὶ εἶπεν αβεσσαλωμ πρὸς τοὺς παῖδας αὐτοῦ ἴδετε ἡ μερὶς ἐν ἀγρῷ τοῦ ιωαβ ἐχόμενά μου καὶ αὐτῷ κριθαὶ ἐκεῖ πορεύεσθε καὶ ἐμπρήσατε αὐτὴν ἐν πυρί καὶ ἐνέπρησαν αὐτὰς οἱ παῖδες αβεσσαλωμ καὶ παραγίνονται οἱ δοῦλοι ιωαβ πρὸς αὐτὸν διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ εἶπαν ἐνεπύρισαν οἱ δοῦλοι αβεσσαλωμ τὴν μερίδα ἐν πυρί

 < 
14:31 καὶ ἀνέστη ιωαβ καὶ ἦλθεν πρὸς αβεσσαλωμ εἰς τὸν οἶκον καὶ εἶπεν πρὸς αὐτόν ἵνα τί οἱ παῖδές σου ἐνεπύρισαν τὴν μερίδα τὴν ἐμὴν ἐν πυρί

14:32 καὶ εἶπεν αβεσσαλωμ πρὸς ιωαβ ἰδοὺ ἀπέστειλα πρὸς σὲ λέγων ἧκε ὧδε καὶ ἀποστελῶ σε πρὸς τὸν βασιλέα λέγων ἵνα τί ἦλθον ἐκ γεδσουρ ἀγαθόν μοι ἦν τοῦ ἔτι εἶναί με ἐκεῖ καὶ νῦν ἰδοὺ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδον εἰ δέ ἐστιν ἐν ἐμοὶ ἀδικία καὶ θανάτωσόν με

14:33 καὶ εἰσῆλθεν ιωαβ πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλεν αὐτῷ καὶ ἐκάλεσεν τὸν αβεσσαλωμ καὶ εἰσῆλθεν πρὸς τὸν βασιλέα καὶ προσεκύνησεν αὐτῷ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν κατὰ πρόσωπον τοῦ βασιλέως καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν αβεσσαλωμ


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 15  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37

15:1 καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ αβεσσαλωμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ

15:2 καὶ ὤρθρισεν αβεσσαλωμ καὶ ἔστη ἀνὰ χεῖρα τῆς ὁδοῦ τῆς πύλης καὶ ἐγένετο πᾶς ἀνήρ ᾧ ἐγένετο κρίσις ἦλθεν πρὸς τὸν βασιλέα εἰς κρίσιν καὶ ἐβόησεν πρὸς αὐτὸν αβεσσαλωμ καὶ ἔλεγεν αὐτῷ ἐκ ποίας πόλεως σὺ εἶ καὶ εἶπεν ὁ ἀνήρ ἐκ μιᾶς φυλῶν ισραηλ ὁ δοῦλός σου

15:3 καὶ εἶπεν πρὸς αὐτὸν αβεσσαλωμ ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ εὔκολοι καὶ ἀκούων οὐκ ἔστιν σοι παρὰ τοῦ βασιλέως

15:4 καὶ εἶπεν αβεσσαλωμ τίς με καταστήσει κριτὴν ἐν τῇ γῇ καὶ ἐπ' ἐμὲ ἐλεύσεται πᾶς ἀνήρ ᾧ ἐὰν ᾖ ἀντιλογία καὶ κρίσις καὶ δικαιώσω αὐτόν

15:5 καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἐπελαμβάνετο αὐτοῦ καὶ κατεφίλησεν αὐτόν

 < 
15:6 καὶ ἐποίησεν αβεσσαλωμ κατὰ τὸ ῥῆμα τοῦτο παντὶ ισραηλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα καὶ ἰδιοποιεῖτο αβεσσαλωμ τὴν καρδίαν ἀνδρῶν ισραηλ

15:7 καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα ἐτῶν καὶ εἶπεν αβεσσαλωμ πρὸς τὸν πατέρα αὐτοῦ πορεύσομαι δὴ καὶ ἀποτείσω τὰς εὐχάς μου ἃς ηὐξάμην τῷ κυρίῳ ἐν χεβρων

15:8 ὅτι εὐχὴν ηὔξατο ὁ δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν γεδσουρ ἐν συρίᾳ λέγων ἐὰν ἐπιστρέφων ἐπιστρέψῃ με κύριος εἰς ιερουσαλημ καὶ λατρεύσω τῷ κυρίῳ

15:9 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς βάδιζε εἰς εἰρήνην καὶ ἀναστὰς ἐπορεύθη εἰς χεβρων

15:10 καὶ ἀπέστειλεν αβεσσαλωμ κατασκόπους ἐν πάσαις φυλαῖς ισραηλ λέγων ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν φωνὴν τῆς κερατίνης καὶ ἐρεῖτε βεβασίλευκεν βασιλεὺς αβεσσαλωμ ἐν χεβρων

 < 
15:11 καὶ μετὰ αβεσσαλωμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ ιερουσαλημ κλητοὶ καὶ πορευόμενοι τῇ ἁπλότητι αὐτῶν καὶ οὐκ ἔγνωσαν πᾶν ῥῆμα

15:12 καὶ ἀπέστειλεν αβεσσαλωμ καὶ ἐκάλεσεν τὸν αχιτοφελ τὸν γελμωναῖον τὸν σύμβουλον δαυιδ ἐκ τῆς πόλεως αὐτοῦ ἐκ γωλα ἐν τῷ θυσιάζειν αὐτόν καὶ ἐγένετο σύστρεμμα ἰσχυρόν καὶ ὁ λαὸς πορευόμενος καὶ πολὺς μετὰ αβεσσαλωμ

15:13 καὶ παρεγένετο ὁ ἀπαγγέλλων πρὸς δαυιδ λέγων ἐγενήθη ἡ καρδία ἀνδρῶν ισραηλ ὀπίσω αβεσσαλωμ

15:14 καὶ εἶπεν δαυιδ πᾶσιν τοῖς παισὶν αὐτοῦ τοῖς μετ' αὐτοῦ τοῖς ἐν ιερουσαλημ ἀνάστητε καὶ φύγωμεν ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προσώπου αβεσσαλωμ ταχύνατε τοῦ πορευθῆναι ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς καὶ ἐξώσῃ ἐφ' ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν στόματι μαχαίρης

15:15 καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα κατὰ πάντα ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς ἰδοὺ οἱ παῖδές σου

 < 
15:16 καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποσὶν αὐτῶν καὶ ἀφῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον

15:17 καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν

15:18 καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς ὁ χεττι καὶ πᾶς ὁ φελετθι καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί ἑξακόσιοι ἄνδρες καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ καὶ πᾶς ὁ χερεθθι καὶ πᾶς ὁ φελεθθι καὶ πάντες οἱ γεθθαῖοι ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν ἐκ γεθ πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως

15:19 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς εθθι τὸν γεθθαῖον ἵνα τί πορεύῃ καὶ σὺ μεθ' ἡμῶν ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου

15:20 εἰ ἐχθὲς παραγέγονας καὶ σήμερον κινήσω σε μεθ' ἡμῶν καί γε μεταναστήσεις τὸν τόπον σου ἐχθὲς ἡ ἐξέλευσίς σου καὶ σήμερον μετακινήσω σε μεθ' ἡμῶν τοῦ πορευθῆναι καὶ ἐγὼ πορεύσομαι οὗ ἂν ἐγὼ πορευθῶ ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ καὶ κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν

 < 
15:21 καὶ ἀπεκρίθη εθθι τῷ βασιλεῖ καὶ εἶπεν ζῇ κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς ὅτι εἰς τὸν τόπον οὗ ἐὰν ᾖ ὁ κύριός μου καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου

15:22 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς εθθι δεῦρο καὶ διάβαινε μετ' ἐμοῦ καὶ παρῆλθεν εθθι ὁ γεθθαῖος καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ' αὐτοῦ

15:23 καὶ πᾶσα ἡ γῆ ἔκλαιεν φωνῇ μεγάλῃ καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ κεδρων καὶ ὁ βασιλεὺς διέβη τὸν χειμάρρουν κεδρων καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον

15:24 καὶ ἰδοὺ καί γε σαδωκ καὶ πάντες οἱ λευῖται μετ' αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου ἀπὸ βαιθαρ καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ θεοῦ καὶ ἀνέβη αβιαθαρ ἕως ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως

15:25 καὶ εἶπεν ὁ βασιλεὺς τῷ σαδωκ ἀπόστρεψον τὴν κιβωτὸν τοῦ θεοῦ εἰς τὴν πόλιν ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς κυρίου καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτὴν καὶ τὴν εὐπρέπειαν αὐτῆς

 < 
15:26 καὶ ἐὰν εἴπῃ οὕτως οὐκ ἠθέληκα ἐν σοί ἰδοὺ ἐγώ εἰμι ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ

15:27 καὶ εἶπεν ὁ βασιλεὺς τῷ σαδωκ τῷ ἱερεῖ ἴδετε σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ καὶ αχιμαας ὁ υἱός σου καὶ ιωναθαν ὁ υἱὸς αβιαθαρ οἱ δύο υἱοὶ ὑμῶν μεθ' ὑμῶν

15:28 ἴδετε ἐγώ εἰμι στρατεύομαι ἐν αραβωθ τῆς ἐρήμου ἕως τοῦ ἐλθεῖν ῥῆμα παρ' ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι

15:29 καὶ ἀπέστρεψεν σαδωκ καὶ αβιαθαρ τὴν κιβωτὸν εἰς ιερουσαλημ καὶ ἐκάθισεν ἐκεῖ

15:30 καὶ δαυιδ ἀνέβαινεν ἐν τῇ ἀναβάσει τῶν ἐλαιῶν ἀναβαίνων καὶ κλαίων καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος καὶ αὐτὸς ἐπορεύετο ἀνυπόδετος καὶ πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ ἐπεκάλυψεν ἀνὴρ τὴν κεφαλὴν αὐτοῦ καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες

 < 
15:31 καὶ ἀνηγγέλη δαυιδ λέγοντες καὶ αχιτοφελ ἐν τοῖς συστρεφομένοις μετὰ αβεσσαλωμ καὶ εἶπεν δαυιδ διασκέδασον δὴ τὴν βουλὴν αχιτοφελ κύριε ὁ θεός μου

15:32 καὶ ἦν δαυιδ ἐρχόμενος ἕως τοῦ ροως οὗ προσεκύνησεν ἐκεῖ τῷ θεῷ καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ χουσι ὁ αρχι ἑταῖρος δαυιδ διερρηχὼς τὸν χιτῶνα αὐτοῦ καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ

15:33 καὶ εἶπεν αὐτῷ δαυιδ ἐὰν μὲν διαβῇς μετ' ἐμοῦ καὶ ἔσῃ ἐπ' ἐμὲ εἴς βάσταγμα

15:34 καὶ ἐὰν εἰς τὴν πόλιν ἐπιστρέψῃς καὶ ἐρεῖς τῷ αβεσσαλωμ διεληλύθασιν οἱ ἀδελφοί σου καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου καὶ νῦν παῖς σού εἰμι βασιλεῦ ἔασόν με ζῆσαι παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως καὶ νῦν ἐγὼ δοῦλος σός καὶ διασκεδάσεις μοι τὴν βουλὴν αχιτοφελ

15:35 καὶ ἰδοὺ μετὰ σοῦ ἐκεῖ σαδωκ καὶ αβιαθαρ οἱ ἱερεῖς καὶ ἔσται πᾶν ῥῆμα ὃ ἐὰν ἀκούσῃς ἐξ οἴκου τοῦ βασιλέως καὶ ἀναγγελεῖς τῷ σαδωκ καὶ τῷ αβιαθαρ τοῖς ἱερεῦσιν

 < 
15:36 ἰδοὺ ἐκεῖ μετ' αὐτῶν δύο υἱοὶ αὐτῶν αχιμαας υἱὸς τῷ σαδωκ καὶ ιωναθαν υἱὸς τῷ αβιαθαρ καὶ ἀποστελεῖτε ἐν χειρὶ αὐτῶν πρός με πᾶν ῥῆμα ὃ ἐὰν ἀκούσητε

15:37 καὶ εἰσῆλθεν χουσι ὁ ἑταῖρος δαυιδ εἰς τὴν πόλιν καὶ αβεσσαλωμ εἰσεπορεύετο εἰς ιερουσαλημ


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 16  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23

16:1 καὶ δαυιδ παρῆλθεν βραχύ τι ἀπὸ τῆς ροως καὶ ἰδοὺ σιβα τὸ παιδάριον μεμφιβοσθε εἰς ἀπαντὴν αὐτοῦ καὶ ζεῦγος ὄνων ἐπισεσαγμένων καὶ ἐπ' αὐτοῖς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταφίδες καὶ ἑκατὸν φοίνικες καὶ νεβελ οἴνου

16:2 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς σιβα τί ταῦτά σοι καὶ εἶπεν σιβα τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ

16:3 καὶ εἶπεν ὁ βασιλεύς καὶ ποῦ ὁ υἱὸς τοῦ κυρίου σου καὶ εἶπεν σιβα πρὸς τὸν βασιλέα ἰδοὺ κάθηται ἐν ιερουσαλημ ὅτι εἶπεν σήμερον ἐπιστρέψουσίν μοι ὁ οἶκος ισραηλ τὴν βασιλείαν τοῦ πατρός μου

16:4 καὶ εἶπεν ὁ βασιλεὺς τῷ σιβα ιδοὺ σοὶ πάντα ὅσα ἐστὶν τῷ μεμφιβοσθε καὶ εἶπεν σιβα προσκυνήσας εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου κύριέ μου βασιλεῦ

16:5 καὶ ἦλθεν ὁ βασιλεὺς δαυιδ ἕως βαουριμ καὶ ἰδοὺ ἐκεῖθεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου σαουλ καὶ ὄνομα αὐτῷ σεμεϊ υἱὸς γηρα ἐξῆλθεν ἐκπορευόμενος καὶ καταρώμενος

 < 
16:6 καὶ λιθάζων ἐν λίθοις τὸν δαυιδ καὶ πάντας τοὺς παῖδας τοῦ βασιλέως δαυιδ καὶ πᾶς ὁ λαὸς ἦν καὶ πάντες οἱ δυνατοὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ βασιλέως

16:7 καὶ οὕτως ἔλεγεν σεμεϊ ἐν τῷ καταρᾶσθαι αὐτόν ἔξελθε ἔξελθε ἀνὴρ αἱμάτων καὶ ἀνὴρ ὁ παράνομος

16:8 ἐπέστρεψεν ἐπὶ σὲ κύριος πάντα τὰ αἵματα τοῦ οἴκου σαουλ ὅτι ἐβασίλευσας ἀντ' αὐτοῦ καὶ ἔδωκεν κύριος τὴν βασιλείαν ἐν χειρὶ αβεσσαλωμ τοῦ υἱοῦ σου καὶ ἰδοὺ σὺ ἐν τῇ κακίᾳ σου ὅτι ἀνὴρ αἱμάτων σύ

16:9 καὶ εἶπεν αβεσσα υἱὸς σαρουιας πρὸς τὸν βασιλέα ἵνα τί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ

16:10 καὶ εἶπεν ὁ βασιλεύς τί ἐμοὶ καὶ ὑμῖν υἱοὶ σαρουιας ἄφετε αὐτὸν καὶ οὕτως καταράσθω ὅτι κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν δαυιδ καὶ τίς ἐρεῖ ὡς τί ἐποίησας οὕτως

 < 
16:11 καὶ εἶπεν δαυιδ πρὸς αβεσσα καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ ιεμινι ἄφετε αὐτὸν καταρᾶσθαι ὅτι εἶπεν αὐτῷ κύριος

16:12 εἴ πως ἴδοι κύριος ἐν τῇ ταπεινώσει μου καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ

16:13 καὶ ἐπορεύθη δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ καὶ σεμεϊ ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοῒ πάσσων

16:14 καὶ ἦλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς αὐτοῦ ἐκλελυμένοι καὶ ἀνέψυξαν ἐκεῖ

16:15 καὶ αβεσσαλωμ καὶ πᾶς ἀνὴρ ισραηλ εἰσῆλθον εἰς ιερουσαλημ καὶ αχιτοφελ μετ' αὐτοῦ

 < 
16:16 καὶ ἐγενήθη ἡνίκα ἦλθεν χουσι ὁ αρχι ἑταῖρος δαυιδ πρὸς αβεσσαλωμ καὶ εἶπεν χουσι πρὸς αβεσσαλωμ ζήτω ὁ βασιλεύς

16:17 καὶ εἶπεν αβεσσαλωμ πρὸς χουσι τοῦτο τὸ ἔλεός σου μετὰ τοῦ ἑταίρου σου ἵνα τί οὐκ ἀπῆλθες μετὰ τοῦ ἑταίρου σου

16:18 καὶ εἶπεν χουσι πρὸς αβεσσαλωμ οὐχί ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο κύριος καὶ ὁ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ ισραηλ αὐτῷ ἔσομαι καὶ μετ' αὐτοῦ καθήσομαι

16:19 καὶ τὸ δεύτερον τίνι ἐγὼ δουλεύσω οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου οὕτως ἔσομαι ἐνώπιόν σου

16:20 καὶ εἶπεν αβεσσαλωμ πρὸς αχιτοφελ φέρετε ἑαυτοῖς βουλὴν τί ποιήσωμεν

 < 
16:21 καὶ εἶπεν αχιτοφελ πρὸς αβεσσαλωμ εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου ἃς κατέλιπεν φυλάσσειν τὸν οἶκον αὐτοῦ καὶ ἀκούσεται πᾶς ισραηλ ὅτι κατῄσχυνας τὸν πατέρα σου καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ

16:22 καὶ ἔπηξαν τὴν σκηνὴν τῷ αβεσσαλωμ ἐπὶ τὸ δῶμα καὶ εἰσῆλθεν αβεσσαλωμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατ' ὀφθαλμοὺς παντὸς ισραηλ

16:23 καὶ ἡ βουλὴ αχιτοφελ ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις ὃν τρόπον ἐπερωτήσῃ ἐν λόγῳ τοῦ θεοῦ οὕτως πᾶσα ἡ βουλὴ τοῦ αχιτοφελ καί γε τῷ δαυιδ καί γε τῷ αβεσσαλωμ


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 17  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29

17:1 καὶ εἶπεν αχιτοφελ πρὸς αβεσσαλωμ ἐπιλέξω δὴ ἐμαυτῷ δώδεκα χιλιάδας ἀνδρῶν καὶ ἀναστήσομαι καὶ καταδιώξω ὀπίσω δαυιδ τὴν νύκτα

17:2 καὶ ἐπελεύσομαι ἐπ' αὐτόν καὶ αὐτὸς κοπιῶν καὶ ἐκλελυμένος χερσίν καὶ ἐκστήσω αὐτόν καὶ φεύξεται πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ καὶ πατάξω τὸν βασιλέα μονώτατον

17:3 καὶ ἐπιστρέψω πάντα τὸν λαὸν πρὸς σέ ὃν τρόπον ἐπιστρέφει ἡ νύμφη πρὸς τὸν ἄνδρα αὐτῆς πλὴν ψυχὴν ἑνὸς ἀνδρὸς σὺ ζητεῖς καὶ παντὶ τῷ λαῷ ἔσται εἰρήνη

17:4 καὶ εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς αβεσσαλωμ καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν πρεσβυτέρων ισραηλ

17:5 καὶ εἶπεν αβεσσαλωμ καλέσατε δὴ καί γε τὸν χουσι τὸν αραχι καὶ ἀκούσωμεν τί ἐν τῷ στόματι αὐτοῦ καί γε αὐτοῦ

 < 
17:6 καὶ εἰσῆλθεν χουσι πρὸς αβεσσαλωμ καὶ εἶπεν αβεσσαλωμ πρὸς αὐτὸν λέγων κατὰ τὸ ῥῆμα τοῦτο ἐλάλησεν αχιτοφελ εἰ ποιήσομεν κατὰ τὸν λόγον αὐτοῦ εἰ δὲ μή σὺ λάλησον

17:7 καὶ εἶπεν χουσι πρὸς αβεσσαλωμ οὐκ ἀγαθὴ αὕτη ἡ βουλή ἣν ἐβουλεύσατο αχιτοφελ τὸ ἅπαξ τοῦτο

17:8 καὶ εἶπεν χουσι σὺ οἶδας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτοῦ ὅτι δυνατοί εἰσιν σφόδρα καὶ κατάπικροι τῇ ψυχῇ αὐτῶν ὡς ἄρκος ἠτεκνωμένη ἐν ἀγρῷ καὶ ὡς ὗς τραχεῖα ἐν τῷ πεδίῳ καὶ ὁ πατήρ σου ἀνὴρ πολεμιστὴς καὶ οὐ μὴ καταλύσῃ τὸν λαόν

17:9 ἰδοὺ γὰρ αὐτὸς νῦν κέκρυπται ἐν ἑνὶ τῶν βουνῶν ἢ ἐν ἑνὶ τῶν τόπων καὶ ἔσται ἐν τῷ ἐπιπεσεῖν αὐτοῖς ἐν ἀρχῇ καὶ ἀκούσῃ ὁ ἀκούων καὶ εἴπῃ ἐγενήθη θραῦσις ἐν τῷ λαῷ τῷ ὀπίσω αβεσσαλωμ

17:10 καί γε αὐτὸς υἱὸς δυνάμεως οὗ ἡ καρδία καθὼς ἡ καρδία τοῦ λέοντος τηκομένη τακήσεται ὅτι οἶδεν πᾶς ισραηλ ὅτι δυνατὸς ὁ πατήρ σου καὶ υἱοὶ δυνάμεως οἱ μετ' αὐτοῦ

 < 
17:11 ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα καὶ συναγόμενος συναχθήσεται ἐπὶ σὲ πᾶς ισραηλ ἀπὸ δαν καὶ ἕως βηρσαβεε ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος καὶ τὸ πρόσωπόν σου πορευόμενον ἐν μέσῳ αὐτῶν

17:12 καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τῶν τόπων οὗ ἐὰν εὕρωμεν αὐτὸν ἐκεῖ καὶ παρεμβαλοῦμεν ἐπ' αὐτόν ὡς πίπτει ἡ δρόσος ἐπὶ τὴν γῆν καὶ οὐχ ὑπολειψόμεθα ἐν αὐτῷ καὶ τοῖς ἀνδράσιν τοῖς μετ' αὐτοῦ καί γε ἕνα

17:13 καὶ ἐὰν εἰς πόλιν συναχθῇ καὶ λήμψεται πᾶς ισραηλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάρρουν ὅπως μὴ καταλειφθῇ ἐκεῖ μηδὲ λίθος

17:14 καὶ εἶπεν αβεσσαλωμ καὶ πᾶς ἀνὴρ ισραηλ ἀγαθὴ ἡ βουλὴ χουσι τοῦ αραχι ὑπὲρ τὴν βουλὴν αχιτοφελ καὶ κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν αχιτοφελ τὴν ἀγαθήν ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ αβεσσαλωμ τὰ κακὰ πάντα

17:15 καὶ εἶπεν χουσι ὁ τοῦ αραχι πρὸς σαδωκ καὶ αβιαθαρ τοὺς ἱερεῖς οὕτως καὶ οὕτως συνεβούλευσεν αχιτοφελ τῷ αβεσσαλωμ καὶ τοῖς πρεσβυτέροις ισραηλ καὶ οὕτως καὶ οὕτως συνεβούλευσα ἐγώ

 < 
17:16 καὶ νῦν ἀποστείλατε ταχὺ καὶ ἀναγγείλατε τῷ δαυιδ λέγοντες μὴ αὐλισθῇς τὴν νύκτα ἐν αραβωθ τῆς ἐρήμου καί γε διαβαίνων σπεῦσον μήποτε καταπίῃ τὸν βασιλέα καὶ πάντα τὸν λαὸν τὸν μετ' αὐτοῦ

17:17 καὶ ιωναθαν καὶ αχιμαας εἱστήκεισαν ἐν τῇ πηγῇ ρωγηλ καὶ ἐπορεύθη ἡ παιδίσκη καὶ ἀνήγγειλεν αὐτοῖς καὶ αὐτοὶ πορεύονται καὶ ἀναγγέλλουσιν τῷ βασιλεῖ δαυιδ ὅτι οὐκ ἐδύναντο ὀφθῆναι τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν

17:18 καὶ εἶδεν αὐτοὺς παιδάριον καὶ ἀπήγγειλεν τῷ αβεσσαλωμ καὶ ἐπορεύθησαν οἱ δύο ταχέως καὶ εἰσῆλθαν εἰς οἰκίαν ἀνδρὸς ἐν βαουριμ καὶ αὐτῷ λάκκος ἐν τῇ αὐλῇ καὶ κατέβησαν ἐκεῖ

17:19 καὶ ἔλαβεν ἡ γυνὴ καὶ διεπέτασεν τὸ ἐπικάλυμμα ἐπὶ πρόσωπον τοῦ λάκκου καὶ ἔψυξεν ἐπ' αὐτῷ αραφωθ καὶ οὐκ ἐγνώσθη ῥῆμα

17:20 καὶ ἦλθαν οἱ παῖδες αβεσσαλωμ πρὸς τὴν γυναῖκα εἰς τὴν οἰκίαν καὶ εἶπαν ποῦ αχιμαας καὶ ιωναθαν καὶ εἶπεν αὐτοῖς ἡ γυνή παρῆλθαν μικρὸν τοῦ ὕδατος καὶ ἐζήτησαν καὶ οὐχ εὗραν καὶ ἀνέστρεψαν εἰς ιερουσαλημ

 < 
17:21 ἐγένετο δὲ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς καὶ ἀνέβησαν ἐκ τοῦ λάκκου καὶ ἐπορεύθησαν καὶ ἀνήγγειλαν τῷ βασιλεῖ δαυιδ καὶ εἶπαν πρὸς δαυιδ ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμῶν αχιτοφελ

17:22 καὶ ἀνέστη δαυιδ καὶ πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ καὶ διέβησαν τὸν ιορδάνην ἕως τοῦ φωτὸς τοῦ πρωί ἕως ἑνὸς οὐκ ἔλαθεν ὃς οὐ διῆλθεν τὸν ιορδάνην

17:23 καὶ αχιτοφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ καὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ καὶ ἀνέστη καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ καὶ ἐνετείλατο τῷ οἴκῳ αὐτοῦ καὶ ἀπήγξατο καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ

17:24 καὶ δαυιδ διῆλθεν εἰς μαναϊμ καὶ αβεσσαλωμ διέβη τὸν ιορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ ισραηλ μετ' αὐτοῦ

17:25 καὶ τὸν αμεσσαϊ κατέστησεν αβεσσαλωμ ἀντὶ ιωαβ ἐπὶ τῆς δυνάμεως καὶ αμεσσαϊ υἱὸς ἀνδρὸς καὶ ὄνομα αὐτῷ ιοθορ ὁ ισραηλίτης οὗτος εἰσῆλθεν πρὸς αβιγαιαν θυγατέρα ναας ἀδελφὴν σαρουιας μητρὸς ιωαβ

 < 
17:26 καὶ παρενέβαλεν πᾶς ισραηλ καὶ αβεσσαλωμ εἰς τὴν γῆν γαλααδ

17:27 καὶ ἐγένετο ἡνίκα ἦλθεν δαυιδ εἰς μαναϊμ ουεσβι υἱὸς ναας ἐκ ραββαθ υἱῶν αμμων καὶ μαχιρ υἱὸς αμιηλ ἐκ λωδαβαρ καὶ βερζελλι ὁ γαλααδίτης ἐκ ρωγελλιμ

17:28 ἤνεγκαν δέκα κοίτας καὶ ἀμφιτάπους καὶ λέβητας δέκα καὶ σκεύη κεράμου καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ ἄλφιτον καὶ κύαμον καὶ φακὸν

17:29 καὶ μέλι καὶ βούτυρον καὶ πρόβατα καὶ σαφφωθ βοῶν καὶ προσήνεγκαν τῷ δαυιδ καὶ τῷ λαῷ τῷ μετ' αὐτοῦ φαγεῖν ὅτι εἶπαν ὁ λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρήμῳ


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 18  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32

18:1 καὶ ἐπεσκέψατο δαυιδ τὸν λαὸν τὸν μετ' αὐτοῦ καὶ κατέστησεν ἐπ' αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους

18:2 καὶ ἀπέστειλεν δαυιδ τὸν λαόν τὸ τρίτον ἐν χειρὶ ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ αβεσσα υἱοῦ σαρουιας ἀδελφοῦ ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ εθθι τοῦ γεθθαίου καὶ εἶπεν δαυιδ πρὸς τὸν λαόν ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθ' ὑμῶν

18:3 καὶ εἶπαν οὐκ ἐξελεύσῃ ὅτι ἐὰν φυγῇ φύγωμεν οὐ θήσουσιν ἐφ' ἡμᾶς καρδίαν καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν οὐ θήσουσιν ἐφ' ἡμᾶς καρδίαν ὅτι σὺ ὡς ἡμεῖς δέκα χιλιάδες καὶ νῦν ἀγαθὸν ὅτι ἔσῃ ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βοηθεῖν

18:4 καὶ εἶπεν πρὸς αὐτοὺς ὁ βασιλεύς ὃ ἐὰν ἀρέσῃ ἐν ὀφθαλμοῖς ὑμῶν ποιήσω καὶ ἔστη ὁ βασιλεὺς ἀνὰ χεῖρα τῆς πύλης καὶ πᾶς ὁ λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας

18:5 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ ιωαβ καὶ τῷ αβεσσα καὶ τῷ εθθι λέγων φείσασθέ μοι τοῦ παιδαρίου τοῦ αβεσσαλωμ καὶ πᾶς ὁ λαὸς ἤκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσιν τοῖς ἄρχουσιν ὑπὲρ αβεσσαλωμ

 < 
18:6 καὶ ἐξῆλθεν πᾶς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξ ἐναντίας ισραηλ καὶ ἐγένετο ὁ πόλεμος ἐν τῷ δρυμῷ εφραιμ

18:7 καὶ ἔπταισεν ἐκεῖ ὁ λαὸς ισραηλ ἐνώπιον τῶν παίδων δαυιδ καὶ ἐγένετο ἡ θραῦσις μεγάλη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι χιλιάδες ἀνδρῶν

18:8 καὶ ἐγένετο ἐκεῖ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ ἐπλεόνασεν ὁ δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ οὓς κατέφαγεν ἐν τῷ λαῷ ἡ μάχαιρα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ

18:9 καὶ συνήντησεν αβεσσαλωμ ἐνώπιον τῶν παίδων δαυιδ καὶ αβεσσαλωμ ἐπιβεβηκὼς ἐπὶ τοῦ ἡμιόνου αὐτοῦ καὶ εἰσῆλθεν ὁ ἡμίονος ὑπὸ τὸ δάσος τῆς δρυὸς τῆς μεγάλης καὶ ἐκρεμάσθη ἡ κεφαλὴ αὐτοῦ ἐν τῇ δρυί καὶ ἐκρεμάσθη ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἀνὰ μέσον τῆς γῆς καὶ ὁ ἡμίονος ὑποκάτω αὐτοῦ παρῆλθεν

18:10 καὶ εἶδεν ἀνὴρ εἷς καὶ ἀνήγγειλεν ιωαβ καὶ εἶπεν ἰδοὺ ἑώρακα τὸν αβεσσαλωμ κρεμάμενον ἐν τῇ δρυί

 < 
18:11 καὶ εἶπεν ιωαβ τῷ ἀνδρὶ τῷ ἀπαγγέλλοντι καὶ ἰδοὺ ἑόρακας τί ὅτι οὐκ ἐπάταξας αὐτὸν εἰς τὴν γῆν καὶ ἐγὼ ἂν δεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν

18:12 εἶπεν δὲ ὁ ἀνὴρ πρὸς ιωαβ καὶ ἐγώ εἰμι ἵστημι ἐπὶ τὰς χεῖράς μου χιλίους σίκλους ἀργυρίου οὐ μὴ ἐπιβάλω χεῖρά μου ἐπὶ τὸν υἱὸν τοῦ βασιλέως ὅτι ἐν τοῖς ὠσὶν ἡμῶν ἐνετείλατο ὁ βασιλεὺς σοὶ καὶ αβεσσα καὶ τῷ εθθι λέγων φυλάξατέ μοι τὸ παιδάριον τὸν αβεσσαλωμ

18:13 μὴ ποιῆσαι ἐν τῇ ψυχῇ αὐτοῦ ἄδικον καὶ πᾶς ὁ λόγος οὐ λήσεται ἀπὸ τοῦ βασιλέως καὶ σὺ στήσῃ ἐξ ἐναντίας

18:14 καὶ εἶπεν ιωαβ τοῦτο ἐγὼ ἄρξομαι οὐχ οὕτως μενῶ ἐνώπιόν σου καὶ ἔλαβεν ιωαβ τρία βέλη ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὰ ἐν τῇ καρδίᾳ αβεσσαλωμ ἔτι αὐτοῦ ζῶντος ἐν τῇ καρδίᾳ τῆς δρυὸς

18:15 καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη ιωαβ καὶ ἐπάταξαν τὸν αβεσσαλωμ καὶ ἐθανάτωσαν αὐτόν

 < 
18:16 καὶ ἐσάλπισεν ιωαβ ἐν κερατίνῃ καὶ ἀπέστρεψεν ὁ λαὸς τοῦ μὴ διώκειν ὀπίσω ισραηλ ὅτι ἐφείδετο ιωαβ τοῦ λαοῦ

18:17 καὶ ἔλαβεν τὸν αβεσσαλωμ καὶ ἔρριψεν αὐτὸν εἰς χάσμα μέγα ἐν τῷ δρυμῷ εἰς τὸν βόθυνον τὸν μέγαν καὶ ἐστήλωσεν ἐπ' αὐτὸν σωρὸν λίθων μέγαν σφόδρα καὶ πᾶς ισραηλ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ

18:18 καὶ αβεσσαλωμ ἔτι ζῶν καὶ ἔστησεν ἑαυτῷ τὴν στήλην ἐν ᾗ ἐλήμφθη καὶ ἐστήλωσεν αὐτὴν λαβεῖν τὴν στήλην τὴν ἐν τῇ κοιλάδι τοῦ βασιλέως ὅτι εἶπεν οὐκ ἔστιν αὐτῷ υἱὸς ἕνεκεν τοῦ ἀναμνῆσαι τὸ ὄνομα αὐτοῦ καὶ ἐκάλεσεν τὴν στήλην χεὶρ αβεσσαλωμ ἕως τῆς ἡμέρας ταύτης

18:19 καὶ αχιμαας υἱὸς σαδωκ εἶπεν δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ ὅτι ἔκρινεν αὐτῷ κύριος ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ

18:20 καὶ εἶπεν αὐτῷ ιωαβ οὐκ ἀνὴρ εὐαγγελίας σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ εὐαγγελιῇ ἐν ἡμέρᾳ ἄλλῃ ἐν δὲ τῇ ἡμέρᾳ ταύτῃ οὐκ εὐαγγελιῇ οὗ εἵνεκεν ὁ υἱὸς τοῦ βασιλέως ἀπέθανεν

 < 
18:21 καὶ εἶπεν ιωαβ τῷ χουσι βαδίσας ἀνάγγειλον τῷ βασιλεῖ ὅσα εἶδες καὶ προσεκύνησεν χουσι τῷ ιωαβ καὶ ἐξῆλθεν

18:22 καὶ προσέθετο ἔτι αχιμαας υἱὸς σαδωκ καὶ εἶπεν πρὸς ιωαβ καὶ ἔστω ὅτι δράμω καί γε ἐγὼ ὀπίσω τοῦ χουσι καὶ εἶπεν ιωαβ ἵνα τί τοῦτο τρέχεις υἱέ μου δεῦρο οὐκ ἔστιν σοι εὐαγγελία εἰς ὠφέλειαν πορευομένῳ

18:23 καὶ εἶπεν τί γὰρ ἐὰν δραμοῦμαι καὶ εἶπεν αὐτῷ ιωαβ δράμε καὶ ἔδραμεν αχιμαας ὁδὸν τὴν τοῦ κεχαρ καὶ ὑπερέβη τὸν χουσι

18:24 καὶ δαυιδ ἐκάθητο ἀνὰ μέσον τῶν δύο πυλῶν καὶ ἐπορεύθη ὁ σκοπὸς εἰς τὸ δῶμα τῆς πύλης πρὸς τὸ τεῖχος καὶ ἐπῆρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτοῦ

18:25 καὶ ἀνεβόησεν ὁ σκοπὸς καὶ ἀπήγγειλεν τῷ βασιλεῖ καὶ εἶπεν ὁ βασιλεύς εἰ μόνος ἐστίν εὐαγγελία ἐν τῷ στόματι αὐτοῦ καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων

 < 
18:26 καὶ εἶδεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τῇ πύλῃ καὶ εἶπεν ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος καὶ εἶπεν ὁ βασιλεύς καί γε οὗτος εὐαγγελιζόμενος

18:27 καὶ εἶπεν ὁ σκοπός ἐγὼ ὁρῶ τὸν δρόμον τοῦ πρώτου ὡς δρόμον αχιμαας υἱοῦ σαδωκ καὶ εἶπεν ὁ βασιλεύς ἀνὴρ ἀγαθὸς οὗτος καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται

18:28 καὶ ἐβόησεν αχιμαας καὶ εἶπεν πρὸς τὸν βασιλέα εἰρήνη καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ εἶπεν εὐλογητὸς κύριος ὁ θεός σου ὃς ἀπέκλεισεν τοὺς ἄνδρας τοὺς μισοῦντας τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ

18:29 καὶ εἶπεν ὁ βασιλεύς εἰρήνη τῷ παιδαρίῳ τῷ αβεσσαλωμ καὶ εἶπεν αχιμαας εἶδον τὸ πλῆθος τὸ μέγα τοῦ ἀποστεῖλαι τὸν δοῦλον τοῦ βασιλέως ιωαβ καὶ τὸν δοῦλόν σου καὶ οὐκ ἔγνων τί ἐκεῖ

18:30 καὶ εἶπεν ὁ βασιλεύς ἐπίστρεψον στηλώθητι ὧδε καὶ ἐπεστράφη καὶ ἔστη

 < 
18:31 καὶ ἰδοὺ ὁ χουσι παρεγένετο καὶ εἶπεν τῷ βασιλεῖ εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεύς ὅτι ἔκρινέν σοι κύριος σήμερον ἐκ χειρὸς πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ

18:32 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν χουσι εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ αβεσσαλωμ καὶ εἶπεν ὁ χουσι γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχθροὶ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ πάντες ὅσοι ἐπανέστησαν ἐπ' αὐτὸν εἰς κακά


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 19  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44

19:1 καὶ ἐταράχθη ὁ βασιλεὺς καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης καὶ ἔκλαυσεν καὶ οὕτως εἶπεν ἐν τῷ πορεύεσθαι αὐτόν υἱέ μου αβεσσαλωμ υἱέ μου υἱέ μου αβεσσαλωμ τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ ἐγὼ ἀντὶ σοῦ αβεσσαλωμ υἱέ μου υἱέ μου

19:2 καὶ ἀνηγγέλη τῷ ιωαβ λέγοντες ἰδοὺ ὁ βασιλεὺς κλαίει καὶ πενθεῖ ἐπὶ αβεσσαλωμ

19:3 καὶ ἐγένετο ἡ σωτηρία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς πένθος παντὶ τῷ λαῷ ὅτι ἤκουσεν ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων ὅτι λυπεῖται ὁ βασιλεὺς ἐπὶ τῷ υἱῷ αὐτοῦ

19:4 καὶ διεκλέπτετο ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν καθὼς διακλέπτεται ὁ λαὸς οἱ αἰσχυνόμενοι ἐν τῷ αὐτοὺς φεύγειν ἐν τῷ πολέμῳ

19:5 καὶ ὁ βασιλεὺς ἔκρυψεν τὸ πρόσωπον αὐτοῦ καὶ ἔκραξεν ὁ βασιλεὺς φωνῇ μεγάλῃ λέγων υἱέ μου αβεσσαλωμ αβεσσαλωμ υἱέ μου

 < 
19:6 καὶ εἰσῆλθεν ιωαβ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον καὶ εἶπεν κατῄσχυνας σήμερον τὸ πρόσωπον πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σε σήμερον καὶ τὴν ψυχὴν τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου καὶ τὴν ψυχὴν τῶν γυναικῶν σου καὶ τῶν παλλακῶν σου

19:7 τοῦ ἀγαπᾶν τοὺς μισοῦντάς σε καὶ μισεῖν τοὺς ἀγαπῶντάς σε καὶ ἀνήγγειλας σήμερον ὅτι οὔκ εἰσιν οἱ ἄρχοντές σου οὐδὲ παῖδες ὅτι ἔγνωκα σήμερον ὅτι εἰ αβεσσαλωμ ἔζη πάντες ἡμεῖς σήμερον νεκροί ὅτι τότε τὸ εὐθὲς ἦν ἐν ὀφθαλμοῖς σου

19:8 καὶ νῦν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου ὅτι ἐν κυρίῳ ὤμοσα ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον εἰ αὐλισθήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην καὶ ἐπίγνωθι σεαυτῷ καὶ κακόν σοι τοῦτο ὑπὲρ πᾶν τὸ κακὸν τὸ ἐπελθόν σοι ἐκ νεότητός σου ἕως τοῦ νῦν

19:9 καὶ ἀνέστη ὁ βασιλεὺς καὶ ἐκάθισεν ἐν τῇ πύλῃ καὶ πᾶς ὁ λαὸς ἀνήγγειλαν λέγοντες ἰδοὺ ὁ βασιλεὺς κάθηται ἐν τῇ πύλῃ καὶ εἰσῆλθεν πᾶς ὁ λαὸς κατὰ πρόσωπον τοῦ βασιλέως καὶ ισραηλ ἔφυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ

19:10 καὶ ἦν πᾶς ὁ λαὸς κρινόμενος ἐν πάσαις φυλαῖς ισραηλ λέγοντες ὁ βασιλεὺς δαυιδ ἐρρύσατο ἡμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ἡμῶν καὶ αὐτὸς ἐξείλατο ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων καὶ νῦν πέφευγεν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ ἀπὸ αβεσσαλωμ

 < 
19:11 καὶ αβεσσαλωμ ὃν ἐχρίσαμεν ἐφ' ἡμῶν ἀπέθανεν ἐν τῷ πολέμῳ καὶ νῦν ἵνα τί ὑμεῖς κωφεύετε τοῦ ἐπιστρέψαι τὸν βασιλέα καὶ τὸ ῥῆμα παντὸς ισραηλ ἦλθεν πρὸς τὸν βασιλέα

19:12 καὶ ὁ βασιλεὺς δαυιδ ἀπέστειλεν πρὸς σαδωκ καὶ πρὸς αβιαθαρ τοὺς ἱερεῖς λέγων λαλήσατε πρὸς τοὺς πρεσβυτέρους ιουδα λέγοντες ἵνα τί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ καὶ λόγος παντὸς ισραηλ ἦλθεν πρὸς τὸν βασιλέα

19:13 ἀδελφοί μου ὑμεῖς ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς καὶ ἵνα τί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ

19:14 καὶ τῷ αμεσσαϊ ἐρεῖτε οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ καὶ νῦν τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ ιωαβ

19:15 καὶ ἔκλινεν τὴν καρδίαν παντὸς ἀνδρὸς ιουδα ὡς ἀνδρὸς ἑνός καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες ἐπιστράφητι σὺ καὶ πάντες οἱ δοῦλοί σου

 < 
19:16 καὶ ἐπέστρεψεν ὁ βασιλεὺς καὶ ἦλθεν ἕως τοῦ ιορδάνου καὶ ἄνδρες ιουδα ἦλθαν εἰς γαλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν ιορδάνην

19:17 καὶ ἐτάχυνεν σεμεϊ υἱὸς γηρα υἱοῦ τοῦ ιεμενι ἐκ βαουριμ καὶ κατέβη μετὰ ἀνδρὸς ιουδα εἰς ἀπαντὴν τοῦ βασιλέως δαυιδ

19:18 καὶ χίλιοι ἄνδρες μετ' αὐτοῦ ἐκ τοῦ βενιαμιν καὶ σιβα τὸ παιδάριον τοῦ οἴκου σαουλ καὶ δέκα πέντε υἱοὶ αὐτοῦ μετ' αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ' αὐτοῦ καὶ κατεύθυναν τὸν ιορδάνην ἔμπροσθεν τοῦ βασιλέως

19:19 καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα καὶ διέβη ἡ διάβασις ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ καὶ σεμεϊ υἱὸς γηρα ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως διαβαίνοντος αὐτοῦ τὸν ιορδάνην

19:20 καὶ εἶπεν πρὸς τὸν βασιλέα μὴ διαλογισάσθω ὁ κύριός μου ἀνομίαν καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ ᾗ ὁ κύριός μου ὁ βασιλεὺς ἐξεπορεύετο ἐξ ιερουσαλημ τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ

 < 
19:21 ὅτι ἔγνω ὁ δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς οἴκου ιωσηφ τοῦ καταβῆναι εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως

19:22 καὶ ἀπεκρίθη αβεσσα υἱὸς σαρουιας καὶ εἶπεν μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται σεμεϊ ὅτι κατηράσατο τὸν χριστὸν κυρίου

19:23 καὶ εἶπεν δαυιδ τί ἐμοὶ καὶ ὑμῖν υἱοὶ σαρουιας ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ ισραηλ ὅτι οὐκ οἶδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν ισραηλ

19:24 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς σεμεϊ οὐ μὴ ἀποθάνῃς καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς

19:25 καὶ μεμφιβοσθε υἱὸς ιωναθαν υἱοῦ σαουλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως καὶ οὐκ ἐθεράπευσεν τοὺς πόδας αὐτοῦ οὐδὲ ὠνυχίσατο οὐδὲ ἐποίησεν τὸν μύστακα αὐτοῦ καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἔπλυνεν ἀπὸ τῆς ἡμέρας ἧς ἀπῆλθεν ὁ βασιλεύς ἕως τῆς ἡμέρας ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ

 < 
19:26 καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς ιερουσαλημ εἰς ἀπάντησιν τοῦ βασιλέως καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς τί ὅτι οὐκ ἐπορεύθης μετ' ἐμοῦ μεμφιβοσθε

19:27 καὶ εἶπεν πρὸς αὐτὸν μεμφιβοσθε κύριέ μου βασιλεῦ ὁ δοῦλός μου παρελογίσατό με ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ' αὐτὴν καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως ὅτι χωλὸς ὁ δοῦλός σου

19:28 καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος τοῦ θεοῦ καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου

19:29 ὅτι οὐκ ἦν πᾶς ὁ οἶκος τοῦ πατρός μου ἀλλ' ἢ ὅτι ἄνδρες θανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ καὶ ἔθηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσθίουσιν τὴν τράπεζάν σου καὶ τί ἐστίν μοι ἔτι δικαίωμα καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα

19:30 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ἵνα τί λαλεῖς ἔτι τοὺς λόγους σου εἶπον σὺ καὶ σιβα διελεῖσθε τὸν ἀγρόν

 < 
19:31 καὶ εἶπεν μεμφιβοσθε πρὸς τὸν βασιλέα καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ

19:32 καὶ βερζελλι ὁ γαλααδίτης κατέβη ἐκ ρωγελλιμ καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν ιορδάνην ἐκπέμψαι αὐτὸν τὸν ιορδάνην

19:33 καὶ βερζελλι ἀνὴρ πρεσβύτερος σφόδρα υἱὸς ὀγδοήκοντα ἐτῶν καὶ αὐτὸς διέθρεψεν τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν μαναϊμ ὅτι ἀνὴρ μέγας ἐστὶν σφόδρα

19:34 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς βερζελλι σὺ διαβήσῃ μετ' ἐμοῦ καὶ διαθρέψω τὸ γῆράς σου μετ' ἐμοῦ ἐν ιερουσαλημ

19:35 καὶ εἶπεν βερζελλι πρὸς τὸν βασιλέα πόσαι ἡμέραι ἐτῶν ζωῆς μου ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς ιερουσαλημ

 < 
19:36 υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον μὴ γνώσομαι ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ ἢ γεύσεται ὁ δοῦλός σου ἔτι ὃ φάγομαι ἢ πίομαι ἢ ἀκούσομαι ἔτι φωνὴν ἀ|δόντων καὶ ἀ|δουσῶν ἵνα τί ἔσται ἔτι ὁ δοῦλός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα

19:37 ὡς βραχὺ διαβήσεται ὁ δοῦλός σου τὸν ιορδάνην μετὰ τοῦ βασιλέως καὶ ἵνα τί ἀνταποδίδωσίν μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην

19:38 καθισάτω δὴ ὁ δοῦλός σου καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τοῦ πατρός μου καὶ τῆς μητρός μου καὶ ἰδοὺ ὁ δοῦλός σου χαμααμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου

19:39 καὶ εἶπεν ὁ βασιλεύς μετ' ἐμοῦ διαβήτω χαμααμ κἀγὼ ποιήσω αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου καὶ πάντα ὅσα ἐκλέξῃ ἐπ' ἐμοί ποιήσω σοι

19:40 καὶ διέβη πᾶς ὁ λαὸς τὸν ιορδάνην καὶ ὁ βασιλεὺς διέβη καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν βερζελλι καὶ εὐλόγησεν αὐτόν καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ

 < 
19:41 καὶ διέβη ὁ βασιλεὺς εἰς γαλγαλα καὶ χαμααμ διέβη μετ' αὐτοῦ καὶ πᾶς ὁ λαὸς ιουδα διαβαίνοντες μετὰ τοῦ βασιλέως καί γε τὸ ἥμισυ τοῦ λαοῦ ισραηλ

19:42 καὶ ἰδοὺ πᾶς ἀνὴρ ισραηλ παρεγένοντο πρὸς τὸν βασιλέα καὶ εἶπον πρὸς τὸν βασιλέα τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμῶν ἀνὴρ ιουδα καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν ιορδάνην καὶ πάντες ἄνδρες δαυιδ μετ' αὐτοῦ

19:43 καὶ ἀπεκρίθη πᾶς ἀνὴρ ιουδα πρὸς ἄνδρα ισραηλ καὶ εἶπαν διότι ἐγγίζει πρός με ὁ βασιλεύς καὶ ἵνα τί οὕτως ἐθυμώθης περὶ τοῦ λόγου τούτου μὴ βρώσει ἐφάγαμεν ἐκ τοῦ βασιλέως ἢ δόμα ἔδωκεν ἢ ἄρσιν ἦρεν ἡμῖν

19:44 καὶ ἀπεκρίθη ἀνὴρ ισραηλ τῷ ἀνδρὶ ιουδα καὶ εἶπεν δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ καὶ πρωτότοκος ἐγὼ ἢ σύ καί γε ἐν τῷ δαυιδ εἰμὶ ὑπὲρ σέ καὶ ἵνα τί τοῦτο ὕβρισάς με καὶ οὐκ ἐλογίσθη ὁ λόγος μου πρῶτός μοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα ἐμοί καὶ ἐσκληρύνθη ὁ λόγος ἀνδρὸς ιουδα ὑπὲρ τὸν λόγον ἀνδρὸς ισραηλ


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 20  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26

20:1 καὶ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος καὶ ὄνομα αὐτῷ σαβεε υἱὸς βοχορι ἀνὴρ ὁ ιεμενι καὶ ἐσάλπισεν ἐν τῇ κερατίνῃ καὶ εἶπεν οὐκ ἔστιν ἡμῖν μερὶς ἐν δαυιδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ ιεσσαι ἀνὴρ εἰς τὰ σκηνώματά σου ισραηλ

20:2 καὶ ἀνέβη πᾶς ἀνὴρ ισραηλ ἀπὸ ὄπισθεν δαυιδ ὀπίσω σαβεε υἱοῦ βοχορι καὶ ἀνὴρ ιουδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ ιορδάνου καὶ ἕως ιερουσαλημ

20:3 καὶ εἰσῆλθεν δαυιδ εἰς τὸν οἶκον αὐτοῦ εἰς ιερουσαλημ καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ ἃς ἀφῆκεν φυλάσσειν τὸν οἶκον καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθεν καὶ ἦσαν συνεχόμεναι ἕως ἡμέρας θανάτου αὐτῶν χῆραι ζῶσαι

20:4 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς αμεσσαϊ βόησόν μοι τὸν ἄνδρα ιουδα τρεῖς ἡμέρας σὺ δὲ αὐτοῦ στῆθι

20:5 καὶ ἐπορεύθη αμεσσαϊ τοῦ βοῆσαι τὸν ιουδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ οὗ ἐτάξατο αὐτῷ δαυιδ

 < 
20:6 καὶ εἶπεν δαυιδ πρὸς αβεσσα νῦν κακοποιήσει ἡμᾶς σαβεε υἱὸς βοχορι ὑπὲρ αβεσσαλωμ καὶ νῦν σὺ λαβὲ μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν

20:7 καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες ιωαβ καὶ ὁ χερεθθι καὶ ὁ φελεθθι καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθαν ἐξ ιερουσαλημ διῶξαι ὀπίσω σαβεε υἱοῦ βοχορι

20:8 καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν γαβαων καὶ αμεσσαϊ εἰσῆλθεν ἔμπροσθεν αὐτῶν καὶ ιωαβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ καὶ ἐπ' αὐτῷ περιεζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς καὶ ἡ μάχαιρα ἐξῆλθεν καὶ ἔπεσεν

20:9 καὶ εἶπεν ιωαβ τῷ αμεσσαϊ εἰ ὑγιαίνεις σύ ἀδελφέ καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ ιωαβ τοῦ πώγωνος αμεσσαϊ τοῦ καταφιλῆσαι αὐτόν

20:10 καὶ αμεσσαϊ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ ιωαβ καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ ιωαβ εἰς τὴν ψόαν καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ καὶ ἀπέθανεν καὶ ιωαβ καὶ αβεσσα ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω σαβεε υἱοῦ βοχορι

 < 
20:11 καὶ ἀνὴρ ἔστη ἐπ' αὐτὸν τῶν παιδαρίων ιωαβ καὶ εἶπεν τίς ὁ βουλόμενος ιωαβ καὶ τίς τοῦ δαυιδ ὀπίσω ιωαβ

20:12 καὶ αμεσσαϊ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου καὶ εἶδεν ὁ ἀνὴρ ὅτι εἱστήκει πᾶς ὁ λαός καὶ ἀπέστρεψεν τὸν αμεσσαϊ ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ' αὐτὸν ἱμάτιον καθότι εἶδεν πάντα τὸν ἐρχόμενον ἐπ' αὐτὸν ἑστηκότα

20:13 ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου παρῆλθεν πᾶς ἀνὴρ ισραηλ ὀπίσω ιωαβ τοῦ διῶξαι ὀπίσω σαβεε υἱοῦ βοχορι

20:14 καὶ διῆλθεν ἐν πάσαις φυλαῖς ισραηλ εἰς αβελ καὶ εἰς βαιθμαχα καὶ πάντες ἐν χαρρι καὶ ἐξεκκλησιάσθησαν καὶ ἦλθον κατόπισθεν αὐτοῦ

20:15 καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ' αὐτὸν τὴν αβελ καὶ τὴν βαιθμαχα καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν καὶ ἔστη ἐν τῷ προτειχίσματι καὶ πᾶς ὁ λαὸς ὁ μετὰ ιωαβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος

 < 
20:16 καὶ ἐβόησεν γυνὴ σοφὴ ἐκ τοῦ τείχους καὶ εἶπεν ἀκούσατε ἀκούσατε εἴπατε δὴ πρὸς ιωαβ ἔγγισον ἕως ὧδε καὶ λαλήσω πρὸς αὐτόν

20:17 καὶ προσήγγισεν πρὸς αὐτήν καὶ εἶπεν ἡ γυνή εἰ σὺ εἶ ιωαβ ὁ δὲ εἶπεν ἐγώ εἶπεν δὲ αὐτῷ ἄκουσον τοὺς λόγους τῆς δούλης σου καὶ εἶπεν ιωαβ ἀκούω ἐγώ εἰμι

20:18 καὶ εἶπεν λέγουσα λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες ἠρωτημένος ἠρωτήθη ἐν τῇ αβελ καὶ ἐν δαν εἰ ἐξέλιπον ἃ ἔθεντο οἱ πιστοὶ τοῦ ισραηλ ἐρωτῶντες ἐπερωτήσουσιν ἐν αβελ καὶ οὕτως εἰ ἐξέλιπον

20:19 ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων ισραηλ σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν ισραηλ ἵνα τί καταποντίζεις κληρονομίαν κυρίου

20:20 καὶ ἀπεκρίθη ιωαβ καὶ εἶπεν ἵλεώς μοι ἵλεώς μοι εἰ καταποντιῶ καὶ εἰ διαφθερῶ

 < 
20:21 οὐχ οὗτος ὁ λόγος ὅτι ἀνὴρ ἐξ ὄρους εφραιμ σαβεε υἱὸς βοχορι ὄνομα αὐτοῦ καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα δαυιδ δότε αὐτόν μοι μόνον καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως καὶ εἶπεν ἡ γυνὴ πρὸς ιωαβ ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ῥιφήσεται πρὸς σὲ διὰ τοῦ τείχους

20:22 καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησεν πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς καὶ ἀφεῖλεν τὴν κεφαλὴν σαβεε υἱοῦ βοχορι καὶ ἔβαλεν πρὸς ιωαβ καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ καὶ ιωαβ ἀπέστρεψεν εἰς ιερουσαλημ πρὸς τὸν βασιλέα

20:23 καὶ ιωαβ πρὸς πάσῃ τῇ δυνάμει ισραηλ καὶ βαναιας υἱὸς ιωδαε ἐπὶ τοῦ χερεθθι καὶ ἐπὶ τοῦ φελεθθι

20:24 καὶ αδωνιραμ ἐπὶ τοῦ φόρου καὶ ιωσαφατ υἱὸς αχιλουθ ἀναμιμνῄσκων

20:25 καὶ σουσα γραμματεύς καὶ σαδωκ καὶ αβιαθαρ ἱερεῖς

 < 
20:26 καί γε ιρας ὁ ιαριν ἦν ἱερεὺς τοῦ δαυιδ


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 21  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22

21:1 καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις δαυιδ τρία ἔτη ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ καὶ ἐζήτησεν δαυιδ τὸ πρόσωπον τοῦ κυρίου καὶ εἶπεν κύριος ἐπὶ σαουλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία διὰ τὸ αὐτὸν θανάτῳ αἱμάτων περὶ οὗ ἐθανάτωσεν τοὺς γαβαωνίτας

21:2 καὶ ἐκάλεσεν ὁ βασιλεὺς δαυιδ τοὺς γαβαωνίτας καὶ εἶπεν πρὸς αὐτούς καὶ οἱ γαβαωνῖται οὐχ υἱοὶ ισραηλ εἰσίν ὅτι ἀλλ' ἢ ἐκ τοῦ λείμματος τοῦ αμορραίου καὶ οἱ υἱοὶ ισραηλ ὤμοσαν αὐτοῖς καὶ ἐζήτησεν σαουλ πατάξαι αὐτοὺς ἐν τῷ ζηλῶσαι αὐτὸν τοὺς υἱοὺς ισραηλ καὶ ιουδα

21:3 καὶ εἶπεν δαυιδ πρὸς τοὺς γαβαωνίτας τί ποιήσω ὑμῖν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσετε τὴν κληρονομίαν κυρίου

21:4 καὶ εἶπαν αὐτῷ οἱ γαβαωνῖται οὐκ ἔστιν ἡμῖν ἀργύριον καὶ χρυσίον μετὰ σαουλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ καὶ οὐκ ἔστιν ἡμῖν ἀνὴρ θανατῶσαι ἐν ισραηλ καὶ εἶπεν τί ὑμεῖς λέγετε καὶ ποιήσω ὑμῖν

21:5 καὶ εἶπαν πρὸς τὸν βασιλέα ὁ ἀνὴρ συνετέλεσεν ἐφ' ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς ὃς παρελογίσατο ἐξολεθρεῦσαι ἡμᾶς ἀφανίσωμεν αὐτὸν τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ ισραηλ

 < 
21:6 δότω ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ καὶ ἐξηλιάσωμεν αὐτοὺς τῷ κυρίῳ ἐν γαβαων σαουλ ἐκλεκτοὺς κυρίου καὶ εἶπεν ὁ βασιλεύς ἐγὼ δώσω

21:7 καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ μεμφιβοσθε υἱὸν ιωναθαν υἱοῦ σαουλ διὰ τὸν ὅρκον κυρίου τὸν ἀνὰ μέσον αὐτῶν ἀνὰ μέσον δαυιδ καὶ ἀνὰ μέσον ιωναθαν υἱοῦ σαουλ

21:8 καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς ρεσφα θυγατρὸς αια οὓς ἔτεκεν τῷ σαουλ τὸν ερμωνι καὶ τὸν μεμφιβοσθε καὶ τοὺς πέντε υἱοὺς μιχολ θυγατρὸς σαουλ οὓς ἔτεκεν τῷ εσριηλ υἱῷ βερζελλι τῷ μοουλαθι

21:9 καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν γαβαωνιτῶν καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι κυρίου καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν πρώτοις ἐν ἀρχῇ θερισμοῦ κριθῶν

21:10 καὶ ἔλαβεν ρεσφα θυγάτηρ αια τὸν σάκκον καὶ ἔπηξεν αὑτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν ἕως ἔσταξεν ἐπ' αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ καὶ οὐκ ἔδωκεν τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπ' αὐτοὺς ἡμέρας καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός

 < 
21:11 καὶ ἀπηγγέλη τῷ δαυιδ ὅσα ἐποίησεν ρεσφα θυγάτηρ αια παλλακὴ σαουλ καὶ ἐξελύθησαν καὶ κατέλαβεν αὐτοὺς δαν υἱὸς ιωα ἐκ τῶν ἀπογόνων τῶν γιγάντων

21:12 καὶ ἐπορεύθη δαυιδ καὶ ἔλαβεν τὰ ὀστᾶ σαουλ καὶ τὰ ὀστᾶ ιωναθαν τοῦ υἱοῦ αὐτοῦ παρὰ τῶν ἀνδρῶν υἱῶν ιαβις γαλααδ οἳ ἔκλεψαν αὐτοὺς ἐκ τῆς πλατείας βαιθσαν ὅτι ἔστησαν αὐτοὺς ἐκεῖ οἱ ἀλλόφυλοι ἐν ἡμέρᾳ ᾗ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν σαουλ ἐν γελβουε

21:13 καὶ ἀνήνεγκεν ἐκεῖθεν τὰ ὀστᾶ σαουλ καὶ τὰ ὀστᾶ ιωναθαν τοῦ υἱοῦ αὐτοῦ καὶ συνήγαγεν τὰ ὀστᾶ τῶν ἐξηλιασμένων

21:14 καὶ ἔθαψαν τὰ ὀστᾶ σαουλ καὶ τὰ ὀστᾶ ιωναθαν τοῦ υἱοῦ αὐτοῦ καὶ τῶν ἡλιασθέντων ἐν γῇ βενιαμιν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ κις τοῦ πατρὸς αὐτοῦ καὶ ἐποίησαν πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς καὶ ἐπήκουσεν ὁ θεὸς τῇ γῇ μετὰ ταῦτα

21:15 καὶ ἐγενήθη ἔτι πόλεμος τοῖς ἀλλοφύλοις μετὰ ισραηλ καὶ κατέβη δαυιδ καὶ οἱ παῖδες αὐτοῦ μετ' αὐτοῦ καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοφύλων καὶ ἐξελύθη δαυιδ

 < 
21:16 καὶ ιεσβι ὃς ἦν ἐν τοῖς ἐκγόνοις τοῦ ραφα καὶ ὁ σταθμὸς τοῦ δόρατος αὐτοῦ τριακοσίων σίκλων ὁλκὴ χαλκοῦ καὶ αὐτὸς περιεζωσμένος κορύνην καὶ διενοεῖτο πατάξαι τὸν δαυιδ

21:17 καὶ ἐβοήθησεν αὐτῷ αβεσσα υἱὸς σαρουιας καὶ ἐπάταξεν τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν τότε ὤμοσαν οἱ ἄνδρες δαυιδ λέγοντες οὐκ ἐξελεύσῃ ἔτι μεθ' ἡμῶν εἰς πόλεμον καὶ οὐ μὴ σβέσῃς τὸν λύχνον ισραηλ

21:18 καὶ ἐγενήθη μετὰ ταῦτα ἔτι πόλεμος ἐν γεθ μετὰ τῶν ἀλλοφύλων τότε ἐπάταξεν σεβοχα ὁ αστατωθι τὸν σεφ τὸν ἐν τοῖς ἐκγόνοις τοῦ ραφα

21:19 καὶ ἐγένετο ὁ πόλεμος ἐν γοβ μετὰ τῶν ἀλλοφύλων καὶ ἐπάταξεν ελεαναν υἱὸς αριωργιμ ὁ βαιθλεεμίτης τὸν γολιαθ τὸν γεθθαῖον καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων

21:20 καὶ ἐγένετο ἔτι πόλεμος ἐν γεθ καὶ ἦν ἀνὴρ μαδων καὶ οἱ δάκτυλοι τῶν χειρῶν αὐτοῦ καὶ οἱ δάκτυλοι τῶν ποδῶν αὐτοῦ ἓξ καὶ ἕξ εἴκοσι τέσσαρες ἀριθμῷ καί γε αὐτὸς ἐτέχθη τῷ ραφα

 < 
21:21 καὶ ὠνείδισεν τὸν ισραηλ καὶ ἐπάταξεν αὐτὸν ιωναθαν υἱὸς σεμεϊ ἀδελφοῦ δαυιδ

21:22 οἱ τέσσαρες οὗτοι ἐτέχθησαν ἀπόγονοι τῶν γιγάντων ἐν γεθ τῷ ραφα οἶκος καὶ ἔπεσαν ἐν χειρὶ δαυιδ καὶ ἐν χειρὶ τῶν δούλων αὐτοῦ


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 22  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51

22:1 καὶ ἐλάλησεν δαυιδ τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ᾗ ἡμέρᾳ ἐξείλατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς σαουλ

22:2 καὶ εἶπεν κύριε πέτρα μου καὶ ὀχύρωμά μου καὶ ἐξαιρούμενός με ἐμοί

22:3 ὁ θεός μου φύλαξ ἔσται μου πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου ἀντιλήμπτωρ μου καὶ καταφυγή μου σωτηρίας μου ἐξ ἀδίκου σώσεις με

22:4 αἰνετὸν ἐπικαλέσομαι κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι

22:5 ὅτι περιέσχον με συντριμμοὶ θανάτου χείμαρροι ἀνομίας ἐθάμβησάν με

 < 
22:6 ὠδῖνες θανάτου ἐκύκλωσάν με προέφθασάν με σκληρότητες θανάτου

22:7 ἐν τῷ θλίβεσθαί με ἐπικαλέσομαι κύριον καὶ πρὸς τὸν θεόν μου βοήσομαι καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ φωνῆς μου καὶ ἡ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ

22:8 καὶ ἐταράχθη καὶ ἐσείσθη ἡ γῆ καὶ τὰ θεμέλια τοῦ οὐρανοῦ συνεταράχθησαν καὶ ἐσπαράχθησαν ὅτι ἐθυμώθη κύριος αὐτοῖς

22:9 ἀνέβη καπνὸς ἐν τῇ ὀργῇ αὐτοῦ καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται ἄνθρακες ἐξεκαύθησαν ἀπ' αὐτοῦ

22:10 καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ

 < 
22:11 καὶ ἐπεκάθισεν ἐπὶ χερουβιν καὶ ἐπετάσθη καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου

22:12 καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ σκότος ὑδάτων ἐπάχυνεν ἐν νεφέλαις ἀέρος

22:13 ἀπὸ τοῦ φέγγους ἐναντίον αὐτοῦ ἐξεκαύθησαν ἄνθρακες πυρός

22:14 ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ

22:15 καὶ ἀπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτούς ἀστραπὴν καὶ ἐξέστησεν αὐτούς

 < 
22:16 καὶ ὤφθησαν ἀφέσεις θαλάσσης καὶ ἀπεκαλύφθη θεμέλια τῆς οἰκουμένης ἐν τῇ ἐπιτιμήσει κυρίου ἀπὸ πνοῆς πνεύματος θυμοῦ αὐτοῦ

22:17 ἀπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με εἵλκυσέν με ἐξ ὑδάτων πολλῶν

22:18 ἐρρύσατό με ἐξ ἐχθρῶν μου ἰσχύος ἐκ τῶν μισούντων με ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ

22:19 προέφθασάν με ἐν ἡμέρᾳ θλίψεώς μου καὶ ἐγένετο κύριος ἐπιστήριγμά μου

22:20 καὶ ἐξήγαγέν με εἰς πλατυσμὸν καὶ ἐξείλατό με ὅτι εὐδόκησεν ἐν ἐμοί

 < 
22:21 καὶ ἀνταπέδωκέν μοι κύριος κατὰ τὴν δικαιοσύνην μου κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταπέδωκέν μοι

22:22 ὅτι ἐφύλαξα ὁδοὺς κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου

22:23 ὅτι πάντα τὰ κρίματα αὐτοῦ κατεναντίον μου καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστην ἀπ' αὐτῶν

22:24 καὶ ἔσομαι ἄμωμος αὐτῷ καὶ προφυλάξομαι ἀπὸ τῆς ἀνομίας μου

22:25 καὶ ἀποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ

 < 
22:26 μετὰ ὁσίου ὁσιωθήσῃ καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήσῃ

22:27 καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ στρεβλωθήσῃ

22:28 καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις

22:29 ὅτι σὺ ὁ λύχνος μου κύριε καὶ κύριος ἐκλάμψει μοι τὸ σκότος μου

22:30 ὅτι ἐν σοὶ δραμοῦμαι μονόζωνος καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι τεῖχος

 < 
22:31 ὁ ἰσχυρός ἄμωμος ἡ ὁδὸς αὐτοῦ τὸ ῥῆμα κυρίου κραταιόν πεπυρωμένον ὑπερασπιστής ἐστιν πᾶσιν τοῖς πεποιθόσιν ἐπ' αὐτῷ

22:32 τίς ἰσχυρὸς πλὴν κυρίου καὶ τίς κτίστης ἔσται πλὴν τοῦ θεοῦ ἡμῶν

22:33 ὁ ἰσχυρὸς ὁ κραταιῶν με δυνάμει καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου

22:34 τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με

22:35 διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου

 < 
22:36 καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου καὶ ἡ ὑπακοή σου ἐπλήθυνέν με

22:37 εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου

22:38 διώξω ἐχθρούς μου καὶ ἀφανιῶ αὐτοὺς καὶ οὐκ ἀναστρέψω ἕως συντελέσω αὐτούς

22:39 καὶ θλάσω αὐτούς καὶ οὐκ ἀναστήσονται καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου

22:40 καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον κάμψεις τοὺς ἐπανιστανομένους μοι ὑποκάτω μου

 < 
22:41 καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον τοὺς μισοῦντάς με καὶ ἐθανάτωσας αὐτούς

22:42 βοήσονται καὶ οὐκ ἔστιν βοηθός πρὸς κύριον καὶ οὐχ ὑπήκουσεν αὐτῶν

22:43 καὶ ἐλέανα αὐτοὺς ὡς χοῦν γῆς ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς

22:44 καὶ ῥύσῃ με ἐκ μάχης λαῶν φυλάξεις με εἰς κεφαλὴν ἐθνῶν λαός ὃν οὐκ ἔγνων ἐδούλευσάν μοι

22:45 υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου

 < 
22:46 υἱοὶ ἀλλότριοι ἀπορριφήσονται καὶ σφαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν

22:47 ζῇ κύριος καὶ εὐλογητὸς ὁ φύλαξ μου καὶ ὑψωθήσεται ὁ θεός μου ὁ φύλαξ τῆς σωτηρίας μου

22:48 ἰσχυρὸς κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοί παιδεύων λαοὺς ὑποκάτω μου

22:49 καὶ ἐξάγων με ἐξ ἐχθρῶν μου καὶ ἐκ τῶν ἐπεγειρομένων μοι ὑψώσεις με ἐξ ἀνδρὸς ἀδικημάτων ῥύσῃ με

22:50 διὰ τοῦτο ἐξομολογήσομαί σοι κύριε ἐν τοῖς ἔθνεσιν καὶ ἐν τῷ ὀνόματί σου ψαλῶ

 < 
22:51 μεγαλύνων σωτηρίας βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ τῷ δαυιδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 23  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39

23:1 καὶ οὗτοι οἱ λόγοι δαυιδ οἱ ἔσχατοι πιστὸς δαυιδ υἱὸς ιεσσαι καὶ πιστὸς ἀνήρ ὃν ἀνέστησεν κύριος ἐπὶ χριστὸν θεοῦ ιακωβ καὶ εὐπρεπεῖς ψαλμοὶ ισραηλ

23:2 πνεῦμα κυρίου ἐλάλησεν ἐν ἐμοί καὶ ὁ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου

23:3 λέγει ὁ θεὸς ισραηλ ἐμοὶ ἐλάλησεν φύλαξ ισραηλ παραβολὴν εἰπόν ἐν ἀνθρώπῳ πῶς κραταιώσητε φόβον θεοῦ

23:4 καὶ ἐν θεῷ φωτὶ πρωίας ἀνατείλαι ἥλιος τὸ πρωὶ οὐ παρῆλθεν ἐκ φέγγους καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς

23:5 οὐ γὰρ οὕτως ὁ οἶκός μου μετὰ ἰσχυροῦ διαθήκην γὰρ αἰώνιον ἔθετό μοι ἑτοίμην ἐν παντὶ καιρῷ πεφυλαγμένην ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα ὅτι οὐ μὴ βλαστήσῃ ὁ παράνομος

 < 
23:6 ὥσπερ ἄκανθα ἐξωσμένη πάντες αὐτοί ὅτι οὐ χειρὶ λημφθήσονται

23:7 καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῖς καὶ πλῆρες σιδήρου καὶ ξύλον δόρατος καὶ ἐν πυρὶ καύσει καυθήσονται αἰσχύνῃ αὐτῶν

23:8 ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν δαυιδ ιεβοσθε ὁ χαναναῖος ἄρχων τοῦ τρίτου ἐστίν αδινων ὁ ασωναῖος οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους τραυματίας εἰς ἅπαξ

23:9 καὶ μετ' αὐτὸν ελεαζαρ υἱὸς πατραδέλφου αὐτοῦ υἱὸς σουσίτου ἐν τοῖς τρισὶν δυνατοῖς οὗτος ἦν μετὰ δαυιδ ἐν σερραν καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις συνήχθησαν ἐκεῖ εἰς πόλεμον καὶ ἀνέβησαν ἀνὴρ ισραηλ

23:10 αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἕως οὗ ἐκοπίασεν ἡ χεὶρ αὐτοῦ καὶ προσεκολλήθη ἡ χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὁ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν

 < 
23:11 καὶ μετ' αὐτὸν σαμαια υἱὸς ασα ὁ αρουχαῖος καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς θηρία καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ καὶ ὁ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων

23:12 καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην

23:13 καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα καὶ ἦλθον εἰς κασων πρὸς δαυιδ εἰς τὸ σπήλαιον οδολλαμ καὶ τάγμα τῶν ἀλλοφύλων παρενέβαλον ἐν τῇ κοιλάδι ραφαϊμ

23:14 καὶ δαυιδ τότε ἐν τῇ περιοχῇ καὶ τὸ ὑπόστημα τῶν ἀλλοφύλων τότε ἐν βαιθλεεμ

23:15 καὶ ἐπεθύμησεν δαυιδ καὶ εἶπεν τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ τὸ δὲ σύστημα τῶν ἀλλοφύλων τότε ἐν βαιθλεεμ

 < 
23:16 καὶ διέρρηξαν οἱ τρεῖς δυνατοὶ ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς δαυιδ καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ

23:17 καὶ εἶπεν ἵλεώς μοι κύριε τοῦ ποιῆσαι τοῦτο εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτό ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί

23:18 καὶ αβεσσα ἀδελφὸς ιωαβ υἱὸς σαρουιας αὐτὸς ἄρχων ἐν τοῖς τρισίν καὶ αὐτὸς ἐξήγειρεν τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισίν

23:19 ἐκ τῶν τριῶν ἐκείνων ἔνδοξος καὶ ἐγένετο αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἦλθεν

23:20 καὶ βαναιας υἱὸς ιωδαε ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ καβεσεηλ καὶ αὐτὸς ἐπάταξεν τοὺς δύο υἱοὺς αριηλ τοῦ μωαβ καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος

 < 
23:21 αὐτὸς ἐπάταξεν τὸν ἄνδρα τὸν αἰγύπτιον ἄνδρα ὁρατόν ἐν δὲ τῇ χειρὶ τοῦ αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας καὶ κατέβη πρὸς αὐτὸν ἐν ῥάβδῳ καὶ ἥρπασεν τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ αἰγυπτίου καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ

23:22 ταῦτα ἐποίησεν βαναιας υἱὸς ιωδαε καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς

23:23 ἐκ τῶν τριῶν ἔνδοξος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλθεν καὶ ἔταξεν αὐτὸν δαυιδ εἰς τὰς ἀκοὰς αὐτοῦ

23:24 καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν δαυιδ βασιλέως ασαηλ ἀδελφὸς ιωαβ οὗτος ἐν τοῖς τριάκοντα ελεαναν υἱὸς δουδι πατραδέλφου αὐτοῦ ἐν βαιθλεεμ

23:25 σαμαι ὁ αρουδαῖος ελικα ὁ αρωδαῖος

 < 
23:26 ελλης ὁ φελωθι ιρας υἱὸς εκκας ὁ θεκωίτης

23:27 αβιεζερ ὁ αναθωθίτης ἐκ τῶν υἱῶν τοῦ ασωθίτου

23:28 σελμων ὁ αωίτης μοορε ὁ νετωφαθίτης

23:29 ελα υἱὸς βαανα ὁ νετωφαθίτης εθθι υἱὸς ριβα ἐκ γαβαεθ υἱὸς βενιαμιν

23:30 βαναιας ὁ φαραθωνίτης ουρι ἐκ ναχαλιγαιας

 < 
23:31 αβιηλ υἱὸς τοῦ αραβωθίτου αζμωθ ὁ βαρσαμίτης

23:32 ελιασου ὁ σαλαβωνίτης υἱοὶ ιασαν ιωναθαν

23:33 σαμμα ὁ αρωδίτης αχιαν υἱὸς σαραδ ὁ αραουρίτης

23:34 αλιφαλεθ υἱὸς τοῦ ασβίτου υἱὸς τοῦ μααχατι ελιαβ υἱὸς αχιτοφελ τοῦ γελωνίτου

23:35 ασαραι ὁ καρμήλιος φαραϊ ὁ ερχι

 < 
23:36 ιγααλ υἱὸς ναθαν ἀπὸ δυνάμεως υἱὸς γαδδι

23:37 ελιε ὁ αμμανίτης γελωραι ὁ βηρωθαῖος αἴρων τὰ σκεύη ιωαβ υἱοῦ σαρουιας

23:38 ιρας ὁ ιεθιραῖος γαρηβ ὁ ιεθιραῖος

23:39 ουριας ὁ χετταῖος πάντες τριάκοντα καὶ ἑπτά


* ----------------------------------------

2η Σαμουήλ Κεφάλαιο 24  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25

24:1 καὶ προσέθετο ὀργὴ κυρίου ἐκκαῆναι ἐν ισραηλ καὶ ἐπέσεισεν τὸν δαυιδ ἐν αὐτοῖς λέγων βάδιζε ἀρίθμησον τὸν ισραηλ καὶ τὸν ιουδα

24:2 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ιωαβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ' αὐτοῦ δίελθε δὴ πάσας φυλὰς ισραηλ ἀπὸ δαν καὶ ἕως βηρσαβεε καὶ ἐπίσκεψαι τὸν λαόν καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ

24:3 καὶ εἶπεν ιωαβ πρὸς τὸν βασιλέα καὶ προσθείη κύριος ὁ θεός σου πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἵνα τί βούλεται ἐν τῷ λόγῳ τούτῳ

24:4 καὶ ὑπερίσχυσεν ὁ λόγος τοῦ βασιλέως πρὸς ιωαβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ ἐξῆλθεν ιωαβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν ισραηλ

24:5 καὶ διέβησαν τὸν ιορδάνην καὶ παρενέβαλον ἐν αροηρ ἐκ δεξιῶν τῆς πόλεως τῆς ἐν μέσῳ τῆς φάραγγος γαδ καὶ ελιεζερ

 < 
24:6 καὶ ἦλθον εἰς τὴν γαλααδ καὶ εἰς γῆν θαβασων ἥ ἐστιν αδασαι καὶ παρεγένοντο εἰς δανιδαν καὶ ουδαν καὶ ἐκύκλωσαν εἰς σιδῶνα

24:7 καὶ ἦλθαν εἰς μαψαρ τύρου καὶ πάσας τὰς πόλεις τοῦ ευαίου καὶ τοῦ χαναναίου καὶ ἦλθαν κατὰ νότον ιουδα εἰς βηρσαβεε

24:8 καὶ περιώδευσαν ἐν πάσῃ τῇ γῇ καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνῶν καὶ εἴκοσι ἡμερῶν εἰς ιερουσαλημ

24:9 καὶ ἔδωκεν ιωαβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ πρὸς τὸν βασιλέα καὶ ἐγένετο ισραηλ ὀκτακόσιαι χιλιάδες ἀνδρῶν δυνάμεως σπωμένων ῥομφαίαν καὶ ἀνὴρ ιουδα πεντακόσιαι χιλιάδες ἀνδρῶν μαχητῶν

24:10 καὶ ἐπάταξεν καρδία δαυιδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν καὶ εἶπεν δαυιδ πρὸς κύριον ἥμαρτον σφόδρα ὃ ἐποίησα νῦν κύριε παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου ὅτι ἐμωράνθην σφόδρα

 < 
24:11 καὶ ἀνέστη δαυιδ τὸ πρωί καὶ λόγος κυρίου ἐγένετο πρὸς γαδ τὸν προφήτην τὸν ὁρῶντα δαυιδ λέγων

24:12 πορεύθητι καὶ λάλησον πρὸς δαυιδ λέγων τάδε λέγει κύριος τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι

24:13 καὶ εἰσῆλθεν γαδ πρὸς δαυιδ καὶ ἀνήγγειλεν αὐτῷ καὶ εἶπεν αὐτῷ ἔκλεξαι σεαυτῷ γενέσθαι εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου ἢ τρεῖς μῆνας φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου καὶ ἔσονται διώκοντές σε ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου νῦν οὖν γνῶθι καὶ ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με ῥῆμα

24:14 καὶ εἶπεν δαυιδ πρὸς γαδ στενά μοι πάντοθεν σφόδρα ἐστίν ἐμπεσοῦμαι δὴ ἐν χειρὶ κυρίου ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα εἰς δὲ χεῖρας ἀνθρώπου οὐ μὴ ἐμπέσω καὶ ἐξελέξατο ἑαυτῷ δαυιδ τὸν θάνατον

24:15 καὶ ἡμέραι θερισμοῦ πυρῶν καὶ ἔδωκεν κύριος ἐν ισραηλ θάνατον ἀπὸ πρωίθεν ἕως ὥρας ἀρίστου καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ δαν καὶ ἕως βηρσαβεε ἑβδομήκοντα χιλιάδες ἀνδρῶν

 < 
24:16 καὶ ἐξέτεινεν ὁ ἄγγελος τοῦ θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς ιερουσαλημ τοῦ διαφθεῖραι αὐτήν καὶ παρεκλήθη κύριος ἐπὶ τῇ κακίᾳ καὶ εἶπεν τῷ ἀγγέλῳ τῷ διαφθείροντι ἐν τῷ λαῷ πολὺ νῦν ἄνες τὴν χεῖρά σου καὶ ὁ ἄγγελος κυρίου ἦν παρὰ τῷ ἅλῳ ορνα τοῦ ιεβουσαίου

24:17 καὶ εἶπεν δαυιδ πρὸς κύριον ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τύπτοντα ἐν τῷ λαῷ καὶ εἶπεν ἰδοὺ ἐγώ εἰμι ἠδίκησα καὶ ἐγώ εἰμι ὁ ποιμὴν ἐκακοποίησα καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου

24:18 καὶ ἦλθεν γαδ πρὸς δαυιδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν αὐτῷ ἀνάβηθι καὶ στῆσον τῷ κυρίῳ θυσιαστήριον ἐν τῷ ἅλωνι ορνα τοῦ ιεβουσαίου

24:19 καὶ ἀνέβη δαυιδ κατὰ τὸν λόγον γαδ καθ' ὃν τρόπον ἐνετείλατο αὐτῷ κύριος

24:20 καὶ διέκυψεν ορνα καὶ εἶδεν τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ καὶ ἐξῆλθεν ορνα καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν

 < 
24:21 καὶ εἶπεν ορνα τί ὅτι ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρὸς τὸν δοῦλον αὐτοῦ καὶ εἶπεν δαυιδ κτήσασθαι παρὰ σοῦ τὸν ἅλωνα τοῦ οἰκοδομῆσαι θυσιαστήριον τῷ κυρίῳ καὶ συσχεθῇ ἡ θραῦσις ἐπάνω τοῦ λαοῦ

24:22 καὶ εἶπεν ορνα πρὸς δαυιδ λαβέτω καὶ ἀνενεγκέτω ὁ κύριός μου ὁ βασιλεὺς τῷ κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα

24:23 τὰ πάντα ἔδωκεν ορνα τῷ βασιλεῖ καὶ εἶπεν ορνα πρὸς τὸν βασιλέα κύριος ὁ θεός σου εὐλογήσαι σε

24:24 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ορνα οὐχί ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι καὶ οὐκ ἀνοίσω τῷ κυρίῳ θεῷ μου ὁλοκαύτωμα δωρεάν καὶ ἐκτήσατο δαυιδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα

24:25 καὶ ᾠκοδόμησεν ἐκεῖ δαυιδ θυσιαστήριον κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς καὶ προσέθηκεν σαλωμων ἐπὶ τὸ θυσιαστήριον ἐπ' ἐσχάτῳ ὅτι μικρὸν ἦν ἐν πρώτοις καὶ ἐπήκουσεν κύριος τῇ γῇ καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνωθεν ισραηλ

 < 
* ----------------------------------------

ΤΕΛΟΣ  < 
































2 Samuel

Bible - Greek Septuagint Version (LXX)