A
A
A
A
012 Βασιλειῶν Δʹ - 2 Kings
Αγία Γραφή - Ελληνική Εβδομήκοντα εκδοχή (LXX)
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 1
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
18.1
18.2
18.3
18.4
1:1 καὶ ἠθέτησεν μωαβ ἐν ισραηλ μετὰ τὸ ἀποθανεῖν αχααβ
1:2 καὶ ἔπεσεν οχοζιας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν σαμαρείᾳ καὶ ἠρρώστησεν καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἶπεν πρὸς αὐτούς δεῦτε καὶ ἐπιζητήσατε ἐν τῇ βααλ μυῖαν θεὸν ακκαρων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης καὶ ἐπορεύθησαν ἐπερωτῆσαι δι' αὐτοῦ
1:3 καὶ ἄγγελος κυρίου ἐλάλησεν πρὸς ηλιου τὸν θεσβίτην λέγων ἀναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων οχοζιου βασιλέως σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν ισραηλ ὑμεῖς πορεύεσθε ἐπιζητῆσαι ἐν τῇ βααλ μυῖαν θεὸν ακκαρων
1:4 καὶ οὐχ οὕτως ὅτι τάδε λέγει κύριος ἡ κλίνη ἐφ' ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ' αὐτῆς ὅτι ἐκεῖ θανάτῳ ἀποθανῇ καὶ ἐπορεύθη ηλιου καὶ εἶπεν πρὸς αὐτούς
1:5 καὶ ἐπεστράφησαν οἱ ἄγγελοι πρὸς αὐτόν καὶ εἶπεν πρὸς αὐτούς τί ὅτι ἐπεστρέψατε
<
1:6 καὶ εἶπαν πρὸς αὐτόν ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπεν πρὸς ἡμᾶς δεῦτε ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν τάδε λέγει κύριος εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν ισραηλ σὺ πορεύῃ ζητῆσαι ἐν τῇ βααλ μυῖαν θεὸν ακκαρων οὐχ οὕτως ἡ κλίνη ἐφ' ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ' αὐτῆς ὅτι θανάτῳ ἀποθανῇ
1:7 καὶ ἐλάλησεν πρὸς αὐτοὺς λέγων τίς ἡ κρίσις τοῦ ἀνδρὸς τοῦ ἀναβάντος εἰς συνάντησιν ὑμῖν καὶ λαλήσαντος πρὸς ὑμᾶς τοὺς λόγους τούτους
1:8 καὶ εἶπον πρὸς αὐτόν ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσφὺν αὐτοῦ καὶ εἶπεν ηλιου ὁ θεσβίτης οὗτός ἐστιν
1:9 καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἡγούμενον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ καὶ ἀνέβη καὶ ἦλθεν πρὸς αὐτόν καὶ ἰδοὺ ηλιου ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ ὁ βασιλεὺς ἐκάλεσέν σε κατάβηθι
1:10 καὶ ἀπεκρίθη ηλιου καὶ εἶπεν πρὸς τὸν πεντηκόνταρχον καὶ εἰ ἄνθρωπος τοῦ θεοῦ ἐγώ καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ
<
1:11 καὶ προσέθετο ὁ βασιλεὺς καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ καὶ ἀνέβη καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ τάδε λέγει ὁ βασιλεύς ταχέως κατάβηθι
1:12 καὶ ἀπεκρίθη ηλιου καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν εἰ ἄνθρωπος τοῦ θεοῦ ἐγώ εἰμι καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ
1:13 καὶ προσέθετο ὁ βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον πεντηκόνταρχον τρίτον καὶ τοὺς πεντήκοντα αὐτοῦ καὶ ἦλθεν πρὸς αὐτὸν ὁ πεντηκόνταρχος ὁ τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι ηλιου καὶ ἐδεήθη αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ ἐντιμωθήτω δὴ ἡ ψυχή μου καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα ἐν ὀφθαλμοῖς σου
1:14 ἰδοὺ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους καὶ τοὺς πεντήκοντα αὐτῶν καὶ νῦν ἐντιμωθήτω δὴ ἡ ψυχὴ τῶν δούλων σου ἐν ὀφθαλμοῖς σου
1:15 καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς ηλιου καὶ εἶπεν κατάβηθι μετ' αὐτοῦ μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν καὶ ἀνέστη ηλιου καὶ κατέβη μετ' αὐτοῦ πρὸς τὸν βασιλέα
<
1:16 καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν ηλιου τάδε λέγει κύριος τί ὅτι ἀπέστειλας ἀγγέλους ζητῆσαι ἐν τῇ βααλ μυῖαν θεὸν ακκαρων οὐχ οὕτως ἡ κλίνη ἐφ' ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ' αὐτῆς ὅτι θανάτῳ ἀποθανῇ
1:17 καὶ ἀπέθανεν κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν ηλιου
1:18 καὶ τὰ λοιπὰ τῶν λόγων οχοζιου ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
1:18.1 καὶ ιωραμ υἱὸς αχααβ βασιλεύει ἐπὶ ισραηλ ἐν σαμαρείᾳ ἔτη δέκα δύο ἐν ἔτει ὀκτωκαιδεκάτῳ ιωσαφατ βασιλέως ιουδα
1:18.2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου πλὴν οὐχ ὡς οἱ ἀδελφοὶ αὐτοῦ οὐδὲ ὡς ἡ μήτηρ αὐτοῦ
1:18.3 καὶ ἀπέστησεν τὰς στήλας τοῦ βααλ ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ καὶ συνέτριψεν αὐτάς πλὴν ἐν ταῖς ἁμαρτίαις οἴκου ιεροβοαμ ὃς ἐξήμαρτεν τὸν ισραηλ ἐκολλήθη οὐκ ἀπέστη ἀπ' αὐτῶν
1:18.4 καὶ ἐθυμώθη ὀργῇ κύριος εἰς τὸν οἶκον αχααβ
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 2
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
2:1 καὶ ἐγένετο ἐν τῷ ἀνάγειν κύριον τὸν ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύθη ηλιου καὶ ελισαιε ἐκ γαλγαλων
2:2 καὶ εἶπεν ηλιου πρὸς ελισαιε κάθου δὴ ἐνταῦθα ὅτι κύριος ἀπέσταλκέν με ἕως βαιθηλ καὶ εἶπεν ελισαιε ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου εἰ καταλείψω σε καὶ ἦλθον εἰς βαιθηλ
2:3 καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν βαιθηλ πρὸς ελισαιε καὶ εἶπον πρὸς αὐτόν εἰ ἔγνως ὅτι κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου καὶ εἶπεν κἀγὼ ἔγνωκα σιωπᾶτε
2:4 καὶ εἶπεν ηλιου πρὸς ελισαιε κάθου δὴ ἐνταῦθα ὅτι κύριος ἀπέσταλκέν με εἰς ιεριχω καὶ εἶπεν ελισαιε ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου εἰ ἐγκαταλείψω σε καὶ ἦλθον εἰς ιεριχω
2:5 καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν ιεριχω πρὸς ελισαιε καὶ εἶπαν πρὸς αὐτόν εἰ ἔγνως ὅτι σήμερον λαμβάνει κύριος τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου καὶ εἶπεν καί γε ἐγὼ ἔγνων σιωπᾶτε
<
2:6 καὶ εἶπεν αὐτῷ ηλιου κάθου δὴ ὧδε ὅτι κύριος ἀπέσταλκέν με ἕως τοῦ ιορδάνου καὶ εἶπεν ελισαιε ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου εἰ ἐγκαταλείψω σε καὶ ἐπορεύθησαν ἀμφότεροι
2:7 καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν καὶ ἔστησαν ἐξ ἐναντίας μακρόθεν καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ ιορδάνου
2:8 καὶ ἔλαβεν ηλιου τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησεν καὶ ἐπάταξεν τὸ ὕδωρ καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ
2:9 καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ ηλιου εἶπεν πρὸς ελισαιε αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναλημφθῆναί με ἀπὸ σοῦ καὶ εἶπεν ελισαιε γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ' ἐμέ
2:10 καὶ εἶπεν ηλιου ἐσκλήρυνας τοῦ αἰτήσασθαι ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ καὶ ἔσται σοι οὕτως καὶ ἐὰν μή οὐ μὴ γένηται
<
2:11 καὶ ἐγένετο αὐτῶν πορευομένων ἐπορεύοντο καὶ ἐλάλουν καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων καὶ ἀνελήμφθη ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν
2:12 καὶ ελισαιε ἑώρα καὶ ἐβόα πάτερ πάτερ ἅρμα ισραηλ καὶ ἱππεὺς αὐτοῦ καὶ οὐκ εἶδεν αὐτὸν ἔτι καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτὰ εἰς δύο ῥήγματα
2:13 καὶ ὕψωσεν τὴν μηλωτὴν ηλιου ἣ ἔπεσεν ἐπάνωθεν ελισαιε καὶ ἐπέστρεψεν ελισαιε καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ ιορδάνου
2:14 καὶ ἔλαβεν τὴν μηλωτὴν ηλιου ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ καὶ ἐπάταξεν τὸ ὕδωρ καὶ οὐ διέστη καὶ εἶπεν ποῦ ὁ θεὸς ηλιου αφφω καὶ ἐπάταξεν τὰ ὕδατα καὶ διερράγησαν ἔνθα καὶ ἔνθα καὶ διέβη ελισαιε
2:15 καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν ιεριχω ἐξ ἐναντίας καὶ εἶπον ἐπαναπέπαυται τὸ πνεῦμα ηλιου ἐπὶ ελισαιε καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν
<
2:16 καὶ εἶπον πρὸς αὐτόν ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου μήποτε ἦρεν αὐτὸν πνεῦμα κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τῷ ιορδάνῃ ἢ ἐφ' ἓν τῶν ὀρέων ἢ ἐφ' ἕνα τῶν βουνῶν καὶ εἶπεν ελισαιε οὐκ ἀποστελεῖτε
2:17 καὶ παρεβιάσαντο αὐτὸν ἕως ὅτου ᾐσχύνετο καὶ εἶπεν ἀποστείλατε καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον αὐτόν
2:18 καὶ ἀνέστρεψαν πρὸς αὐτόν καὶ αὐτὸς ἐκάθητο ἐν ιεριχω καὶ εἶπεν ελισαιε οὐκ εἶπον πρὸς ὑμᾶς μὴ πορευθῆτε
2:19 καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς ελισαιε ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθή καθὼς ὁ κύριος βλέπει καὶ τὰ ὕδατα πονηρὰ καὶ ἡ γῆ ἀτεκνουμένη
2:20 καὶ εἶπεν ελισαιε λάβετέ μοι ὑδρίσκην καινὴν καὶ θέτε ἐκεῖ ἅλα καὶ ἔλαβον πρὸς αὐτόν
<
2:21 καὶ ἐξῆλθεν ελισαιε εἰς τὴν διέξοδον τῶν ὑδάτων καὶ ἔρριψεν ἐκεῖ ἅλα καὶ εἶπεν τάδε λέγει κύριος ἴαμαι τὰ ὕδατα ταῦτα οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη
2:22 καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης κατὰ τὸ ῥῆμα ελισαιε ὃ ἐλάλησεν
2:23 καὶ ἀνέβη ἐκεῖθεν εἰς βαιθηλ καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἶπον αὐτῷ ἀνάβαινε φαλακρέ ἀνάβαινε
2:24 καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτὰ καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι κυρίου καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέρρηξαν ἐξ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας
2:25 καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ καρμήλιον καὶ ἐκεῖθεν ἐπέστρεψεν εἰς σαμάρειαν
<
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 3
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
3:1 καὶ ιωραμ υἱὸς αχααβ ἐβασίλευσεν ἐν ισραηλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ ιωσαφατ βασιλεῖ ιουδα καὶ ἐβασίλευσεν δώδεκα ἔτη
3:2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτοῦ καὶ οὐχ ὡς ἡ μήτηρ αὐτοῦ καὶ μετέστησεν τὰς στήλας τοῦ βααλ ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ
3:3 πλὴν ἐν τῇ ἁμαρτίᾳ ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ ἐκολλήθη οὐκ ἀπέστη ἀπ' αὐτῆς
3:4 καὶ μωσα βασιλεὺς μωαβ ἦν νωκηδ καὶ ἐπέστρεφεν τῷ βασιλεῖ ισραηλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπὶ πόκων
3:5 καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν αχααβ καὶ ἠθέτησεν βασιλεὺς μωαβ ἐν βασιλεῖ ισραηλ
<
3:6 καὶ ἐξῆλθεν ὁ βασιλεὺς ιωραμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ σαμαρείας καὶ ἐπεσκέψατο τὸν ισραηλ
3:7 καὶ ἐπορεύθη καὶ ἐξαπέστειλεν πρὸς ιωσαφατ βασιλέα ιουδα λέγων βασιλεὺς μωαβ ἠθέτησεν ἐν ἐμοί εἰ πορεύσῃ μετ' ἐμοῦ εἰς μωαβ εἰς πόλεμον καὶ εἶπεν ἀναβήσομαι ὅμοιός μοι ὅμοιός σοι ὡς ὁ λαός μου ὁ λαός σου ὡς οἱ ἵπποι μου οἱ ἵπποι σου
3:8 καὶ εἶπεν ποίᾳ ὁδῷ ἀναβῶ καὶ εἶπεν ὁδὸν ἔρημον εδωμ
3:9 καὶ ἐπορεύθη ὁ βασιλεὺς ισραηλ καὶ ὁ βασιλεὺς ιουδα καὶ ὁ βασιλεὺς εδωμ καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν καὶ οὐκ ἦν ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσιν τοῖς ἐν τοῖς ποσὶν αὐτῶν
3:10 καὶ εἶπεν ὁ βασιλεὺς ισραηλ ὦ ὅτι κέκληκεν κύριος τοὺς τρεῖς βασιλεῖς παρερχομένους δοῦναι αὐτοὺς ἐν χειρὶ μωαβ
<
3:11 καὶ εἶπεν ιωσαφατ οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου καὶ ἐπιζητήσωμεν τὸν κύριον παρ' αὐτοῦ καὶ ἀπεκρίθη εἷς τῶν παίδων βασιλέως ισραηλ καὶ εἶπεν ὧδε ελισαιε υἱὸς σαφατ ὃς ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας ηλιου
3:12 καὶ εἶπεν ιωσαφατ ἔστιν αὐτῷ ῥῆμα κυρίου καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς ισραηλ καὶ ιωσαφατ βασιλεὺς ιουδα καὶ βασιλεὺς εδωμ
3:13 καὶ εἶπεν ελισαιε πρὸς βασιλέα ισραηλ τί ἐμοὶ καὶ σοί δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς ισραηλ μή ὅτι κέκληκεν κύριος τοὺς τρεῖς βασιλεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας μωαβ
3:14 καὶ εἶπεν ελισαιε ζῇ κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ ὅτι εἰ μὴ πρόσωπον ιωσαφατ βασιλέως ιουδα ἐγὼ λαμβάνω εἰ ἐπέβλεψα πρὸς σὲ καὶ εἶδόν σε
3:15 καὶ νυνὶ δὲ λαβέ μοι ψάλλοντα καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων καὶ ἐγένετο ἐπ' αὐτὸν χεὶρ κυρίου
<
3:16 καὶ εἶπεν τάδε λέγει κύριος ποιήσατε τὸν χειμάρρουν τοῦτον βοθύνους βοθύνους
3:17 ὅτι τάδε λέγει κύριος οὐκ ὄψεσθε πνεῦμα καὶ οὐκ ὄψεσθε ὑετόν καὶ ὁ χειμάρρους οὗτος πλησθήσεται ὕδατος καὶ πίεσθε ὑμεῖς καὶ αἱ κτήσεις ὑμῶν καὶ τὰ κτήνη ὑμῶν
3:18 καὶ κούφη αὕτη ἐν ὀφθαλμοῖς κυρίου καὶ παραδώσω τὴν μωαβ ἐν χειρὶ ὑμῶν
3:19 καὶ πατάξετε πᾶσαν πόλιν ὀχυρὰν καὶ πᾶν ξύλον ἀγαθὸν καταβαλεῖτε καὶ πάσας πηγὰς ὕδατος ἐμφράξετε καὶ πᾶσαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις
3:20 καὶ ἐγένετο τὸ πρωὶ ἀναβαινούσης τῆς θυσίας καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδοῦ εδωμ καὶ ἐπλήσθη ἡ γῆ ὕδατος
<
3:21 καὶ πᾶσα μωαβ ἤκουσαν ὅτι ἀνέβησαν οἱ βασιλεῖς πολεμεῖν αὐτούς καὶ ἀνεβόησαν ἐκ παντὸς περιεζωσμένου ζώνην καὶ ἐπάνω καὶ ἔστησαν ἐπὶ τοῦ ὁρίου
3:22 καὶ ὤρθρισαν τὸ πρωί καὶ ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὰ ὕδατα καὶ εἶδεν μωαβ ἐξ ἐναντίας τὰ ὕδατα πυρρὰ ὡσεὶ αἷμα
3:23 καὶ εἶπαν αἷμα τοῦτο τῆς ῥομφαίας ἐμαχέσαντο οἱ βασιλεῖς καὶ ἐπάταξαν ἀνὴρ τὸν πλησίον αὐτοῦ καὶ νῦν ἐπὶ τὰ σκῦλα μωαβ
3:24 καὶ εἰσῆλθον εἰς τὴν παρεμβολὴν ισραηλ καὶ ισραηλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν μωαβ καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν καὶ εἰσῆλθον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν μωαβ
3:25 καὶ τὰς πόλεις καθεῖλον καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔρριψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν καὶ πᾶσαν πηγὴν ὕδατος ἐνέφραξαν καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους καὶ ἐκύκλευσαν οἱ σφενδονῆται καὶ ἐπάταξαν αὐτήν
<
3:26 καὶ εἶδεν ὁ βασιλεὺς μωαβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν ὁ πόλεμος καὶ ἔλαβεν μεθ' ἑαυτοῦ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ῥομφαίαν διακόψαι πρὸς βασιλέα εδωμ καὶ οὐκ ἠδυνήθησαν
3:27 καὶ ἔλαβεν τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον ὃς ἐβασίλευσεν ἀντ' αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ τοῦ τείχους καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ ισραηλ καὶ ἀπῆραν ἀπ' αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 4
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
4:1 καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς ελισαιε λέγουσα ὁ δοῦλός σου ὁ ἀνήρ μου ἀπέθανεν καὶ σὺ ἔγνως ὅτι δοῦλος ἦν φοβούμενος τὸν κύριον καὶ ὁ δανιστὴς ἦλθεν λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους
4:2 καὶ εἶπεν ελισαιε τί ποιήσω σοι ἀνάγγειλόν μοι τί ἐστίν σοι ἐν τῷ οἴκῳ ἡ δὲ εἶπεν οὐκ ἔστιν τῇ δούλῃ σου οὐθὲν ἐν τῷ οἴκῳ ὅτι ἀλλ' ἢ ὃ ἀλείψομαι ἔλαιον
4:3 καὶ εἶπεν πρὸς αὐτήν δεῦρο αἴτησον σαυτῇ σκεύη ἔξωθεν παρὰ πάντων τῶν γειτόνων σου σκεύη κενά μὴ ὀλιγώσῃς
4:4 καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα καὶ τὸ πληρωθὲν ἀρεῖς
4:5 καὶ ἀπῆλθεν παρ' αὐτοῦ καὶ ἐποίησεν οὕτως καὶ ἀπέκλεισεν τὴν θύραν κατ' αὐτῆς καὶ κατὰ τῶν υἱῶν αὐτῆς αὐτοὶ προσήγγιζον πρὸς αὐτήν καὶ αὐτὴ ἐπέχεεν
<
4:6 ἕως ἐπλήσθησαν τὰ σκεύη καὶ εἶπεν πρὸς τοὺς υἱοὺς αὐτῆς ἐγγίσατε ἔτι πρός με σκεῦος καὶ εἶπον αὐτῇ οὐκ ἔστιν ἔτι σκεῦος καὶ ἔστη τὸ ἔλαιον
4:7 καὶ ἦλθεν καὶ ἀπήγγειλεν τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ εἶπεν ελισαιε δεῦρο καὶ ἀπόδου τὸ ἔλαιον καὶ ἀποτείσεις τοὺς τόκους σου καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσθε ἐν τῷ ἐπιλοίπῳ ἐλαίῳ
4:8 καὶ ἐγένετο ἡμέρα καὶ διέβη ελισαιε εἰς σουμαν καὶ ἐκεῖ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον καὶ ἐγένετο ἀφ' ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν ἐξέκλινεν τοῦ ἐκεῖ φαγεῖν
4:9 καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ θεοῦ ἅγιος οὗτος διαπορεύεται ἐφ' ἡμᾶς διὰ παντός
4:10 ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον τόπον μικρὸν καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς καὶ ἐκκλινεῖ ἐκεῖ
<
4:11 καὶ ἐγένετο ἡμέρα καὶ εἰσῆλθεν ἐκεῖ καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον καὶ ἐκοιμήθη ἐκεῖ
4:12 καὶ εἶπεν πρὸς γιεζι τὸ παιδάριον αὐτοῦ κάλεσόν μοι τὴν σωμανῖτιν ταύτην καὶ ἐκάλεσεν αὐτήν καὶ ἔστη ἐνώπιον αὐτοῦ
4:13 καὶ εἶπεν αὐτῷ εἰπὸν δὴ πρὸς αὐτήν ἰδοὺ ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην τί δεῖ ποιῆσαί σοι εἰ ἔστιν λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως ἡ δὲ εἶπεν ἐν μέσῳ τοῦ λαοῦ μου ἐγώ εἰμι οἰκῶ
4:14 καὶ εἶπεν τί δεῖ ποιῆσαι αὐτῇ καὶ εἶπεν γιεζι τὸ παιδάριον αὐτοῦ καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης
4:15 καὶ ἐκάλεσεν αὐτήν καὶ ἔστη παρὰ τὴν θύραν
<
4:16 καὶ εἶπεν ελισαιε πρὸς αὐτήν εἰς τὸν καιρὸν τοῦτον ὡς ἡ ὥρα ζῶσα σὺ περιειληφυῖα υἱόν ἡ δὲ εἶπεν μή κύριέ μου μὴ διαψεύσῃ τὴν δούλην σου
4:17 καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνὴ καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον ὡς ἡ ὥρα ζῶσα ὡς ἐλάλησεν πρὸς αὐτὴν ελισαιε
4:18 καὶ ἡδρύνθη τὸ παιδάριον καὶ ἐγένετο ἡνίκα ἐξῆλθεν τὸ παιδάριον πρὸς τὸν πατέρα αὐτοῦ πρὸς τοὺς θερίζοντας
4:19 καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτοῦ τὴν κεφαλήν μου τὴν κεφαλήν μου καὶ εἶπεν τῷ παιδαρίῳ ἆρον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ
4:20 καὶ ἦρεν αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ καὶ ἐκοιμήθη ἐπὶ τῶν γονάτων αὐτῆς ἕως μεσημβρίας καὶ ἀπέθανεν
<
4:21 καὶ ἀνήνεγκεν αὐτὸν καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ ἀπέκλεισεν κατ' αὐτοῦ καὶ ἐξῆλθεν
4:22 καὶ ἐκάλεσεν τὸν ἄνδρα αὐτῆς καὶ εἶπεν ἀπόστειλον δή μοι ἓν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων καὶ δραμοῦμαι ἕως τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ ἐπιστρέψω
4:23 καὶ εἶπεν τί ὅτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον οὐ νεομηνία οὐδὲ σάββατον ἡ δὲ εἶπεν εἰρήνη
4:24 καὶ ἐπέσαξεν τὴν ὄνον καὶ εἶπεν πρὸς τὸ παιδάριον αὐτῆς ἄγε πορεύου μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι ὅτι ἐὰν εἴπω σοι
4:25 δεῦρο καὶ πορεύσῃ καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ εἰς τὸ ὄρος τὸ καρμήλιον καὶ ἐγένετο ὡς εἶδεν ελισαιε ἐρχομένην αὐτήν καὶ εἶπεν πρὸς γιεζι τὸ παιδάριον αὐτοῦ ἰδοὺ δὴ ἡ σωμανῖτις ἐκείνη
<
4:26 νῦν δράμε εἰς ἀπαντὴν αὐτῆς καὶ ἐρεῖς εἰ εἰρήνη σοι εἰ εἰρήνη τῷ ἀνδρί σου εἰ εἰρήνη τῷ παιδαρίῳ ἡ δὲ εἶπεν εἰρήνη
4:27 καὶ ἦλθεν πρὸς ελισαιε εἰς τὸ ὄρος καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ καὶ ἤγγισεν γιεζι ἀπώσασθαι αὐτήν καὶ εἶπεν ελισαιε ἄφες αὐτήν ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ καὶ κύριος ἀπέκρυψεν ἀπ' ἐμοῦ καὶ οὐκ ἀνήγγειλέν μοι
4:28 ἡ δὲ εἶπεν μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ κυρίου μου οὐκ εἶπα οὐ πλανήσεις μετ' ἐμοῦ
4:29 καὶ εἶπεν ελισαιε τῷ γιεζι ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὴν βακτηρίαν μου ἐν τῇ χειρί σου καὶ δεῦρο ὅτι ἐὰν εὕρῃς ἄνδρα οὐκ εὐλογήσεις αὐτόν καὶ ἐὰν εὐλογήσῃ σε ἀνήρ οὐκ ἀποκριθήσῃ αὐτῷ καὶ ἐπιθήσεις τὴν βακτηρίαν μου ἐπὶ πρόσωπον τοῦ παιδαρίου
4:30 καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου εἰ ἐγκαταλείψω σε καὶ ἀνέστη ελισαιε καὶ ἐπορεύθη ὀπίσω αὐτῆς
<
4:31 καὶ γιεζι διῆλθεν ἔμπροσθεν αὐτῆς καὶ ἐπέθηκεν τὴν βακτηρίαν ἐπὶ πρόσωπον τοῦ παιδαρίου καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις καὶ ἐπέστρεψεν εἰς ἀπαντὴν αὐτοῦ καὶ ἀπήγγειλεν αὐτῷ λέγων οὐκ ἠγέρθη τὸ παιδάριον
4:32 καὶ εἰσῆλθεν ελισαιε εἰς τὸν οἶκον καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκὸς κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ
4:33 καὶ εἰσῆλθεν ελισαιε εἰς τὸν οἶκον καὶ ἀπέκλεισεν τὴν θύραν κατὰ τῶν δύο ἑαυτῶν καὶ προσηύξατο πρὸς κύριον
4:34 καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον καὶ ἔθηκεν τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ διέκαμψεν ἐπ' αὐτόν καὶ διεθερμάνθη ἡ σὰρξ τοῦ παιδαρίου
4:35 καὶ ἐπέστρεψεν καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις καὶ ἤνοιξεν τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ
<
4:36 καὶ ἐξεβόησεν ελισαιε πρὸς γιεζι καὶ εἶπεν κάλεσον τὴν σωμανῖτιν ταύτην καὶ ἐκάλεσεν καὶ εἰσῆλθεν πρὸς αὐτόν καὶ εἶπεν ελισαιε λαβὲ τὸν υἱόν σου
4:37 καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ ἔλαβεν τὸν υἱὸν αὐτῆς καὶ ἐξῆλθεν
4:38 καὶ ελισαιε ἐπέστρεψεν εἰς γαλγαλα καὶ ὁ λιμὸς ἐν τῇ γῇ καὶ οἱ υἱοὶ τῶν προφητῶν ἐκάθηντο ἐνώπιον αὐτοῦ καὶ εἶπεν ελισαιε τῷ παιδαρίῳ αὐτοῦ ἐπίστησον τὸν λέβητα τὸν μέγαν καὶ ἕψε ἕψεμα τοῖς υἱοῖς τῶν προφητῶν
4:39 καὶ ἐξῆλθεν εἷς εἰς τὸν ἀγρὸν συλλέξαι αριωθ καὶ εὗρεν ἄμπελον ἐν τῷ ἀγρῷ καὶ συνέλεξεν ἀπ' αὐτῆς τολύπην ἀγρίαν πλῆρες τὸ ἱμάτιον αὐτοῦ καὶ ἐνέβαλεν εἰς τὸν λέβητα τοῦ ἑψέματος ὅτι οὐκ ἔγνωσαν
4:40 καὶ ἐνέχει τοῖς ἀνδράσιν φαγεῖν καὶ ἐγένετο ἐν τῷ ἐσθίειν αὐτοὺς ἐκ τοῦ ἑψήματος καὶ ἰδοὺ ἀνεβόησαν καὶ εἶπον θάνατος ἐν τῷ λέβητι ἄνθρωπε τοῦ θεοῦ καὶ οὐκ ἠδύναντο φαγεῖν
<
4:41 καὶ εἶπεν λάβετε ἄλευρον καὶ ἐμβάλετε εἰς τὸν λέβητα καὶ εἶπεν ελισαιε πρὸς γιεζι τὸ παιδάριον ἔγχει τῷ λαῷ καὶ ἐσθιέτωσαν καὶ οὐκ ἐγενήθη ἔτι ἐκεῖ ῥῆμα πονηρὸν ἐν τῷ λέβητι
4:42 καὶ ἀνὴρ διῆλθεν ἐκ βαιθσαρισα καὶ ἤνεγκεν πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ πρωτογενημάτων εἴκοσι ἄρτους κριθίνους καὶ παλάθας καὶ εἶπεν δότε τῷ λαῷ καὶ ἐσθιέτωσαν
4:43 καὶ εἶπεν ὁ λειτουργὸς αὐτοῦ τί δῶ τοῦτο ἐνώπιον ἑκατὸν ἀνδρῶν καὶ εἶπεν δὸς τῷ λαῷ καὶ ἐσθιέτωσαν ὅτι τάδε λέγει κύριος φάγονται καὶ καταλείψουσιν
4:44 καὶ ἔφαγον καὶ κατέλιπον κατὰ τὸ ῥῆμα κυρίου
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 5
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
5:1 καὶ ναιμαν ὁ ἄρχων τῆς δυνάμεως συρίας ἦν ἀνὴρ μέγας ἐνώπιον τοῦ κυρίου αὐτοῦ καὶ τεθαυμασμένος προσώπῳ ὅτι ἐν αὐτῷ ἔδωκεν κύριος σωτηρίαν συρίᾳ καὶ ὁ ἀνὴρ ἦν δυνατὸς ἰσχύι λελεπρωμένος
5:2 καὶ συρία ἐξῆλθον μονόζωνοι καὶ ᾐχμαλώτευσαν ἐκ γῆς ισραηλ νεάνιδα μικράν καὶ ἦν ἐνώπιον τῆς γυναικὸς ναιμαν
5:3 ἡ δὲ εἶπεν τῇ κυρίᾳ αὐτῆς ὄφελον ὁ κύριός μου ἐνώπιον τοῦ προφήτου τοῦ θεοῦ τοῦ ἐν σαμαρείᾳ τότε ἀποσυνάξει αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ
5:4 καὶ εἰσῆλθεν καὶ ἀπήγγειλεν τῷ κυρίῳ ἑαυτῆς καὶ εἶπεν οὕτως καὶ οὕτως ἐλάλησεν ἡ νεᾶνις ἡ ἐκ γῆς ισραηλ
5:5 καὶ εἶπεν βασιλεὺς συρίας πρὸς ναιμαν δεῦρο εἴσελθε καὶ ἐξαποστελῶ βιβλίον πρὸς βασιλέα ισραηλ καὶ ἐπορεύθη καὶ ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς
<
5:6 καὶ ἤνεγκεν τὸ βιβλίον πρὸς τὸν βασιλέα ισραηλ λέγων καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς σέ ἰδοὺ ἀπέστειλα πρὸς σὲ ναιμαν τὸν δοῦλόν μου καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ
5:7 καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς ισραηλ τὸ βιβλίον διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν μὴ θεὸς ἐγὼ τοῦ θανατῶσαι καὶ ζωοποιῆσαι ὅτι οὗτος ἀποστέλλει πρός με ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὅτι προφασίζεται οὗτός με
5:8 καὶ ἐγένετο ὡς ἤκουσεν ελισαιε ὅτι διέρρηξεν ὁ βασιλεὺς ισραηλ τὰ ἱμάτια ἑαυτοῦ καὶ ἀπέστειλεν πρὸς τὸν βασιλέα ισραηλ λέγων ἵνα τί διέρρηξας τὰ ἱμάτιά σου ἐλθέτω δὴ πρός με ναιμαν καὶ γνώτω ὅτι ἔστιν προφήτης ἐν ισραηλ
5:9 καὶ ἦλθεν ναιμαν ἐν ἵππῳ καὶ ἅρματι καὶ ἔστη ἐπὶ θύρας οἴκου ελισαιε
5:10 καὶ ἀπέστειλεν ελισαιε ἄγγελον πρὸς αὐτὸν λέγων πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ ιορδάνῃ καὶ ἐπιστρέψει ἡ σάρξ σού σοι καὶ καθαρισθήσῃ
<
5:11 καὶ ἐθυμώθη ναιμαν καὶ ἀπῆλθεν καὶ εἶπεν ἰδοὺ δὴ ἔλεγον ὅτι ἐξελεύσεται πρός με καὶ στήσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι θεοῦ αὐτοῦ καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον καὶ ἀποσυνάξει τὸ λεπρόν
5:12 οὐχὶ ἀγαθὸς αβανα καὶ φαρφαρ ποταμοὶ δαμασκοῦ ὑπὲρ ιορδάνην καὶ πάντα τὰ ὕδατα ισραηλ οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι καὶ ἐξέκλινεν καὶ ἀπῆλθεν ἐν θυμῷ
5:13 καὶ ἤγγισαν οἱ παῖδες αὐτοῦ καὶ ἐλάλησαν πρὸς αὐτόν μέγαν λόγον ἐλάλησεν ὁ προφήτης πρὸς σέ οὐχὶ ποιήσεις καὶ ὅτι εἶπεν πρὸς σέ λοῦσαι καὶ καθαρίσθητι
5:14 καὶ κατέβη ναιμαν καὶ ἐβαπτίσατο ἐν τῷ ιορδάνῃ ἑπτάκι κατὰ τὸ ῥῆμα ελισαιε καὶ ἐπέστρεψεν ἡ σὰρξ αὐτοῦ ὡς σὰρξ παιδαρίου μικροῦ καὶ ἐκαθαρίσθη
5:15 καὶ ἐπέστρεψεν πρὸς ελισαιε αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ καὶ ἦλθεν καὶ ἔστη καὶ εἶπεν ἰδοὺ δὴ ἔγνωκα ὅτι οὐκ ἔστιν θεὸς ἐν πάσῃ τῇ γῇ ὅτι ἀλλ' ἢ ἐν τῷ ισραηλ καὶ νῦν λαβὲ τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου
<
5:16 καὶ εἶπεν ελισαιε ζῇ κύριος ᾧ παρέστην ἐνώπιον αὐτοῦ εἰ λήμψομαι καὶ παρεβιάσατο αὐτὸν λαβεῖν καὶ ἠπείθησεν
5:17 καὶ εἶπεν ναιμαν καὶ εἰ μή δοθήτω δὴ τῷ δούλῳ σου γόμος ζεύγους ἡμιόνων καὶ σύ μοι δώσεις ἐκ τῆς γῆς τῆς πυρρᾶς ὅτι οὐ ποιήσει ἔτι ὁ δοῦλός σου ὁλοκαύτωμα καὶ θυσίασμα θεοῖς ἑτέροις ἀλλ' ἢ τῷ κυρίῳ μόνῳ
5:18 καὶ ἱλάσεται κύριος τῷ δούλῳ σου ἐν τῷ εἰσπορεύεσθαι τὸν κύριόν μου εἰς οἶκον ρεμμαν προσκυνῆσαι αὐτὸν καὶ ἐπαναπαύσεται ἐπὶ τῆς χειρός μου καὶ προσκυνήσω ἐν οἴκῳ ρεμμαν ἐν τῷ προσκυνεῖν αὐτὸν ἐν οἴκῳ ρεμμαν καὶ ἱλάσεται δὴ κύριος τῷ δούλῳ σου ἐν τῷ λόγῳ τούτῳ
5:19 καὶ εἶπεν ελισαιε πρὸς ναιμαν δεῦρο εἰς εἰρήνην καὶ ἀπῆλθεν ἀπ' αὐτοῦ εἰς δεβραθα τῆς γῆς
5:20 καὶ εἶπεν γιεζι τὸ παιδάριον ελισαιε ἰδοὺ ἐφείσατο ὁ κύριός μου τοῦ ναιμαν τοῦ σύρου τούτου τοῦ μὴ λαβεῖν ἐκ χειρὸς αὐτοῦ ἃ ἐνήνοχεν ζῇ κύριος ὅτι εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ καὶ λήμψομαι παρ' αὐτοῦ τι
<
5:21 καὶ ἐδίωξε γιεζι ὀπίσω τοῦ ναιμαν καὶ εἶδεν αὐτὸν ναιμαν τρέχοντα ὀπίσω αὐτοῦ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ ἅρματος εἰς ἀπαντὴν αὐτοῦ
5:22 καὶ εἶπεν εἰρήνη ὁ κύριός μου ἀπέστειλέν με λέγων ἰδοὺ νῦν ἦλθον πρός με δύο παιδάρια ἐξ ὄρους εφραιμ ἀπὸ τῶν υἱῶν τῶν προφητῶν δὸς δὴ αὐτοῖς τάλαντον ἀργυρίου καὶ δύο ἀλλασσομένας στολάς
5:23 καὶ εἶπεν ναιμαν λαβὲ διτάλαντον ἀργυρίου καὶ ἔλαβεν ἐν δυσὶ θυλάκοις καὶ δύο ἀλλασσομένας στολὰς καὶ ἔδωκεν ἐπὶ δύο παιδάρια αὐτοῦ καὶ ἦραν ἔμπροσθεν αὐτοῦ
5:24 καὶ ἦλθον εἰς τὸ σκοτεινόν καὶ ἔλαβεν ἐκ τῶν χειρῶν αὐτῶν καὶ παρέθετο ἐν οἴκῳ καὶ ἐξαπέστειλεν τοὺς ἄνδρας
5:25 καὶ αὐτὸς εἰσῆλθεν καὶ παρειστήκει πρὸς τὸν κύριον αὐτοῦ καὶ εἶπεν πρὸς αὐτὸν ελισαιε πόθεν γιεζι καὶ εἶπεν γιεζι οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα
<
5:26 καὶ εἶπεν πρὸς αὐτὸν ελισαιε οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ ὅτε ἐπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συναντήν σοι καὶ νῦν ἔλαβες τὸ ἀργύριον καὶ νῦν ἔλαβες τὰ ἱμάτια καὶ λήμψῃ ἐν αὐτῷ κήπους καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας
5:27 καὶ ἡ λέπρα ναιμαν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰς τὸν αἰῶνα καὶ ἐξῆλθεν ἐκ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 6
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
6:1 καὶ εἶπον οἱ υἱοὶ τῶν προφητῶν πρὸς ελισαιε ἰδοὺ δὴ ὁ τόπος ἐν ᾧ ἡμεῖς οἰκοῦμεν ἐνώπιόν σου στενὸς ἀφ' ἡμῶν
6:2 πορευθῶμεν δὴ ἕως τοῦ ιορδάνου καὶ λάβωμεν ἐκεῖθεν ἀνὴρ εἷς δοκὸν μίαν καὶ ποιήσωμεν ἑαυτοῖς ἐκεῖ τοῦ οἰκεῖν ἐκεῖ καὶ εἶπεν δεῦτε
6:3 καὶ εἶπεν ὁ εἷς ἐπιεικέως δεῦρο μετὰ τῶν δούλων σου καὶ εἶπεν ἐγὼ πορεύσομαι
6:4 καὶ ἐπορεύθη μετ' αὐτῶν καὶ ἦλθον εἰς τὸν ιορδάνην καὶ ἔτεμνον τὰ ξύλα
6:5 καὶ ἰδοὺ ὁ εἷς καταβάλλων τὴν δοκόν καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ καὶ ἐβόησεν ὦ κύριε καὶ αὐτὸ κεχρημένον
<
6:6 καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ ποῦ ἔπεσεν καὶ ἔδειξεν αὐτῷ τὸν τόπον καὶ ἀπέκνισεν ξύλον καὶ ἔρριψεν ἐκεῖ καὶ ἐπεπόλασεν τὸ σιδήριον
6:7 καὶ εἶπεν ὕψωσον σαυτῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτό
6:8 καὶ βασιλεὺς συρίας ἦν πολεμῶν ἐν ισραηλ καὶ ἐβουλεύσατο πρὸς τοὺς παῖδας αὐτοῦ λέγων εἰς τὸν τόπον τόνδε τινὰ ελμωνι παρεμβαλῶ
6:9 καὶ ἀπέστειλεν ελισαιε πρὸς τὸν βασιλέα ισραηλ λέγων φύλαξαι μὴ παρελθεῖν ἐν τῷ τόπῳ τούτῳ ὅτι ἐκεῖ συρία κέκρυπται
6:10 καὶ ἀπέστειλεν ὁ βασιλεὺς ισραηλ εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ ελισαιε καὶ ἐφυλάξατο ἐκεῖθεν οὐ μίαν οὐδὲ δύο
<
6:11 καὶ ἐξεκινήθη ἡ ψυχὴ βασιλέως συρίας περὶ τοῦ λόγου τούτου καὶ ἐκάλεσεν τοὺς παῖδας αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς οὐκ ἀναγγελεῖτέ μοι τίς προδίδωσίν με βασιλεῖ ισραηλ
6:12 καὶ εἶπεν εἷς τῶν παίδων αὐτοῦ οὐχί κύριέ μου βασιλεῦ ὅτι ελισαιε ὁ προφήτης ὁ ἐν ισραηλ ἀναγγέλλει τῷ βασιλεῖ ισραηλ πάντας τοὺς λόγους οὓς ἐὰν λαλήσῃς ἐν τῷ ταμιείῳ τοῦ κοιτῶνός σου
6:13 καὶ εἶπεν δεῦτε ἴδετε ποῦ οὗτος καὶ ἀποστείλας λήμψομαι αὐτόν καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες ἰδοὺ ἐν δωθαϊμ
6:14 καὶ ἀπέστειλεν ἐκεῖ ἵππον καὶ ἅρμα καὶ δύναμιν βαρεῖαν καὶ ἦλθον νυκτὸς καὶ περιεκύκλωσαν τὴν πόλιν
6:15 καὶ ὤρθρισεν ὁ λειτουργὸς ελισαιε ἀναστῆναι καὶ ἐξῆλθεν καὶ ἰδοὺ δύναμις κυκλοῦσα τὴν πόλιν καὶ ἵππος καὶ ἅρμα καὶ εἶπεν τὸ παιδάριον πρὸς αὐτόν ὦ κύριε πῶς ποιήσωμεν
<
6:16 καὶ εἶπεν ελισαιε μὴ φοβοῦ ὅτι πλείους οἱ μεθ' ἡμῶν ὑπὲρ τοὺς μετ' αὐτῶν
6:17 καὶ προσεύξατο ελισαιε καὶ εἶπεν κύριε διάνοιξον τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου καὶ ἰδέτω καὶ διήνοιξεν κύριος τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων καὶ ἅρμα πυρὸς περικύκλῳ ελισαιε
6:18 καὶ κατέβησαν πρὸς αὐτόν καὶ προσηύξατο ελισαιε πρὸς κύριον καὶ εἶπεν πάταξον δὴ τοῦτο τὸ ἔθνος ἀορασίᾳ καὶ ἐπάταξεν αὐτοὺς ἀορασίᾳ κατὰ τὸ ῥῆμα ελισαιε
6:19 καὶ εἶπεν πρὸς αὐτοὺς ελισαιε οὐχ αὕτη ἡ πόλις καὶ αὕτη ἡ ὁδός δεῦτε ὀπίσω μου καὶ ἀπάξω ὑμᾶς πρὸς τὸν ἄνδρα ὃν ζητεῖτε καὶ ἀπήγαγεν αὐτοὺς εἰς σαμάρειαν
6:20 καὶ ἐγένετο ὡς εἰσῆλθον εἰς σαμάρειαν καὶ εἶπεν ελισαιε ἄνοιξον δή κύριε τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδέτωσαν καὶ διήνοιξεν κύριος τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον καὶ ἰδοὺ ἦσαν ἐν μέσῳ σαμαρείας
<
6:21 καὶ εἶπεν ὁ βασιλεὺς ισραηλ ὡς εἶδεν αὐτούς εἰ πατάξας πατάξω πάτερ
6:22 καὶ εἶπεν οὐ πατάξεις εἰ μὴ οὓς ᾐχμαλώτευσας ἐν ῥομφαίᾳ σου καὶ τόξῳ σου σὺ τύπτεις παράθες ἄρτους καὶ ὕδωρ ἐνώπιον αὐτῶν καὶ φαγέτωσαν καὶ πιέτωσαν καὶ ἀπελθέτωσαν πρὸς τὸν κύριον αὐτῶν
6:23 καὶ παρέθηκεν αὐτοῖς παράθεσιν μεγάλην καὶ ἔφαγον καὶ ἔπιον καὶ ἀπέστειλεν αὐτούς καὶ ἀπῆλθον πρὸς τὸν κύριον αὐτῶν καὶ οὐ προσέθεντο ἔτι μονόζωνοι συρίας τοῦ ἐλθεῖν εἰς γῆν ισραηλ
6:24 καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἤθροισεν υἱὸς αδερ βασιλεὺς συρίας πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν σαμάρειαν
6:25 καὶ ἐγένετο λιμὸς μέγας ἐν σαμαρείᾳ καὶ ἰδοὺ περιεκάθηντο ἐπ' αὐτήν ἕως οὗ ἐγενήθη κεφαλὴ ὄνου πεντήκοντα σίκλων ἀργυρίου καὶ τέταρτον τοῦ κάβου κόπρου περιστερῶν πέντε σίκλων ἀργυρίου
<
6:26 καὶ ἦν ὁ βασιλεὺς ισραηλ διαπορευόμενος ἐπὶ τοῦ τείχους καὶ γυνὴ ἐβόησεν πρὸς αὐτὸν λέγουσα σῶσον κύριε βασιλεῦ
6:27 καὶ εἶπεν αὐτῇ μή σε σώσαι κύριος πόθεν σώσω σε μὴ ἀπὸ τῆς ἅλωνος ἢ ἀπὸ τῆς ληνοῦ
6:28 καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς τί ἐστίν σοι καὶ εἶπεν ἡ γυνὴ αὕτη εἶπεν πρός με δὸς τὸν υἱόν σου καὶ φαγόμεθα αὐτὸν σήμερον καὶ τὸν υἱόν μου καὶ φαγόμεθα αὐτὸν αὔριον
6:29 καὶ ἡψήσαμεν τὸν υἱόν μου καὶ ἐφάγομεν αὐτόν καὶ εἶπον πρὸς αὐτὴν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ δὸς τὸν υἱόν σου καὶ φάγωμεν αὐτόν καὶ ἔκρυψεν τὸν υἱὸν αὐτῆς
6:30 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς ισραηλ τοὺς λόγους τῆς γυναικός διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ αὐτὸς διεπορεύετο ἐπὶ τοῦ τείχους καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωθεν
<
6:31 καὶ εἶπεν τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη εἰ στήσεται ἡ κεφαλὴ ελισαιε ἐπ' αὐτῷ σήμερον
6:32 καὶ ελισαιε ἐκάθητο ἐν τῷ οἴκῳ αὐτοῦ καὶ οἱ πρεσβύτεροι ἐκάθηντο μετ' αὐτοῦ καὶ ἀπέστειλεν ἄνδρα πρὸ προσώπου αὐτοῦ πρὶν ἐλθεῖν τὸν ἄγγελον πρὸς αὐτὸν καὶ αὐτὸς εἶπεν πρὸς τοὺς πρεσβυτέρους εἰ οἴδατε ὅτι ἀπέστειλεν ὁ υἱὸς τοῦ φονευτοῦ οὗτος ἀφελεῖν τὴν κεφαλήν μου ἴδετε ὡς ἂν ἔλθῃ ὁ ἄγγελος ἀποκλείσατε τὴν θύραν καὶ παραθλίψατε αὐτὸν ἐν τῇ θύρᾳ οὐχὶ φωνὴ τῶν ποδῶν τοῦ κυρίου αὐτοῦ κατόπισθεν αὐτοῦ
6:33 ἔτι αὐτοῦ λαλοῦντος μετ' αὐτῶν καὶ ἰδοὺ ἄγγελος κατέβη πρὸς αὐτὸν καὶ εἶπεν ἰδοὺ αὕτη ἡ κακία παρὰ κυρίου τί ὑπομείνω τῷ κυρίῳ ἔτι
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 7
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
7:1 καὶ εἶπεν ελισαιε ἄκουσον λόγον κυρίου τάδε λέγει κύριος ὡς ἡ ὥρα αὕτη αὔριον μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῶν σίκλου ἐν ταῖς πύλαις σαμαρείας
7:2 καὶ ἀπεκρίθη ὁ τριστάτης ἐφ' ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τὴν χεῖρα αὐτοῦ τῷ ελισαιε καὶ εἶπεν ἰδοὺ ποιήσει κύριος καταρράκτας ἐν οὐρανῷ μὴ ἔσται τὸ ῥῆμα τοῦτο καὶ ελισαιε εἶπεν ἰδοὺ σὺ ὄψῃ τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ φάγῃ
7:3 καὶ τέσσαρες ἄνδρες ἦσαν λεπροὶ παρὰ τὴν θύραν τῆς πόλεως καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τί ἡμεῖς καθήμεθα ὧδε ἕως ἀποθάνωμεν
7:4 ἐὰν εἴπωμεν εἰσέλθωμεν εἰς τὴν πόλιν καὶ ὁ λιμὸς ἐν τῇ πόλει καὶ ἀποθανούμεθα ἐκεῖ καὶ ἐὰν καθίσωμεν ὧδε καὶ ἀποθανούμεθα καὶ νῦν δεῦτε καὶ ἐμπέσωμεν εἰς τὴν παρεμβολὴν συρίας ἐὰν ζωογονήσωσιν ἡμᾶς καὶ ζησόμεθα καὶ ἐὰν θανατώσωσιν ἡμᾶς καὶ ἀποθανούμεθα
7:5 καὶ ἀνέστησαν ἐν τῷ σκότει εἰσελθεῖν εἰς τὴν παρεμβολὴν συρίας καὶ ἦλθον εἰς μέρος τῆς παρεμβολῆς συρίας καὶ ἰδοὺ οὐκ ἔστιν ἀνὴρ ἐκεῖ
<
7:6 καὶ κύριος ἀκουστὴν ἐποίησεν τὴν παρεμβολὴν συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου καὶ φωνὴν δυνάμεως μεγάλης καὶ εἶπεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτοῦ νῦν ἐμισθώσατο ἐφ' ἡμᾶς βασιλεὺς ισραηλ τοὺς βασιλέας τῶν χετταίων καὶ τοὺς βασιλέας αἰγύπτου τοῦ ἐλθεῖν ἐφ' ἡμᾶς
7:7 καὶ ἀνέστησαν καὶ ἀπέδρασαν ἐν τῷ σκότει καὶ ἐγκατέλιπαν τὰς σκηνὰς αὐτῶν καὶ τοὺς ἵππους αὐτῶν καὶ τοὺς ὄνους αὐτῶν ἐν τῇ παρεμβολῇ ὡς ἔστιν καὶ ἔφυγον πρὸς τὴν ψυχὴν ἑαυτῶν
7:8 καὶ εἰσῆλθον οἱ λεπροὶ οὗτοι ἕως μέρους τῆς παρεμβολῆς καὶ εἰσῆλθον εἰς σκηνὴν μίαν καὶ ἔφαγον καὶ ἔπιον καὶ ἦραν ἐκεῖθεν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἐπορεύθησαν καὶ ἐπέστρεψαν καὶ εἰσῆλθον εἰς σκηνὴν ἄλλην καὶ ἔλαβον ἐκεῖθεν καὶ ἐπορεύθησαν καὶ κατέκρυψαν
7:9 καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ οὐχ οὕτως ἡμεῖς ποιοῦμεν ἡ ἡμέρα αὕτη ἡμέρα εὐαγγελίας ἐστίν καὶ ἡμεῖς σιωπῶμεν καὶ μένομεν ἕως φωτὸς τοῦ πρωὶ καὶ εὑρήσομεν ἀνομίαν καὶ νῦν δεῦρο καὶ εἰσέλθωμεν καὶ ἀναγγείλωμεν εἰς τὸν οἶκον τοῦ βασιλέως
7:10 καὶ εἰσῆλθον καὶ ἐβόησαν πρὸς τὴν πύλην τῆς πόλεως καὶ ἀνήγγειλαν αὐτοῖς λέγοντες εἰσήλθομεν εἰς τὴν παρεμβολὴν συρίας καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ καὶ φωνὴ ἀνθρώπου ὅτι εἰ μὴ ἵππος δεδεμένος καὶ ὄνος καὶ αἱ σκηναὶ αὐτῶν ὡς εἰσίν
<
7:11 καὶ ἐβόησαν οἱ θυρωροὶ καὶ ἀνήγγειλαν εἰς τὸν οἶκον τοῦ βασιλέως ἔσω
7:12 καὶ ἀνέστη ὁ βασιλεὺς νυκτὸς καὶ εἶπεν πρὸς τοὺς παῖδας αὐτοῦ ἀναγγελῶ δὴ ὑμῖν ἃ ἐποίησεν ἡμῖν συρία ἔγνωσαν ὅτι πεινῶμεν ἡμεῖς καὶ ἐξῆλθαν ἐκ τῆς παρεμβολῆς καὶ ἐκρύβησαν ἐν τῷ ἀγρῷ λέγοντες ὅτι ἐξελεύσονται ἐκ τῆς πόλεως καὶ συλλημψόμεθα αὐτοὺς ζῶντας καὶ εἰς τὴν πόλιν εἰσελευσόμεθα
7:13 καὶ ἀπεκρίθη εἷς τῶν παίδων αὐτοῦ καὶ εἶπεν λαβέτωσαν δὴ πέντε τῶν ἵππων τῶν ὑπολελειμμένων οἳ κατελείφθησαν ὧδε ἰδού εἰσιν πρὸς πᾶν τὸ πλῆθος ισραηλ τὸ ἐκλεῖπον καὶ ἀποστελοῦμεν ἐκεῖ καὶ ὀψόμεθα
7:14 καὶ ἔλαβον δύο ἐπιβάτας ἵππων καὶ ἀπέστειλεν ὁ βασιλεὺς ισραηλ ὀπίσω τοῦ βασιλέως συρίας λέγων δεῦτε καὶ ἴδετε
7:15 καὶ ἐπορεύθησαν ὀπίσω αὐτῶν ἕως τοῦ ιορδάνου καὶ ἰδοὺ πᾶσα ἡ ὁδὸς πλήρης ἱματίων καὶ σκευῶν ὧν ἔρριψεν συρία ἐν τῷ θαμβεῖσθαι αὐτούς καὶ ἐπέστρεψαν οἱ ἄγγελοι καὶ ἀνήγγειλαν τῷ βασιλεῖ
<
7:16 καὶ ἐξῆλθεν ὁ λαὸς καὶ διήρπασεν τὴν παρεμβολὴν συρίας καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῶν σίκλου κατὰ τὸ ῥῆμα κυρίου
7:17 καὶ ὁ βασιλεὺς κατέστησεν τὸν τριστάτην ἐφ' ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τῇ χειρὶ αὐτοῦ ἐπὶ τῆς πύλης καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ καὶ ἀπέθανεν καθὰ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ θεοῦ ὃς ἐλάλησεν ἐν τῷ καταβῆναι τὸν ἄγγελον πρὸς αὐτόν
7:18 καὶ ἐγένετο καθὰ ἐλάλησεν ελισαιε πρὸς τὸν βασιλέα λέγων δίμετρον κριθῆς σίκλου καὶ μέτρον σεμιδάλεως σίκλου καὶ ἔσται ὡς ἡ ὥρα αὕτη αὔριον ἐν τῇ πύλῃ σαμαρείας
7:19 καὶ ἀπεκρίθη ὁ τριστάτης τῷ ελισαιε καὶ εἶπεν ἰδοὺ κύριος ποιεῖ καταρράκτας ἐν τῷ οὐρανῷ μὴ ἔσται τὸ ῥῆμα τοῦτο καὶ εἶπεν ελισαιε ἰδοὺ ὄψῃ τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ φάγῃ
7:20 καὶ ἐγένετο οὕτως καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ καὶ ἀπέθανεν
<
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 8
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
8:1 καὶ ελισαιε ἐλάλησεν πρὸς τὴν γυναῖκα ἧς ἐζωπύρησεν τὸν υἱόν λέγων ἀνάστηθι καὶ δεῦρο σὺ καὶ ὁ οἶκός σου καὶ παροίκει οὗ ἐὰν παροικήσῃς ὅτι κέκληκεν κύριος λιμὸν ἐπὶ τὴν γῆν καί γε ἦλθεν ἐπὶ τὴν γῆν ἑπτὰ ἔτη
8:2 καὶ ἀνέστη ἡ γυνὴ καὶ ἐποίησεν κατὰ τὸ ῥῆμα ελισαιε καὶ ἐπορεύθη αὐτὴ καὶ ὁ οἶκος αὐτῆς καὶ παρῴκει ἐν γῇ ἀλλοφύλων ἑπτὰ ἔτη
8:3 καὶ ἐγένετο μετὰ τὸ τέλος τῶν ἑπτὰ ἐτῶν καὶ ἐπέστρεψεν ἡ γυνὴ ἐκ γῆς ἀλλοφύλων εἰς τὴν πόλιν καὶ ἦλθεν βοῆσαι πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς
8:4 καὶ ὁ βασιλεὺς ἐλάλει πρὸς γιεζι τὸ παιδάριον ελισαιε τοῦ ἀνθρώπου τοῦ θεοῦ λέγων διήγησαι δή μοι πάντα τὰ μεγάλα ἃ ἐποίησεν ελισαιε
8:5 καὶ ἐγένετο αὐτοῦ ἐξηγουμένου τῷ βασιλεῖ ὡς ἐζωπύρησεν υἱὸν τεθνηκότα καὶ ἰδοὺ ἡ γυνή ἧς ἐζωπύρησεν τὸν υἱὸν αὐτῆς ελισαιε βοῶσα πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς καὶ εἶπεν γιεζι κύριε βασιλεῦ αὕτη ἡ γυνή καὶ οὗτος ὁ υἱὸς αὐτῆς ὃν ἐζωπύρησεν ελισαιε
<
8:6 καὶ ἐπηρώτησεν ὁ βασιλεὺς τὴν γυναῖκα καὶ διηγήσατο αὐτῷ καὶ ἔδωκεν αὐτῇ ὁ βασιλεὺς εὐνοῦχον ἕνα λέγων ἐπίστρεψον πάντα τὰ αὐτῆς καὶ πάντα τὰ γενήματα τοῦ ἀγροῦ αὐτῆς ἀπὸ τῆς ἡμέρας ἧς κατέλιπεν τὴν γῆν ἕως τοῦ νῦν
8:7 καὶ ἦλθεν ελισαιε εἰς δαμασκόν καὶ υἱὸς αδερ βασιλεὺς συρίας ἠρρώστει καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες ἥκει ὁ ἄνθρωπος τοῦ θεοῦ ἕως ὧδε
8:8 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς αζαηλ λαβὲ ἐν τῇ χειρί σου μαναα καὶ δεῦρο εἰς ἀπαντὴν τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ ἐπιζήτησον τὸν κύριον παρ' αὐτοῦ λέγων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης
8:9 καὶ ἐπορεύθη αζαηλ εἰς ἀπαντὴν αὐτοῦ καὶ ἔλαβεν μαναα ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντα τὰ ἀγαθὰ δαμασκοῦ ἄρσιν τεσσαράκοντα καμήλων καὶ ἦλθεν καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν πρὸς ελισαιε ὁ υἱός σου υἱὸς αδερ βασιλεὺς συρίας ἀπέστειλέν με πρὸς σὲ λέγων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης
8:10 καὶ εἶπεν ελισαιε δεῦρο εἰπὸν αὐτῷ ζωῇ ζήσῃ καὶ ἔδειξέν μοι κύριος ὅτι θανάτῳ ἀποθανῇ
<
8:11 καὶ παρέστη τῷ προσώπῳ αὐτοῦ καὶ ἔθηκεν ἕως αἰσχύνης καὶ ἔκλαυσεν ὁ ἄνθρωπος τοῦ θεοῦ
8:12 καὶ εἶπεν αζαηλ τί ὅτι ὁ κύριός μου κλαίει καὶ εἶπεν ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς ισραηλ κακά τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναρρήξεις
8:13 καὶ εἶπεν αζαηλ τίς ἐστιν ὁ δοῦλός σου ὁ κύων ὁ τεθνηκώς ὅτι ποιήσει τὸ ῥῆμα τοῦτο καὶ εἶπεν ελισαιε ἔδειξέν μοι κύριός σε βασιλεύοντα ἐπὶ συρίαν
8:14 καὶ ἀπῆλθεν ἀπὸ ελισαιε καὶ εἰσῆλθεν πρὸς τὸν κύριον αὐτοῦ καὶ εἶπεν αὐτῷ τί εἶπέν σοι ελισαιε καὶ εἶπεν εἶπέν μοι ζωῇ ζήσῃ
8:15 καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἔλαβεν τὸ μαχμα καὶ ἔβαψεν ἐν τῷ ὕδατι καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ καὶ ἀπέθανεν καὶ ἐβασίλευσεν αζαηλ ἀντ' αὐτοῦ
<
8:16 ἐν ἔτει πέμπτῳ τῷ ιωραμ υἱῷ αχααβ βασιλεῖ ισραηλ ἐβασίλευσεν ιωραμ υἱὸς ιωσαφατ βασιλεὺς ιουδα
8:17 υἱὸς τριάκοντα καὶ δύο ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ
8:18 καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων ισραηλ καθὼς ἐποίησεν οἶκος αχααβ ὅτι θυγάτηρ αχααβ ἦν αὐτῷ εἰς γυναῖκα καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου
8:19 καὶ οὐκ ἠθέλησεν κύριος διαφθεῖραι τὸν ιουδαν διὰ δαυιδ τὸν δοῦλον αὐτοῦ καθὼς εἶπεν δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας
8:20 ἐν ταῖς ἡμέραις αὐτοῦ ἠθέτησεν εδωμ ὑποκάτωθεν χειρὸς ιουδα καὶ ἐβασίλευσαν ἐφ' ἑαυτοὺς βασιλέα
<
8:21 καὶ ἀνέβη ιωραμ εἰς σιωρ καὶ πάντα τὰ ἅρματα μετ' αὐτοῦ καὶ ἐγένετο αὐτοῦ ἀναστάντος καὶ ἐπάταξεν τὸν εδωμ τὸν κυκλώσαντα ἐπ' αὐτὸν καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν
8:22 καὶ ἠθέτησεν εδωμ ὑποκάτωθεν χειρὸς ιουδα ἕως τῆς ἡμέρας ταύτης τότε ἠθέτησεν λοβενα ἐν τῷ καιρῷ ἐκείνῳ
8:23 καὶ τὰ λοιπὰ τῶν λόγων ιωραμ καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
8:24 καὶ ἐκοιμήθη ιωραμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ ἐβασίλευσεν οχοζιας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
8:25 ἐν ἔτει δωδεκάτῳ τῷ ιωραμ υἱῷ αχααβ βασιλεῖ ισραηλ ἐβασίλευσεν οχοζιας υἱὸς ιωραμ
<
8:26 υἱὸς εἴκοσι καὶ δύο ἐτῶν οχοζιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ γοθολια θυγάτηρ αμβρι βασιλέως ισραηλ
8:27 καὶ ἐπορεύθη ἐν ὁδῷ οἴκου αχααβ καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καθὼς ὁ οἶκος αχααβ
8:28 καὶ ἐπορεύθη μετὰ ιωραμ υἱοῦ αχααβ εἰς πόλεμον μετὰ αζαηλ βασιλέως ἀλλοφύλων ἐν ρεμμωθ γαλααδ καὶ ἐπάταξαν οἱ σύροι τὸν ιωραμ
8:29 καὶ ἐπέστρεψεν ὁ βασιλεὺς ιωραμ τοῦ ἰατρευθῆναι ἐν ιεζραελ ἀπὸ τῶν πληγῶν ὧν ἐπάταξαν αὐτὸν ἐν ρεμμωθ ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ αζαηλ βασιλέως συρίας καὶ οχοζιας υἱὸς ιωραμ κατέβη τοῦ ἰδεῖν τὸν ιωραμ υἱὸν αχααβ ἐν ιεζραελ ὅτι ἠρρώστει αὐτός
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 9
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
9:1 καὶ ελισαιε ὁ προφήτης ἐκάλεσεν ἕνα τῶν υἱῶν τῶν προφητῶν καὶ εἶπεν αὐτῷ ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου καὶ δεῦρο εἰς ρεμμωθ γαλααδ
9:2 καὶ εἰσελεύσῃ ἐκεῖ καὶ ὄψῃ ἐκεῖ ιου υἱὸν ιωσαφατ υἱοῦ ναμεσσι καὶ εἰσελεύσῃ καὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελφῶν αὐτοῦ καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμίειον ἐν τῷ ταμιείῳ
9:3 καὶ λήμψῃ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἰπόν τάδε λέγει κύριος κέχρικά σε εἰς βασιλέα ἐπὶ ισραηλ καὶ ἀνοίξεις τὴν θύραν καὶ φεύξῃ καὶ οὐ μενεῖς
9:4 καὶ ἐπορεύθη τὸ παιδάριον ὁ προφήτης εἰς ρεμμωθ γαλααδ
9:5 καὶ εἰσῆλθεν καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο καὶ εἶπεν λόγος μοι πρὸς σέ ὁ ἄρχων καὶ εἶπεν ιου πρὸς τίνα ἐκ πάντων ἡμῶν καὶ εἶπεν πρὸς σέ ὁ ἄρχων
<
9:6 καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον καὶ ἐπέχεεν τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ τάδε λέγει κύριος ὁ θεὸς ισραηλ κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν κυρίου ἐπὶ τὸν ισραηλ
9:7 καὶ ἐξολεθρεύσεις τὸν οἶκον αχααβ τοῦ κυρίου σου ἐκ προσώπου μου καὶ ἐκδικήσεις τὰ αἵματα τῶν δούλων μου τῶν προφητῶν καὶ τὰ αἵματα πάντων τῶν δούλων κυρίου ἐκ χειρὸς ιεζαβελ
9:8 καὶ ἐκ χειρὸς ὅλου τοῦ οἴκου αχααβ καὶ ἐξολεθρεύσεις τῷ οἴκῳ αχααβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν ισραηλ
9:9 καὶ δώσω τὸν οἶκον αχααβ ὡς τὸν οἶκον ιεροβοαμ υἱοῦ ναβατ καὶ ὡς τὸν οἶκον βαασα υἱοῦ αχια
9:10 καὶ τὴν ιεζαβελ καταφάγονται οἱ κύνες ἐν τῇ μερίδι ιεζραελ καὶ οὐκ ἔστιν ὁ θάπτων καὶ ἤνοιξεν τὴν θύραν καὶ ἔφυγεν
<
9:11 καὶ ιου ἐξῆλθεν πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ καὶ εἶπον αὐτῷ εἰ εἰρήνη τί ὅτι εἰσῆλθεν ὁ ἐπίλημπτος οὗτος πρὸς σέ καὶ εἶπεν αὐτοῖς ὑμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ
9:12 καὶ εἶπον ἄδικον ἀπάγγειλον δὴ ἡμῖν καὶ εἶπεν ιου πρὸς αὐτούς οὕτως καὶ οὕτως ἐλάλησεν πρός με λέγων τάδε λέγει κύριος κέχρικά σε εἰς βασιλέα ἐπὶ ισραηλ
9:13 καὶ ἀκούσαντες ἔσπευσαν καὶ ἔλαβον ἕκαστος τὸ ἱμάτιον αὐτοῦ καὶ ἔθηκαν ὑποκάτω αὐτοῦ ἐπὶ γαρεμ τῶν ἀναβαθμῶν καὶ ἐσάλπισαν ἐν κερατίνῃ καὶ εἶπον ἐβασίλευσεν ιου
9:14 καὶ συνεστράφη ιου υἱὸς ιωσαφατ υἱοῦ ναμεσσι πρὸς ιωραμ καὶ ιωραμ αὐτὸς ἐφύλασσεν ἐν ρεμμωθ γαλααδ αὐτὸς καὶ πᾶς ισραηλ ἀπὸ προσώπου αζαηλ βασιλέως συρίας
9:15 καὶ ἀπέστρεψεν ιωραμ ὁ βασιλεὺς ἰατρευθῆναι ἐν ιεζραελ ἀπὸ τῶν πληγῶν ὧν ἔπαισαν αὐτὸν οἱ σύροι ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ αζαηλ βασιλέως συρίας καὶ εἶπεν ιου εἰ ἔστιν ἡ ψυχὴ ὑμῶν μετ' ἐμοῦ μὴ ἐξελθέτω ἐκ τῆς πόλεως διαπεφευγὼς τοῦ πορευθῆναι καὶ ἀπαγγεῖλαι ἐν ιεζραελ
<
9:16 καὶ ἵππευσεν καὶ ἐπορεύθη ιου καὶ κατέβη εἰς ιεζραελ ὅτι ιωραμ βασιλεὺς ισραηλ ἐθεραπεύετο ἐν ιεζραελ ἀπὸ τῶν τοξευμάτων ὧν κατετόξευσαν αὐτὸν οἱ αραμιν ἐν τῇ ραμμαθ ἐν τῷ πολέμῳ μετὰ αζαηλ βασιλέως συρίας ὅτι αὐτὸς δυνατὸς καὶ ἀνὴρ δυνάμεως καὶ οχοζιας βασιλεὺς ιουδα κατέβη ἰδεῖν τὸν ιωραμ
9:17 καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον ἐν ιεζραελ καὶ εἶδεν τὸν κονιορτὸν ιου ἐν τῷ παραγίνεσθαι αὐτὸν καὶ εἶπεν κονιορτὸν ἐγὼ βλέπω καὶ εἶπεν ιωραμ λαβὲ ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσθεν αὐτῶν καὶ εἰπάτω εἰ εἰρήνη
9:18 καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτῶν καὶ εἶπεν τάδε λέγει ὁ βασιλεύς εἰ εἰρήνη καὶ εἶπεν ιου τί σοι καὶ εἰρήνῃ ἐπίστρεφε εἰς τὰ ὀπίσω μου καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων ἦλθεν ὁ ἄγγελος ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν
9:19 καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον καὶ ἦλθεν πρὸς αὐτὸν καὶ εἶπεν τάδε λέγει ὁ βασιλεύς εἰ εἰρήνη καὶ εἶπεν ιου τί σοι καὶ εἰρήνῃ ἐπιστρέφου εἰς τὰ ὀπίσω μου
9:20 καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων ἦλθεν ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν καὶ ὁ ἄγων ἦγεν τὸν ιου υἱὸν ναμεσσιου ὅτι ἐν παραλλαγῇ ἐγένετο
<
9:21 καὶ εἶπεν ιωραμ ζεῦξον καὶ ἔζευξεν ἅρμα καὶ ἐξῆλθεν ιωραμ βασιλεὺς ισραηλ καὶ οχοζιας βασιλεὺς ιουδα ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ καὶ ἐξῆλθον εἰς ἀπαντὴν ιου καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι ναβουθαι τοῦ ιεζραηλίτου
9:22 καὶ ἐγένετο ὡς εἶδεν ιωραμ τὸν ιου καὶ εἶπεν εἰ εἰρήνη ιου καὶ εἶπεν ιου τί εἰρήνη ἔτι αἱ πορνεῖαι ιεζαβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά
9:23 καὶ ἐπέστρεψεν ιωραμ τὰς χεῖρας αὐτοῦ τοῦ φυγεῖν καὶ εἶπεν πρὸς οχοζιαν δόλος οχοζια
9:24 καὶ ἔπλησεν ιου τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξεν τὸν ιωραμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ καὶ ἐξῆλθεν τὸ βέλος διὰ τῆς καρδίας αὐτοῦ καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ
9:25 καὶ εἶπεν ιου πρὸς βαδεκαρ τὸν τριστάτην αὐτοῦ ῥῖψον αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ ναβουθαι τοῦ ιεζραηλίτου ὅτι μνημονεύω ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω αχααβ τοῦ πατρὸς αὐτοῦ καὶ κύριος ἔλαβεν ἐπ' αὐτὸν τὸ λῆμμα τοῦτο λέγων
<
9:26 εἰ μὴ μετὰ τῶν αἱμάτων ναβουθαι καὶ τὰ αἵματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχθές φησὶν κύριος καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ φησὶν κύριος καὶ νῦν ἄρας δὴ ῥῖψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ῥῆμα κυρίου
9:27 καὶ οχοζιας βασιλεὺς ιουδα εἶδεν καὶ ἔφυγεν ὁδὸν βαιθαγγαν καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ ιου καὶ εἶπεν καί γε αὐτόν καὶ ἐπάταξεν αὐτὸν ἐν τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν γαι ἥ ἐστιν ιεβλααμ καὶ ἔφυγεν εἰς μαγεδδων καὶ ἀπέθανεν ἐκεῖ
9:28 καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸ ἅρμα καὶ ἤγαγον αὐτὸν εἰς ιερουσαλημ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει δαυιδ
9:29 καὶ ἐν ἔτει ἑνδεκάτῳ ιωραμ βασιλέως ισραηλ ἐβασίλευσεν οχοζιας ἐπὶ ιουδαν
9:30 καὶ ἦλθεν ιου εἰς ιεζραελ καὶ ιεζαβελ ἤκουσεν καὶ ἐστιμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἠγάθυνεν τὴν κεφαλὴν αὐτῆς καὶ διέκυψεν διὰ τῆς θυρίδος
<
9:31 καὶ ιου εἰσεπορεύετο ἐν τῇ πόλει καὶ εἶπεν εἰ εἰρήνη ζαμβρι ὁ φονευτὴς τοῦ κυρίου αὐτοῦ
9:32 καὶ ἐπῆρεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θυρίδα καὶ εἶδεν αὐτὴν καὶ εἶπεν τίς εἶ σύ κατάβηθι μετ' ἐμοῦ καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι
9:33 καὶ εἶπεν κυλίσατε αὐτήν καὶ ἐκύλισαν αὐτήν καὶ ἐρραντίσθη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους καὶ συνεπάτησαν αὐτήν
9:34 καὶ εἰσῆλθεν ιου καὶ ἔφαγεν καὶ ἔπιεν καὶ εἶπεν ἐπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην καὶ θάψατε αὐτήν ὅτι θυγάτηρ βασιλέως ἐστίν
9:35 καὶ ἐπορεύθησαν θάψαι αὐτὴν καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν
<
9:36 καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ καὶ εἶπεν λόγος κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ ηλιου τοῦ θεσβίτου λέγων ἐν τῇ μερίδι ιεζραελ καταφάγονται οἱ κύνες τὰς σάρκας ιεζαβελ
9:37 καὶ ἔσται τὸ θνησιμαῖον ιεζαβελ ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι ιεζραελ ὥστε μὴ εἰπεῖν αὐτούς ιεζαβελ
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 10
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
10:1 καὶ τῷ αχααβ ἑβδομήκοντα υἱοὶ ἐν σαμαρείᾳ καὶ ἔγραψεν ιου βιβλίον καὶ ἀπέστειλεν ἐν σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας σαμαρείας καὶ πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιθηνοὺς υἱῶν αχααβ λέγων
10:2 καὶ νῦν ὡς ἐὰν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς ὑμᾶς μεθ' ὑμῶν οἱ υἱοὶ τοῦ κυρίου ὑμῶν καὶ μεθ' ὑμῶν τὸ ἅρμα καὶ οἱ ἵπποι καὶ πόλεις ὀχυραὶ καὶ τὰ ὅπλα
10:3 καὶ ὄψεσθε τὸν ἀγαθὸν καὶ τὸν εὐθῆ ἐν τοῖς υἱοῖς τοῦ κυρίου ὑμῶν καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ καὶ πολεμεῖτε ὑπὲρ τοῦ οἴκου τοῦ κυρίου ὑμῶν
10:4 καὶ ἐφοβήθησαν σφόδρα καὶ εἶπον ἰδοὺ οἱ δύο βασιλεῖς οὐκ ἔστησαν κατὰ πρόσωπον αὐτοῦ καὶ πῶς στησόμεθα ἡμεῖς
10:5 καὶ ἀπέστειλαν οἱ ἐπὶ τοῦ οἴκου καὶ οἱ ἐπὶ τῆς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιθηνοὶ πρὸς ιου λέγοντες παῖδές σου ἡμεῖς καὶ ὅσα ἐὰν εἴπῃς πρὸς ἡμᾶς ποιήσομεν οὐ βασιλεύσομεν ἄνδρα τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ποιήσομεν
<
10:6 καὶ ἔγραψεν πρὸς αὐτοὺς βιβλίον δεύτερον λέγων εἰ ἐμοὶ ὑμεῖς καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν καὶ ἐνέγκατε πρός με ὡς ἡ ὥρα αὔριον εἰς ιεζραελ καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς
10:7 καὶ ἐγένετο ὡς ἦλθεν τὸ βιβλίον πρὸς αὐτούς καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἔσφαξαν αὐτούς ἑβδομήκοντα ἄνδρας καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς ιεζραελ
10:8 καὶ ἦλθεν ὁ ἄγγελος καὶ ἀπήγγειλεν λέγων ἤνεγκαν τὰς κεφαλὰς τῶν υἱῶν τοῦ βασιλέως καὶ εἶπεν θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν θύραν τῆς πύλης εἰς πρωί
10:9 καὶ ἐγένετο πρωὶ καὶ ἐξῆλθεν καὶ ἔστη ἐν τῷ πυλῶνι τῆς πόλεως καὶ εἶπεν πρὸς πάντα τὸν λαόν δίκαιοι ὑμεῖς ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου καὶ ἀπέκτεινα αὐτόν καὶ τίς ἐπάταξεν πάντας τούτους
10:10 ἴδετε αφφω ὅτι οὐ πεσεῖται ἀπὸ τοῦ ῥήματος κυρίου εἰς τὴν γῆν οὗ ἐλάλησεν κύριος ἐπὶ τὸν οἶκον αχααβ καὶ κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ ηλιου
<
10:11 καὶ ἐπάταξεν ιου πάντας τοὺς καταλειφθέντας ἐν τῷ οἴκῳ αχααβ ἐν ιεζραελ καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ καὶ τοὺς γνωστοὺς αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ ὥστε μὴ καταλιπεῖν αὐτοῦ κατάλειμμα
10:12 καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς σαμάρειαν αὐτὸς ἐν βαιθακαδ τῶν ποιμένων ἐν τῇ ὁδῷ
10:13 καὶ ιου εὗρεν τοὺς ἀδελφοὺς οχοζιου βασιλέως ιουδα καὶ εἶπεν τίνες ὑμεῖς καὶ εἶπον οἱ ἀδελφοὶ οχοζιου ἡμεῖς καὶ κατέβημεν εἰς εἰρήνην τῶν υἱῶν τοῦ βασιλέως καὶ τῶν υἱῶν τῆς δυναστευούσης
10:14 καὶ εἶπεν συλλάβετε αὐτοὺς ζῶντας καὶ συνέλαβον αὐτοὺς ζῶντας καὶ ἔσφαξαν αὐτοὺς εἰς βαιθακαδ τεσσαράκοντα καὶ δύο ἄνδρας οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτῶν
10:15 καὶ ἐπορεύθη ἐκεῖθεν καὶ εὗρεν τὸν ιωναδαβ υἱὸν ρηχαβ ἐν τῇ ὁδῷ εἰς ἀπαντὴν αὐτοῦ καὶ εὐλόγησεν αὐτόν καὶ εἶπεν πρὸς αὐτὸν ιου εἰ ἔστιν καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου καὶ εἶπεν ιωναδαβ ἔστιν καὶ εἶπεν ιου καὶ εἰ ἔστιν δὸς τὴν χεῖρά σου καὶ ἔδωκεν τὴν χεῖρα αὐτοῦ καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα
<
10:16 καὶ εἶπεν πρὸς αὐτόν δεῦρο μετ' ἐμοῦ καὶ ἰδὲ ἐν τῷ ζηλῶσαί με τῷ κυρίῳ σαβαωθ καὶ ἐπεκάθισεν αὐτὸν ἐν τῷ ἅρματι αὐτοῦ
10:17 καὶ εἰσῆλθεν εἰς σαμάρειαν καὶ ἐπάταξεν πάντας τοὺς καταλειφθέντας τοῦ αχααβ ἐν σαμαρείᾳ ἕως τοῦ ἀφανίσαι αὐτὸν κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν πρὸς ηλιου
10:18 καὶ συνήθροισεν ιου πάντα τὸν λαὸν καὶ εἶπεν πρὸς αὐτούς αχααβ ἐδούλευσεν τῷ βααλ ὀλίγα καί γε ιου δουλεύσει αὐτῷ πολλά
10:19 καὶ νῦν πάντες οἱ προφῆται τοῦ βααλ πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρός με ἀνὴρ μὴ ἐπισκεπήτω ὅτι θυσία μεγάλη μοι τῷ βααλ πᾶς ὃς ἐὰν ἐπισκεπῇ οὐ ζήσεται καὶ ιου ἐποίησεν ἐν πτερνισμῷ ἵνα ἀπολέσῃ τοὺς δούλους τοῦ βααλ
10:20 καὶ εἶπεν ιου ἁγιάσατε ἱερείαν τῷ βααλ καὶ ἐκήρυξαν
<
10:21 καὶ ἀπέστειλεν ιου ἐν παντὶ ισραηλ λέγων καὶ νῦν πάντες οἱ δοῦλοι τοῦ βααλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ μηδεὶς ἀπολειπέσθω ὅτι θυσίαν μεγάλην ποιῶ ὃς ἂν ἀπολειφθῇ οὐ ζήσεται καὶ ἦλθον πάντες οἱ δοῦλοι τοῦ βααλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ οὐ κατελείφθη ἀνήρ ὃς οὐ παρεγένετο καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ βααλ καὶ ἐπλήσθη ὁ οἶκος τοῦ βααλ στόμα εἰς στόμα
10:22 καὶ εἶπεν ιου τῷ ἐπὶ τοῦ οἴκου μεσθααλ ἐξάγαγε ἐνδύματα πᾶσι τοῖς δούλοις τοῦ βααλ καὶ ἐξήνεγκεν αὐτοῖς ὁ στολιστής
10:23 καὶ εἰσῆλθεν ιου καὶ ιωναδαβ υἱὸς ρηχαβ εἰς οἶκον τοῦ βααλ καὶ εἶπεν τοῖς δούλοις τοῦ βααλ ἐρευνήσατε καὶ ἴδετε εἰ ἔστιν μεθ' ὑμῶν τῶν δούλων κυρίου ὅτι ἀλλ' ἢ οἱ δοῦλοι τοῦ βααλ μονώτατοι
10:24 καὶ εἰσῆλθεν τοῦ ποιῆσαι τὰ θύματα καὶ τὰ ὁλοκαυτώματα καὶ ιου ἔταξεν ἑαυτῷ ἔξω ὀγδοήκοντα ἄνδρας καὶ εἶπεν ἀνήρ ὃς ἐὰν διασωθῇ ἀπὸ τῶν ἀνδρῶν ὧν ἐγὼ ἀνάγω ἐπὶ χεῖρας ὑμῶν ἡ ψυχὴ αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ
10:25 καὶ ἐγένετο ὡς συνετέλεσεν ποιῶν τὴν ὁλοκαύτωσιν καὶ εἶπεν ιου τοῖς παρατρέχουσιν καὶ τοῖς τριστάταις εἰσελθόντες πατάξατε αὐτούς ἀνὴρ μὴ ἐξελθάτω ἐξ αὐτῶν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ ἔρριψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ βααλ
<
10:26 καὶ ἐξήνεγκαν τὴν στήλην τοῦ βααλ καὶ ἐνέπρησαν αὐτήν
10:27 καὶ κατέσπασαν τὰς στήλας τοῦ βααλ καὶ καθεῖλον τὸν οἶκον τοῦ βααλ καὶ ἔταξαν αὐτὸν εἰς λυτρῶνας ἕως τῆς ἡμέρας ταύτης
10:28 καὶ ἠφάνισεν ιου τὸν βααλ ἐξ ισραηλ
10:29 πλὴν ἁμαρτιῶν ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ οὐκ ἀπέστη ιου ἀπὸ ὄπισθεν αὐτῶν αἱ δαμάλεις αἱ χρυσαῖ ἐν βαιθηλ καὶ ἐν δαν
10:30 καὶ εἶπεν κύριος πρὸς ιου ἀνθ' ὧν ὅσα ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου καὶ πάντα ὅσα ἐν τῇ καρδίᾳ μου ἐποίησας τῷ οἴκῳ αχααβ υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου ισραηλ
<
10:31 καὶ ιου οὐκ ἐφύλαξεν πορεύεσθαι ἐν νόμῳ κυρίου θεοῦ ισραηλ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ οὐκ ἀπέστη ἐπάνωθεν ἁμαρτιῶν ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ
10:32 ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο κύριος συγκόπτειν ἐν τῷ ισραηλ καὶ ἐπάταξεν αὐτοὺς αζαηλ ἐν παντὶ ὁρίῳ ισραηλ
10:33 ἀπὸ τοῦ ιορδάνου κατ' ἀνατολὰς ἡλίου πᾶσαν τὴν γῆν γαλααδ τοῦ γαδδι καὶ τοῦ ρουβην καὶ τοῦ μανασση ἀπὸ αροηρ ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου αρνων καὶ τὴν γαλααδ καὶ τὴν βασαν
10:34 καὶ τὰ λοιπὰ τῶν λόγων ιου καὶ πάντα ὅσα ἐποίησεν καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ τὰς συνάψεις ἃς συνῆψεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
10:35 καὶ ἐκοιμήθη ιου μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν σαμαρείᾳ καὶ ἐβασίλευσεν ιωαχας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
<
10:36 καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν ιου ἐπὶ ισραηλ εἴκοσι ὀκτὼ ἔτη ἐν σαμαρείᾳ
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 11
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
11:1 καὶ γοθολια ἡ μήτηρ οχοζιου εἶδεν ὅτι ἀπέθανον οἱ υἱοὶ αὐτῆς καὶ ἀπώλεσεν πᾶν τὸ σπέρμα τῆς βασιλείας
11:2 καὶ ἔλαβεν ιωσαβεε θυγάτηρ τοῦ βασιλέως ιωραμ ἀδελφὴ οχοζιου τὸν ιωας υἱὸν ἀδελφοῦ αὐτῆς καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ ἐν τῷ ταμιείῳ τῶν κλινῶν καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου γοθολιας καὶ οὐκ ἐθανατώθη
11:3 καὶ ἦν μετ' αὐτῆς ἐν οἴκῳ κυρίου κρυβόμενος ἓξ ἔτη καὶ γοθολια βασιλεύουσα ἐπὶ τῆς γῆς
11:4 καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἀπέστειλεν ιωδαε ὁ ἱερεὺς καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους τὸν χορρι καὶ τὸν ρασιμ καὶ ἀπήγαγεν αὐτοὺς πρὸς αὐτὸν εἰς οἶκον κυρίου καὶ διέθετο αὐτοῖς διαθήκην κυρίου καὶ ὥρκισεν αὐτοὺς ἐνώπιον κυρίου καὶ ἔδειξεν αὐτοῖς ιωδαε τὸν υἱὸν τοῦ βασιλέως
11:5 καὶ ἐνετείλατο αὐτοῖς λέγων οὗτος ὁ λόγος ὃν ποιήσετε τὸ τρίτον ἐξ ὑμῶν εἰσελθέτω τὸ σάββατον καὶ φυλάξετε φυλακὴν οἴκου τοῦ βασιλέως ἐν τῷ πυλῶνι
<
11:6 καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῶν ὁδῶν καὶ τὸ τρίτον τῆς πύλης ὀπίσω τῶν παρατρεχόντων καὶ φυλάξετε τὴν φυλακὴν τοῦ οἴκου
11:7 καὶ δύο χεῖρες ἐν ὑμῖν πᾶς ὁ ἐκπορευόμενος τὸ σάββατον καὶ φυλάξουσιν τὴν φυλακὴν οἴκου κυρίου πρὸς τὸν βασιλέα
11:8 καὶ κυκλώσατε ἐπὶ τὸν βασιλέα κύκλῳ ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν χειρὶ αὐτοῦ καὶ ὁ εἰσπορευόμενος εἰς τὰ σαδηρωθ ἀποθανεῖται καὶ ἐγένετο μετὰ τοῦ βασιλέως ἐν τῷ ἐκπορεύεσθαι αὐτὸν καὶ ἐν τῷ εἰσπορεύεσθαι αὐτόν
11:9 καὶ ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα ὅσα ἐνετείλατο ιωδαε ὁ συνετός καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας αὐτοῦ τοὺς εἰσπορευομένους τὸ σάββατον μετὰ τῶν ἐκπορευομένων τὸ σάββατον καὶ εἰσῆλθεν πρὸς ιωδαε τὸν ἱερέα
11:10 καὶ ἔδωκεν ὁ ἱερεὺς τοῖς ἑκατοντάρχαις τοὺς σειρομάστας καὶ τοὺς τρισσοὺς τοῦ βασιλέως δαυιδ τοὺς ἐν οἴκῳ κυρίου
<
11:11 καὶ ἔστησαν οἱ παρατρέχοντες ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τοῦ οἴκου τῆς εὐωνύμου τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ
11:12 καὶ ἐξαπέστειλεν τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ' αὐτὸν τὸ νεζερ καὶ τὸ μαρτύριον καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν καὶ ἐκρότησαν τῇ χειρὶ καὶ εἶπαν ζήτω ὁ βασιλεύς
11:13 καὶ ἤκουσεν γοθολια τὴν φωνὴν τῶν τρεχόντων τοῦ λαοῦ καὶ εἰσῆλθεν πρὸς τὸν λαὸν εἰς οἶκον κυρίου
11:14 καὶ εἶδεν καὶ ἰδοὺ ὁ βασιλεὺς εἱστήκει ἐπὶ τοῦ στύλου κατὰ τὸ κρίμα καὶ οἱ ᾠδοὶ καὶ αἱ σάλπιγγες πρὸς τὸν βασιλέα καὶ πᾶς ὁ λαὸς τῆς γῆς χαίρων καὶ σαλπίζων ἐν σάλπιγξιν καὶ διέρρηξεν γοθολια τὰ ἱμάτια ἑαυτῆς καὶ ἐβόησεν σύνδεσμος σύνδεσμος
11:15 καὶ ἐνετείλατο ιωδαε ὁ ἱερεὺς τοῖς ἑκατοντάρχαις τοῖς ἐπισκόποις τῆς δυνάμεως καὶ εἶπεν πρὸς αὐτούς ἐξαγάγετε αὐτὴν ἔσωθεν τῶν σαδηρωθ καὶ ὁ εἰσπορευόμενος ὀπίσω αὐτῆς θανάτῳ θανατωθήσεται ῥομφαίᾳ ὅτι εἶπεν ὁ ἱερεύς καὶ μὴ ἀποθάνῃ ἐν οἴκῳ κυρίου
<
11:16 καὶ ἐπέθηκαν αὐτῇ χεῖρας καὶ εἰσῆλθεν ὁδὸν εἰσόδου τῶν ἵππων οἴκου τοῦ βασιλέως καὶ ἀπέθανεν ἐκεῖ
11:17 καὶ διέθετο ιωδαε διαθήκην ἀνὰ μέσον κυρίου καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ τοῦ εἶναι εἰς λαὸν τῷ κυρίῳ καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ
11:18 καὶ εἰσῆλθεν πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον τοῦ βααλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαθῶς καὶ τὸν ματθαν τὸν ἱερέα τοῦ βααλ ἀπέκτειναν κατὰ πρόσωπον τῶν θυσιαστηρίων καὶ ἔθηκεν ὁ ἱερεὺς ἐπισκόπους εἰς τὸν οἶκον κυρίου
11:19 καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους καὶ τὸν χορρι καὶ τὸν ρασιμ καὶ πάντα τὸν λαὸν τῆς γῆς καὶ κατήγαγον τὸν βασιλέα ἐξ οἴκου κυρίου καὶ εἰσῆλθεν ὁδὸν πύλης τῶν παρατρεχόντων οἴκου τοῦ βασιλέως καὶ ἐκάθισαν αὐτὸν ἐπὶ τοῦ θρόνου τῶν βασιλέων
11:20 καὶ ἐχάρη πᾶς ὁ λαὸς τῆς γῆς καὶ ἡ πόλις ἡσύχασεν καὶ τὴν γοθολιαν ἐθανάτωσαν ἐν ῥομφαίᾳ ἐν οἴκῳ τοῦ βασιλέως
<
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 12
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
12:1 υἱὸς ἐτῶν ἑπτὰ ιωας ἐν τῷ βασιλεύειν αὐτόν
12:2 ἐν ἔτει ἑβδόμῳ τῷ ιου ἐβασίλευσεν ιωας καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ αβια ἐκ τῆς βηρσαβεε
12:3 καὶ ἐποίησεν ιωας τὸ εὐθὲς ἐνώπιον κυρίου πάσας τὰς ἡμέρας ἃς ἐφώτισεν αὐτὸν ιωδαε ὁ ἱερεύς
12:4 πλὴν τῶν ὑψηλῶν οὐ μετεστάθησαν καὶ ἐκεῖ ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς
12:5 καὶ εἶπεν ιωας πρὸς τοὺς ἱερεῖς πᾶν τὸ ἀργύριον τῶν ἁγίων τὸ εἰσοδιαζόμενον ἐν τῷ οἴκῳ κυρίου ἀργύριον συντιμήσεως ἀνὴρ ἀργύριον λαβὼν συντιμήσεως πᾶν ἀργύριον ὃ ἐὰν ἀναβῇ ἐπὶ καρδίαν ἀνδρὸς ἐνεγκεῖν ἐν οἴκῳ κυρίου
<
12:6 λαβέτωσαν ἑαυτοῖς οἱ ἱερεῖς ἀνὴρ ἀπὸ τῆς πράσεως αὐτῶν καὶ αὐτοὶ κρατήσουσιν τὸ βεδεκ τοῦ οἴκου εἰς πάντα οὗ ἐὰν εὑρεθῇ ἐκεῖ βεδεκ
12:7 καὶ ἐγενήθη ἐν τῷ εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ βασιλεῖ ιωας οὐκ ἐκραταίωσαν οἱ ἱερεῖς τὸ βεδεκ τοῦ οἴκου
12:8 καὶ ἐκάλεσεν ιωας ὁ βασιλεὺς ιωδαε τὸν ἱερέα καὶ τοὺς ἱερεῖς καὶ εἶπεν πρὸς αὐτούς τί ὅτι οὐκ ἐκραταιοῦτε τὸ βεδεκ τοῦ οἴκου καὶ νῦν μὴ λάβητε ἀργύριον ἀπὸ τῶν πράσεων ὑμῶν ὅτι εἰς τὸ βεδεκ τοῦ οἴκου δώσετε αὐτό
12:9 καὶ συνεφώνησαν οἱ ἱερεῖς τοῦ μὴ λαβεῖν ἀργύριον παρὰ τοῦ λαοῦ καὶ τοῦ μὴ ἐνισχῦσαι τὸ βεδεκ τοῦ οἴκου
12:10 καὶ ἔλαβεν ιωδαε ὁ ἱερεὺς κιβωτὸν μίαν καὶ ἔτρησεν τρώγλην ἐπὶ τῆς σανίδος αὐτῆς καὶ ἔδωκεν αὐτὴν παρὰ ιαμιβιν ἐν τῷ οἴκῳ ἀνδρὸς οἴκου κυρίου καὶ ἔδωκαν οἱ ἱερεῖς οἱ φυλάσσοντες τὸν σταθμὸν πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ κυρίου
<
12:11 καὶ ἐγένετο ὡς εἶδον ὅτι πολὺ τὸ ἀργύριον ἐν τῇ κιβωτῷ καὶ ἀνέβη ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ ἱερεὺς ὁ μέγας καὶ ἔσφιγξαν καὶ ἠρίθμησαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ κυρίου
12:12 καὶ ἔδωκαν τὸ ἀργύριον τὸ ἑτοιμασθὲν ἐπὶ χεῖρας ποιούντων τὰ ἔργα τῶν ἐπισκόπων οἴκου κυρίου καὶ ἐξέδοσαν τοῖς τέκτοσιν τῶν ξύλων καὶ τοῖς οἰκοδόμοις τοῖς ποιοῦσιν ἐν οἴκῳ κυρίου
12:13 καὶ τοῖς τειχισταῖς καὶ τοῖς λατόμοις τῶν λίθων τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς τοῦ κατασχεῖν τὸ βεδεκ οἴκου κυρίου εἰς πάντα ὅσα ἐξωδιάσθη ἐπὶ τὸν οἶκον τοῦ κραταιῶσαι
12:14 πλὴν οὐ ποιηθήσεται οἴκῳ κυρίου θύραι ἀργυραῖ ἧλοι φιάλαι καὶ σάλπιγγες πᾶν σκεῦος χρυσοῦν καὶ σκεῦος ἀργυροῦν ἐκ τοῦ ἀργυρίου τοῦ εἰσενεχθέντος ἐν οἴκῳ κυρίου
12:15 ὅτι τοῖς ποιοῦσιν τὰ ἔργα δώσουσιν αὐτό καὶ ἐκραταίωσαν ἐν αὐτῷ τὸν οἶκον κυρίου
<
12:16 καὶ οὐκ ἐξελογίζοντο τοὺς ἄνδρας οἷς ἐδίδουν τὸ ἀργύριον ἐπὶ χεῖρας αὐτῶν δοῦναι τοῖς ποιοῦσιν τὰ ἔργα ὅτι ἐν πίστει αὐτῶν ποιοῦσιν
12:17 ἀργύριον περὶ ἁμαρτίας καὶ ἀργύριον περὶ πλημμελείας ὅ τι εἰσηνέχθη ἐν οἴκῳ κυρίου τοῖς ἱερεῦσιν ἐγένετο
12:18 τότε ἀνέβη αζαηλ βασιλεὺς συρίας καὶ ἐπολέμησεν ἐπὶ γεθ καὶ προκατελάβετο αὐτήν καὶ ἔταξεν αζαηλ τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι ἐπὶ ιερουσαλημ
12:19 καὶ ἔλαβεν ιωας βασιλεὺς ιουδα πάντα τὰ ἅγια ὅσα ἡγίασεν ιωσαφατ καὶ ιωραμ καὶ οχοζιας οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς ιουδα καὶ τὰ ἅγια αὐτοῦ καὶ πᾶν τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν τῷ αζαηλ βασιλεῖ συρίας καὶ ἀνέβη ἀπὸ ιερουσαλημ
12:20 καὶ τὰ λοιπὰ τῶν λόγων ιωας καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
<
12:21 καὶ ἀνέστησαν οἱ δοῦλοι αὐτοῦ καὶ ἔδησαν πάντα σύνδεσμον καὶ ἐπάταξαν τὸν ιωας ἐν οἴκῳ μαλλω τῷ ἐν γααλλα
12:22 καὶ ιεζιχαρ υἱὸς ιεμουαθ καὶ ιεζεβουθ ὁ υἱὸς αὐτοῦ σωμηρ οἱ δοῦλοι αὐτοῦ ἐπάταξαν αὐτόν καὶ ἀπέθανεν καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει δαυιδ καὶ ἐβασίλευσεν αμεσσιας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 13
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
13:1 ἐν ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ ιωας υἱῷ οχοζιου βασιλεῖ ιουδα ἐβασίλευσεν ιωαχας υἱὸς ιου ἐν σαμαρείᾳ ἑπτακαίδεκα ἔτη
13:2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ οὐκ ἀπέστη ἀπ' αὐτῶν
13:3 καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ ισραηλ καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ αζαηλ βασιλέως συρίας καὶ ἐν χειρὶ υἱοῦ αδερ υἱοῦ αζαηλ πάσας τὰς ἡμέρας
13:4 καὶ ἐδεήθη ιωαχας τοῦ προσώπου κυρίου καὶ ἐπήκουσεν αὐτοῦ κύριος ὅτι εἶδεν τὴν θλῖψιν ισραηλ ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς συρίας
13:5 καὶ ἔδωκεν κύριος σωτηρίαν τῷ ισραηλ καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς συρίας καὶ ἐκάθισαν οἱ υἱοὶ ισραηλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης
<
13:6 πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου ιεροβοαμ ὃς ἐξήμαρτεν τὸν ισραηλ ἐν αὐταῖς ἐπορεύθησαν καί γε τὸ ἄλσος ἐστάθη ἐν σαμαρείᾳ
13:7 ὅτι οὐχ ὑπελείφθη τῷ ιωαχας λαὸς ἀλλ' ἢ πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς συρίας καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν
13:8 καὶ τὰ λοιπὰ τῶν λόγων ιωαχας καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
13:9 καὶ ἐκοιμήθη ιωαχας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν σαμαρείᾳ καὶ ἐβασίλευσεν ιωας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
13:10 ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ ιωας βασιλεῖ ιουδα ἐβασίλευσεν ιωας υἱὸς ιωαχας ἐπὶ ισραηλ ἐν σαμαρείᾳ ἑκκαίδεκα ἔτη
<
13:11 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου οὐκ ἀπέστη ἀπὸ πάσης ἁμαρτίας ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ ἐν αὐταῖς ἐπορεύθη
13:12 καὶ τὰ λοιπὰ τῶν λόγων ιωας καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ ἃς ἐποίησεν μετὰ αμεσσιου βασιλέως ιουδα οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
13:13 καὶ ἐκοιμήθη ιωας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ιεροβοαμ ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ ἐν σαμαρείᾳ μετὰ τῶν υἱῶν ισραηλ
13:14 καὶ ελισαιε ἠρρώστησεν τὴν ἀρρωστίαν αὐτοῦ δι' ἣν ἀπέθανεν καὶ κατέβη πρὸς αὐτὸν ιωας βασιλεὺς ισραηλ καὶ ἔκλαυσεν ἐπὶ προσώπου αὐτοῦ καὶ εἶπεν πάτερ πάτερ ἅρμα ισραηλ καὶ ἱππεὺς αὐτοῦ
13:15 καὶ εἶπεν αὐτῷ ελισαιε λαβὲ τόξον καὶ βέλη καὶ ἔλαβεν πρὸς αὐτὸν τόξον καὶ βέλη
<
13:16 καὶ εἶπεν τῷ βασιλεῖ ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον καὶ ἐπεβίβασεν ιωας τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸ τόξον καὶ ἐπέθηκεν ελισαιε τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως
13:17 καὶ εἶπεν ἄνοιξον τὴν θυρίδα κατ' ἀνατολάς καὶ ἤνοιξεν καὶ εἶπεν ελισαιε τόξευσον καὶ ἐτόξευσεν καὶ εἶπεν βέλος σωτηρίας τῷ κυρίῳ καὶ βέλος σωτηρίας ἐν συρίᾳ καὶ πατάξεις τὴν συρίαν ἐν αφεκ ἕως συντελείας
13:18 καὶ εἶπεν αὐτῷ ελισαιε λαβὲ τόξα καὶ ἔλαβεν καὶ εἶπεν τῷ βασιλεῖ ισραηλ πάταξον εἰς τὴν γῆν καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς καὶ ἔστη
13:19 καὶ ἐλυπήθη ἐπ' αὐτῷ ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις τότε ἂν ἐπάταξας τὴν συρίαν ἕως συντελείας καὶ νῦν τρὶς πατάξεις τὴν συρίαν
13:20 καὶ ἀπέθανεν ελισαιε καὶ ἔθαψαν αὐτόν καὶ μονόζωνοι μωαβ ἦλθον ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ
<
13:21 καὶ ἐγένετο αὐτῶν θαπτόντων τὸν ἄνδρα καὶ ἰδοὺ εἶδον τὸν μονόζωνον καὶ ἔρριψαν τὸν ἄνδρα ἐν τῷ τάφῳ ελισαιε καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων ελισαιε καὶ ἔζησεν καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ
13:22 καὶ αζαηλ ἐξέθλιψεν τὸν ισραηλ πάσας τὰς ἡμέρας ιωαχας
13:23 καὶ ἠλέησεν κύριος αὐτοὺς καὶ οἰκτίρησεν αὐτοὺς καὶ ἐπέβλεψεν πρὸς αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ τὴν μετὰ αβρααμ καὶ ισαακ καὶ ιακωβ καὶ οὐκ ἠθέλησεν κύριος διαφθεῖραι αὐτοὺς καὶ οὐκ ἀπέρριψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ
13:24 καὶ ἀπέθανεν αζαηλ βασιλεὺς συρίας καὶ ἐβασίλευσεν υἱὸς αδερ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
13:25 καὶ ἐπέστρεψεν ιωας υἱὸς ιωαχας καὶ ἔλαβεν τὰς πόλεις ἐκ χειρὸς υἱοῦ αδερ υἱοῦ αζαηλ ἃς ἔλαβεν ἐκ χειρὸς ιωαχας τοῦ πατρὸς αὐτοῦ ἐν τῷ πολέμῳ τρὶς ἐπάταξεν αὐτὸν ιωας καὶ ἐπέστρεψεν τὰς πόλεις ισραηλ
<
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 14
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
14:1 ἐν ἔτει δευτέρῳ τῷ ιωας υἱῷ ιωαχας βασιλεῖ ισραηλ καὶ ἐβασίλευσεν αμεσσιας υἱὸς ιωας βασιλεὺς ιουδα
14:2 υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ιωαδιν ἐξ ιερουσαλημ
14:3 καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου πλὴν οὐχ ὡς δαυιδ ὁ πατὴρ αὐτοῦ κατὰ πάντα ὅσα ἐποίησεν ιωας ὁ πατὴρ αὐτοῦ ἐποίησεν
14:4 πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς
14:5 καὶ ἐγένετο ὅτε κατίσχυσεν ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τοὺς δούλους αὐτοῦ τοὺς πατάξαντας τὸν πατέρα αὐτοῦ
<
14:6 καὶ τοὺς υἱοὺς τῶν παταξάντων οὐκ ἐθανάτωσεν καθὼς γέγραπται ἐν βιβλίῳ νόμων μωυσῆ ὡς ἐνετείλατο κύριος λέγων οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων ὅτι ἀλλ' ἢ ἕκαστος ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται
14:7 αὐτὸς ἐπάταξεν τὸν εδωμ ἐν γαιμελε δέκα χιλιάδας καὶ συνέλαβε τὴν πέτραν ἐν τῷ πολέμῳ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς καθοηλ ἕως τῆς ἡμέρας ταύτης
14:8 τότε ἀπέστειλεν αμεσσιας ἀγγέλους πρὸς ιωας υἱὸν ιωαχας υἱοῦ ιου βασιλέως ισραηλ λέγων δεῦρο ὀφθῶμεν προσώποις
14:9 καὶ ἀπέστειλεν ιωας βασιλεὺς ισραηλ πρὸς αμεσσιαν βασιλέα ιουδα λέγων ὁ ακαν ὁ ἐν τῷ λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ λιβάνῳ λέγων δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα καὶ διῆλθον τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ λιβάνῳ καὶ συνεπάτησαν τὸν ακανα
14:10 τύπτων ἐπάταξας τὴν ιδουμαίαν καὶ ἐπῆρέν σε ἡ καρδία σου ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου καὶ ἵνα τί ἐρίζεις ἐν κακίᾳ σου καὶ πεσῇ σὺ καὶ ιουδας μετὰ σοῦ
<
14:11 καὶ οὐκ ἤκουσεν αμεσσιας καὶ ἀνέβη ὁ βασιλεὺς ισραηλ καὶ ὤφθησαν προσώποις αὐτὸς καὶ αμεσσιας βασιλεὺς ιουδα ἐν βαιθσαμυς τῇ τοῦ ιουδα
14:12 καὶ ἔπταισεν ιουδας ἀπὸ προσώπου ισραηλ καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ
14:13 καὶ τὸν αμεσσιαν υἱὸν ιωας υἱοῦ οχοζιου βασιλέα ιουδα συνέλαβεν ιωας υἱὸς ιωαχας βασιλεὺς ισραηλ ἐν βαιθσαμυς καὶ ἦλθεν εἰς ιερουσαλημ καὶ καθεῖλεν ἐν τῷ τείχει ιερουσαλημ ἐν τῇ πύλῃ εφραιμ ἕως πύλης τῆς γωνίας τετρακοσίους πήχεις
14:14 καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἀπέστρεψεν εἰς σαμάρειαν
14:15 καὶ τὰ λοιπὰ τῶν λόγων ιωας ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ ἃ ἐπολέμησεν μετὰ αμεσσιου βασιλέως ιουδα οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
<
14:16 καὶ ἐκοιμήθη ιωας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν σαμαρείᾳ μετὰ τῶν βασιλέων ισραηλ καὶ ἐβασίλευσεν ιεροβοαμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
14:17 καὶ ἔζησεν αμεσσιας υἱὸς ιωας βασιλεὺς ιουδα μετὰ τὸ ἀποθανεῖν ιωας υἱὸν ιωαχας βασιλέα ισραηλ πεντεκαίδεκα ἔτη
14:18 καὶ τὰ λοιπὰ τῶν λόγων αμεσσιου καὶ πάντα ἃ ἐποίησεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
14:19 καὶ συνεστράφησαν ἐπ' αὐτὸν σύστρεμμα ἐν ιερουσαλημ καὶ ἔφυγεν εἰς λαχις καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς λαχις καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ
14:20 καὶ ἦραν αὐτὸν ἐφ' ἵππων καὶ ἐτάφη ἐν ιερουσαλημ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει δαυιδ
<
14:21 καὶ ἔλαβεν πᾶς ὁ λαὸς ιουδα τὸν αζαριαν καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ αμεσσιου
14:22 αὐτὸς ᾠκοδόμησεν τὴν αιλωθ καὶ ἐπέστρεψεν αὐτὴν τῷ ιουδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ
14:23 ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ αμεσσιου υἱοῦ ιωας βασιλέως ιουδα ἐβασίλευσεν ιεροβοαμ υἱὸς ιωας ἐπὶ ισραηλ ἐν σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος
14:24 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ
14:25 αὐτὸς ἀπέστησεν τὸ ὅριον ισραηλ ἀπὸ εἰσόδου αιμαθ ἕως τῆς θαλάσσης τῆς αραβα κατὰ τὸ ῥῆμα κυρίου θεοῦ ισραηλ ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ ιωνα υἱοῦ αμαθι τοῦ προφήτου τοῦ ἐκ γεθχοβερ
<
14:26 ὅτι εἶδεν κύριος τὴν ταπείνωσιν ισραηλ πικρὰν σφόδρα καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ ισραηλ
14:27 καὶ οὐκ ἐλάλησεν κύριος ἐξαλεῖψαι τὸ σπέρμα ισραηλ ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς ιεροβοαμ υἱοῦ ιωας
14:28 καὶ τὰ λοιπὰ τῶν λόγων ιεροβοαμ καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ ὅσα ἐπολέμησεν καὶ ὅσα ἐπέστρεψεν τὴν δαμασκὸν καὶ τὴν αιμαθ τῷ ιουδα ἐν ισραηλ οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
14:29 καὶ ἐκοιμήθη ιεροβοαμ μετὰ τῶν πατέρων αὐτοῦ μετὰ βασιλέων ισραηλ καὶ ἐβασίλευσεν αζαριας υἱὸς αμεσσιου ἀντὶ τοῦ πατρὸς αὐτοῦ
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 15
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
15:1 ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ ιεροβοαμ βασιλεῖ ισραηλ ἐβασίλευσεν αζαριας υἱὸς αμεσσιου βασιλέως ιουδα
15:2 υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ χαλια ἐξ ιερουσαλημ
15:3 καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν αμεσσιας ὁ πατὴρ αὐτοῦ
15:4 πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆρεν ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς
15:5 καὶ ἥψατο κύριος τοῦ βασιλέως καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ καὶ ἐβασίλευσεν ἐν οἴκῳ αφφουσωθ καὶ ιωαθαμ υἱὸς τοῦ βασιλέως ἐπὶ τῷ οἴκῳ κρίνων τὸν λαὸν τῆς γῆς
<
15:6 καὶ τὰ λοιπὰ τῶν λόγων αζαριου καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
15:7 καὶ ἐκοιμήθη αζαριας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει δαυιδ καὶ ἐβασίλευσεν ιωαθαμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
15:8 ἐν ἔτει τριακοστῷ καὶ ὀγδόῳ τῷ αζαρια βασιλεῖ ιουδα ἐβασίλευσεν ζαχαριας υἱὸς ιεροβοαμ ἐπὶ ισραηλ ἐν σαμαρείᾳ ἑξάμηνον
15:9 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου καθὰ ἐποίησαν οἱ πατέρες αὐτοῦ οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ
15:10 καὶ συνεστράφησαν ἐπ' αὐτὸν σελλουμ υἱὸς ιαβις καὶ κεβλααμ καὶ ἐπάταξαν αὐτὸν καὶ ἐθανάτωσαν αὐτόν καὶ σελλουμ ἐβασίλευσεν ἀντ' αὐτοῦ
<
15:11 καὶ τὰ λοιπὰ τῶν λόγων ζαχαριου ἰδού ἐστιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
15:12 ὁ λόγος κυρίου ὃν ἐλάλησεν πρὸς ιου λέγων υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου ισραηλ καὶ ἐγένετο οὕτως
15:13 καὶ σελλουμ υἱὸς ιαβις ἐβασίλευσεν καὶ ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ αζαρια βασιλεῖ ιουδα ἐβασίλευσεν σελλουμ μῆνα ἡμερῶν ἐν σαμαρείᾳ
15:14 καὶ ἀνέβη μαναημ υἱὸς γαδδι ἐκ θαρσιλα καὶ ἦλθεν εἰς σαμάρειαν καὶ ἐπάταξεν τὸν σελλουμ υἱὸν ιαβις ἐν σαμαρείᾳ καὶ ἐθανάτωσεν αὐτόν
15:15 καὶ τὰ λοιπὰ τῶν λόγων σελλουμ καὶ ἡ συστροφὴ αὐτοῦ ἣν συνεστράφη ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
<
15:16 τότε ἐπάταξεν μαναημ τὴν θερσα καὶ πάντα τὰ ἐν αὐτῇ καὶ τὰ ὅρια αὐτῆς ἀπὸ θερσα ὅτι οὐκ ἤνοιξαν αὐτῷ καὶ ἐπάταξεν αὐτὴν καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἀνέρρηξεν
15:17 ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ αζαρια βασιλεῖ ιουδα καὶ ἐβασίλευσεν μαναημ υἱὸς γαδδι ἐπὶ ισραηλ δέκα ἔτη ἐν σαμαρείᾳ
15:18 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ
15:19 ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη φουλ βασιλεὺς ἀσσυρίων ἐπὶ τὴν γῆν καὶ μαναημ ἔδωκεν τῷ φουλ χίλια τάλαντα ἀργυρίου εἶναι τὴν χεῖρα αὐτοῦ μετ' αὐτοῦ
15:20 καὶ ἐξήνεγκεν μαναημ τὸ ἀργύριον ἐπὶ τὸν ισραηλ ἐπὶ πᾶν δυνατὸν ἰσχύι δοῦναι τῷ βασιλεῖ τῶν ἀσσυρίων πεντήκοντα σίκλους τῷ ἀνδρὶ τῷ ἑνί καὶ ἀπέστρεψεν βασιλεὺς ἀσσυρίων καὶ οὐκ ἔστη ἐκεῖ ἐν τῇ γῇ
<
15:21 καὶ τὰ λοιπὰ τῶν λόγων μαναημ καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
15:22 καὶ ἐκοιμήθη μαναημ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐβασίλευσεν φακεϊας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
15:23 ἐν ἔτει πεντηκοστῷ τοῦ αζαριου βασιλέως ιουδα ἐβασίλευσεν φακεϊας υἱὸς μαναημ ἐπὶ ισραηλ ἐν σαμαρείᾳ δύο ἔτη
15:24 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ
15:25 καὶ συνεστράφη ἐπ' αὐτὸν φακεε υἱὸς ρομελιου ὁ τριστάτης αὐτοῦ καὶ ἐπάταξεν αὐτὸν ἐν σαμαρείᾳ ἐναντίον οἴκου τοῦ βασιλέως μετὰ τοῦ αργοβ καὶ μετὰ τοῦ αρια καὶ μετ' αὐτοῦ πεντήκοντα ἄνδρες ἀπὸ τῶν τετρακοσίων καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ
<
15:26 καὶ τὰ λοιπὰ τῶν λόγων φακεϊου καὶ πάντα ὅσα ἐποίησεν ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
15:27 ἐν ἔτει πεντηκοστῷ καὶ δευτέρῳ τοῦ αζαριου βασιλέως ιουδα ἐβασίλευσεν φακεε υἱὸς ρομελιου ἐπὶ ισραηλ ἐν σαμαρείᾳ εἴκοσι ἔτη
15:28 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ
15:29 ἐν ταῖς ἡμέραις φακεε βασιλέως ισραηλ ἦλθεν θαγλαθφελλασαρ βασιλεὺς ἀσσυρίων καὶ ἔλαβεν τὴν αιν καὶ τὴν αβελβαιθαμααχα καὶ τὴν ιανωχ καὶ τὴν κενεζ καὶ τὴν ασωρ καὶ τὴν γαλααδ καὶ τὴν γαλιλαίαν πᾶσαν γῆν νεφθαλι καὶ ἀπῴκισεν αὐτοὺς εἰς ἀσσυρίους
15:30 καὶ συνέστρεψεν σύστρεμμα ωσηε υἱὸς ηλα ἐπὶ φακεε υἱὸν ρομελιου καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ ἐν ἔτει εἰκοστῷ ιωαθαμ υἱοῦ αζαριου
<
15:31 καὶ τὰ λοιπὰ τῶν λόγων φακεε καὶ πάντα ὅσα ἐποίησεν ἰδού ἐστιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ
15:32 ἐν ἔτει δευτέρῳ φακεε υἱοῦ ρομελιου βασιλέως ισραηλ ἐβασίλευσεν ιωαθαμ υἱὸς αζαριου βασιλέως ιουδα
15:33 υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ιερουσα θυγάτηρ σαδωκ
15:34 καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν οζιας ὁ πατὴρ αὐτοῦ
15:35 πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς αὐτὸς ᾠκοδόμησεν τὴν πύλην οἴκου κυρίου τὴν ἐπάνω
<
15:36 καὶ τὰ λοιπὰ τῶν λόγων ιωαθαμ καὶ πάντα ὅσα ἐποίησεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
15:37 ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο κύριος ἐξαποστέλλειν ἐν ιουδα τὸν ραασσων βασιλέα συρίας καὶ τὸν φακεε υἱὸν ρομελιου
15:38 καὶ ἐκοιμήθη ιωαθαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ ἐβασίλευσεν αχαζ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 16
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
16:1 ἐν ἔτει ἑπτακαιδεκάτῳ φακεε υἱοῦ ρομελιου ἐβασίλευσεν αχαζ υἱὸς ιωαθαμ βασιλέως ιουδα
16:2 υἱὸς εἴκοσι ἐτῶν ἦν αχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου θεοῦ αὐτοῦ πιστῶς ὡς δαυιδ ὁ πατὴρ αὐτοῦ
16:3 καὶ ἐπορεύθη ἐν ὁδῷ ιεροβοαμ υἱοῦ ναβατ βασιλέως ισραηλ καί γε τὸν υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου τῶν υἱῶν ισραηλ
16:4 καὶ ἐθυσίαζεν καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς καὶ ἐπὶ τῶν βουνῶν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους
16:5 τότε ἀνέβη ραασσων βασιλεὺς συρίας καὶ φακεε υἱὸς ρομελιου βασιλεὺς ισραηλ εἰς ιερουσαλημ εἰς πόλεμον καὶ ἐπολιόρκουν ἐπὶ αχαζ καὶ οὐκ ἐδύναντο πολεμεῖν
<
16:6 ἐν τῷ καιρῷ ἐκείνῳ ἐπέστρεψεν ραασσων βασιλεὺς συρίας τὴν αιλαθ τῇ συρίᾳ καὶ ἐξέβαλεν τοὺς ιουδαίους ἐξ αιλαθ καὶ ιδουμαῖοι ἦλθον εἰς αιλαθ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης
16:7 καὶ ἀπέστειλεν αχαζ ἀγγέλους πρὸς θαγλαθφελλασαρ βασιλέα ἀσσυρίων λέγων δοῦλός σου καὶ υἱός σου ἐγώ ἀνάβηθι καὶ σῶσόν με ἐκ χειρὸς βασιλέως συρίας καὶ ἐκ χειρὸς βασιλέως ισραηλ τῶν ἐπανισταμένων ἐπ' ἐμέ
16:8 καὶ ἔλαβεν αχαζ τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν τῷ βασιλεῖ δῶρα
16:9 καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς ἀσσυρίων καὶ ἀνέβη βασιλεὺς ἀσσυρίων εἰς δαμασκὸν καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτὴν καὶ τὸν ραασσων ἐθανάτωσεν
16:10 καὶ ἐπορεύθη βασιλεὺς αχαζ εἰς ἀπαντὴν τῷ θαγλαθφελλασαρ βασιλεῖ ἀσσυρίων εἰς δαμασκόν καὶ εἶδεν τὸ θυσιαστήριον ἐν δαμασκῷ καὶ ἀπέστειλεν ὁ βασιλεὺς αχαζ πρὸς ουριαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ῥυθμὸν αὐτοῦ εἰς πᾶσαν ποίησιν αὐτοῦ
<
16:11 καὶ ᾠκοδόμησεν ουριας ὁ ἱερεὺς τὸ θυσιαστήριον κατὰ πάντα ὅσα ἀπέστειλεν ὁ βασιλεὺς αχαζ ἐκ δαμασκοῦ
16:12 καὶ εἶδεν ὁ βασιλεὺς τὸ θυσιαστήριον καὶ ἀνέβη ἐπ' αὐτὸ
16:13 καὶ ἐθυμίασεν τὴν ὁλοκαύτωσιν αὐτοῦ καὶ τὴν θυσίαν αὐτοῦ καὶ τὴν σπονδὴν αὐτοῦ καὶ προσέχεεν τὸ αἷμα τῶν εἰρηνικῶν τῶν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον
16:14 καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν τὸ ἀπέναντι κυρίου καὶ προσήγαγεν ἀπὸ προσώπου τοῦ οἴκου κυρίου ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ οἴκου κυρίου καὶ ἔδωκεν αὐτὸ ἐπὶ μηρὸν τοῦ θυσιαστηρίου κατὰ βορρᾶν
16:15 καὶ ἐνετείλατο ὁ βασιλεὺς αχαζ τῷ ουρια τῷ ἱερεῖ λέγων ἐπὶ τὸ θυσιαστήριον τὸ μέγα πρόσφερε τὴν ὁλοκαύτωσιν τὴν πρωινὴν καὶ τὴν θυσίαν τὴν ἑσπερινὴν καὶ τὴν ὁλοκαύτωσιν τοῦ βασιλέως καὶ τὴν θυσίαν αὐτοῦ καὶ τὴν ὁλοκαύτωσιν παντὸς τοῦ λαοῦ καὶ τὴν θυσίαν αὐτῶν καὶ τὴν σπονδὴν αὐτῶν καὶ πᾶν αἷμα ὁλοκαυτώσεως καὶ πᾶν αἷμα θυσίας ἐπ' αὐτὸ προσχεεῖς καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἔσται μοι εἰς τὸ πρωί
<
16:16 καὶ ἐποίησεν ουριας ὁ ἱερεὺς κατὰ πάντα ὅσα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς αχαζ
16:17 καὶ συνέκοψεν ὁ βασιλεὺς αχαζ τὰ συγκλείσματα τῶν μεχωνωθ καὶ μετῆρεν ἀπ' αὐτῶν τὸν λουτῆρα καὶ τὴν θάλασσαν καθεῖλεν ἀπὸ τῶν βοῶν τῶν χαλκῶν τῶν ὑποκάτω αὐτῆς καὶ ἔδωκεν αὐτὴν ἐπὶ βάσιν λιθίνην
16:18 καὶ τὸν θεμέλιον τῆς καθέδρας ᾠκοδόμησεν ἐν οἴκῳ κυρίου καὶ τὴν εἴσοδον τοῦ βασιλέως τὴν ἔξω ἐπέστρεψεν ἐν οἴκῳ κυρίου ἀπὸ προσώπου βασιλέως ἀσσυρίων
16:19 καὶ τὰ λοιπὰ τῶν λόγων αχαζ ὅσα ἐποίησεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
16:20 καὶ ἐκοιμήθη αχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει δαυιδ καὶ ἐβασίλευσεν εζεκιας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
<
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 17
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
17:1 ἐν ἔτει δωδεκάτῳ τῷ αχαζ βασιλεῖ ιουδα ἐβασίλευσεν ωσηε υἱὸς ηλα ἐν σαμαρείᾳ ἐπὶ ισραηλ ἐννέα ἔτη
17:2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου πλὴν οὐχ ὡς οἱ βασιλεῖς ισραηλ οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ
17:3 ἐπ' αὐτὸν ἀνέβη σαλαμανασαρ βασιλεὺς ἀσσυρίων καὶ ἐγενήθη αὐτῷ ωσηε δοῦλος καὶ ἐπέστρεψεν αὐτῷ μαναα
17:4 καὶ εὗρεν βασιλεὺς ἀσσυρίων ἐν τῷ ωσηε ἀδικίαν ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς σηγωρ βασιλέα αἰγύπτου καὶ οὐκ ἤνεγκεν μαναα τῷ βασιλεῖ ἀσσυρίων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ καὶ ἐπολιόρκησεν αὐτὸν ὁ βασιλεὺς ἀσσυρίων καὶ ἔδησεν αὐτὸν ἐν οἴκῳ φυλακῆς
17:5 καὶ ἀνέβη ὁ βασιλεὺς ἀσσυρίων ἐν πάσῃ τῇ γῇ καὶ ἀνέβη εἰς σαμάρειαν καὶ ἐπολιόρκησεν ἐπ' αὐτὴν τρία ἔτη
<
17:6 ἐν ἔτει ἐνάτῳ ωσηε συνέλαβεν βασιλεὺς ἀσσυρίων τὴν σαμάρειαν καὶ ἀπῴκισεν τὸν ισραηλ εἰς ἀσσυρίους καὶ κατῴκισεν αὐτοὺς ἐν αλαε καὶ ἐν αβωρ ποταμοῖς γωζαν καὶ ορη μήδων
17:7 καὶ ἐγένετο ὅτι ἥμαρτον οἱ υἱοὶ ισραηλ τῷ κυρίῳ θεῷ αὐτῶν τῷ ἀναγαγόντι αὐτοὺς ἐκ γῆς αἰγύπτου ὑποκάτωθεν χειρὸς φαραω βασιλέως αἰγύπτου καὶ ἐφοβήθησαν θεοὺς ἑτέρους
17:8 καὶ ἐπορεύθησαν τοῖς δικαιώμασιν τῶν ἐθνῶν ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου υἱῶν ισραηλ καὶ οἱ βασιλεῖς ισραηλ ὅσοι ἐποίησαν
17:9 καὶ ὅσοι ἠμφιέσαντο οἱ υἱοὶ ισραηλ λόγους οὐχ οὕτως κατὰ κυρίου θεοῦ αὐτῶν καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν ἀπὸ πύργου φυλασσόντων ἕως πόλεως ὀχυρᾶς
17:10 καὶ ἐστήλωσαν ἑαυτοῖς στήλας καὶ ἄλση ἐπὶ παντὶ βουνῷ ὑψηλῷ καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους
<
17:11 καὶ ἐθυμίασαν ἐκεῖ ἐν πᾶσιν ὑψηλοῖς καθὼς τὰ ἔθνη ἃ ἀπῴκισεν κύριος ἐκ προσώπου αὐτῶν καὶ ἐποίησαν κοινωνοὺς καὶ ἐχάραξαν τοῦ παροργίσαι τὸν κύριον
17:12 καὶ ἐλάτρευσαν τοῖς εἰδώλοις οἷς εἶπεν κύριος αὐτοῖς οὐ ποιήσετε τὸ ῥῆμα τοῦτο κυρίῳ
17:13 καὶ διεμαρτύρατο κύριος ἐν τῷ ισραηλ καὶ ἐν τῷ ιουδα ἐν χειρὶ πάντων τῶν προφητῶν αὐτοῦ παντὸς ὁρῶντος λέγων ἀποστράφητε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ φυλάξατε τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ πάντα τὸν νόμον ὃν ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ὅσα ἀπέστειλα αὐτοῖς ἐν χειρὶ τῶν δούλων μου τῶν προφητῶν
17:14 καὶ οὐκ ἤκουσαν καὶ ἐσκλήρυναν τὸν νῶτον αὐτῶν ὑπὲρ τὸν νῶτον τῶν πατέρων αὐτῶν
17:15 καὶ τὰ μαρτύρια αὐτοῦ ὅσα διεμαρτύρατο αὐτοῖς οὐκ ἐφύλαξαν καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν καὶ ὀπίσω τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν ὧν ἐνετείλατο αὐτοῖς τοῦ μὴ ποιῆσαι κατὰ ταῦτα
<
17:16 ἐγκατέλιπον τὰς ἐντολὰς κυρίου θεοῦ αὐτῶν καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα δύο δαμάλεις καὶ ἐποίησαν ἄλση καὶ προσεκύνησαν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐλάτρευσαν τῷ βααλ
17:17 καὶ διῆγον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρὶ καὶ ἐμαντεύοντο μαντείας καὶ οἰωνίζοντο καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου παροργίσαι αὐτόν
17:18 καὶ ἐθυμώθη κύριος σφόδρα ἐν τῷ ισραηλ καὶ ἀπέστησεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ καὶ οὐχ ὑπελείφθη πλὴν φυλὴ ιουδα μονωτάτη
17:19 καί γε ιουδας οὐκ ἐφύλαξεν τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ αὐτῶν καὶ ἐπορεύθησαν ἐν τοῖς δικαιώμασιν ισραηλ οἷς ἐποίησαν
17:20 καὶ ἀπεώσαντο τὸν κύριον ἐν παντὶ σπέρματι ισραηλ καὶ ἐσάλευσεν αὐτοὺς καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ διαρπαζόντων αὐτούς ἕως οὗ ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ
<
17:21 ὅτι πλὴν ισραηλ ἐπάνωθεν οἴκου δαυιδ καὶ ἐβασίλευσαν τὸν ιεροβοαμ υἱὸν ναβατ καὶ ἐξέωσεν ιεροβοαμ τὸν ισραηλ ἐξόπισθεν κυρίου καὶ ἐξήμαρτεν αὐτοὺς ἁμαρτίαν μεγάλην
17:22 καὶ ἐπορεύθησαν οἱ υἱοὶ ισραηλ ἐν πάσῃ ἁμαρτίᾳ ιεροβοαμ ᾗ ἐποίησεν οὐκ ἀπέστησαν ἀπ' αὐτῆς
17:23 ἕως οὗ μετέστησεν κύριος τὸν ισραηλ ἀπὸ προσώπου αὐτοῦ καθὼς ἐλάλησεν κύριος ἐν χειρὶ πάντων τῶν δούλων αὐτοῦ τῶν προφητῶν καὶ ἀπῳκίσθη ισραηλ ἐπάνωθεν τῆς γῆς αὐτοῦ εἰς ἀσσυρίους ἕως τῆς ἡμέρας ταύτης
17:24 καὶ ἤγαγεν βασιλεὺς ἀσσυρίων ἐκ βαβυλῶνος τὸν ἐκ χουνθα καὶ ἀπὸ αια καὶ ἀπὸ αιμαθ καὶ σεπφαρουαιν καὶ κατῳκίσθησαν ἐν πόλεσιν σαμαρείας ἀντὶ τῶν υἱῶν ισραηλ καὶ ἐκληρονόμησαν τὴν σαμάρειαν καὶ κατῴκησαν ἐν ταῖς πόλεσιν αὐτῆς
17:25 καὶ ἐγένετο ἐν ἀρχῇ τῆς καθέδρας αὐτῶν οὐκ ἐφοβήθησαν τὸν κύριον καὶ ἀπέστειλεν κύριος ἐν αὐτοῖς τοὺς λέοντας καὶ ἦσαν ἀποκτέννοντες ἐν αὐτοῖς
<
17:26 καὶ εἶπον τῷ βασιλεῖ ἀσσυρίων λέγοντες τὰ ἔθνη ἃ ἀπῴκισας καὶ ἀντεκάθισας ἐν πόλεσιν σαμαρείας οὐκ ἔγνωσαν τὸ κρίμα τοῦ θεοῦ τῆς γῆς καὶ ἀπέστειλεν εἰς αὐτοὺς τοὺς λέοντας καὶ ἰδού εἰσιν θανατοῦντες αὐτούς καθότι οὐκ οἴδασιν τὸ κρίμα τοῦ θεοῦ τῆς γῆς
17:27 καὶ ἐνετείλατο ὁ βασιλεὺς ἀσσυρίων λέγων ἀπάγετε ἐκεῖθεν καὶ πορευέσθωσαν καὶ κατοικείτωσαν ἐκεῖ καὶ φωτιοῦσιν αὐτοὺς τὸ κρίμα τοῦ θεοῦ τῆς γῆς
17:28 καὶ ἤγαγον ἕνα τῶν ἱερέων ὧν ἀπῴκισαν ἀπὸ σαμαρείας καὶ ἐκάθισεν ἐν βαιθηλ καὶ ἦν φωτίζων αὐτοὺς πῶς φοβηθῶσιν τὸν κύριον
17:29 καὶ ἦσαν ποιοῦντες ἔθνη ἔθνη θεοὺς αὐτῶν καὶ ἔθηκαν ἐν οἴκῳ τῶν ὑψηλῶν ὧν ἐποίησαν οἱ σαμαρῖται ἔθνη ἐν ταῖς πόλεσιν αὐτῶν ἐν αἷς κατῴκουν ἐν αὐταῖς
17:30 καὶ οἱ ἄνδρες βαβυλῶνος ἐποίησαν τὴν σοκχωθβαινιθ καὶ οἱ ἄνδρες χουθ ἐποίησαν τὴν νηριγελ καὶ οἱ ἄνδρες αιμαθ ἐποίησαν τὴν ασιμαθ
<
17:31 καὶ οἱ ευαῖοι ἐποίησαν τὴν εβλαζερ καὶ τὴν θαρθακ καὶ οἱ σεπφαρουαιν κατέκαιον τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ τῷ αδραμελεχ καὶ ανημελεχ θεοῖς σεπφαρουαιν
17:32 καὶ ἦσαν φοβούμενοι τὸν κύριον καὶ κατῴκισαν τὰ βδελύγματα αὐτῶν ἐν τοῖς οἴκοις τῶν ὑψηλῶν ἃ ἐποίησαν ἐν σαμαρείᾳ ἔθνος ἔθνος ἐν πόλει ἐν ᾗ κατῴκουν ἐν αὐτῇ καὶ ἦσαν φοβούμενοι τὸν κύριον καὶ ἐποίησαν ἑαυτοῖς ἱερεῖς τῶν ὑψηλῶν καὶ ἐποίησαν ἑαυτοῖς ἐν οἴκῳ τῶν ὑψηλῶν
17:33 τὸν κύριον ἐφοβοῦντο καὶ τοῖς θεοῖς αὐτῶν ἐλάτρευον κατὰ τὸ κρίμα τῶν ἐθνῶν ὅθεν ἀπῴκισεν αὐτοὺς ἐκεῖθεν
17:34 ἕως τῆς ἡμέρας ταύτης αὐτοὶ ἐποίουν κατὰ τὸ κρίμα αὐτῶν αὐτοὶ φοβοῦνται καὶ αὐτοὶ ποιοῦσιν κατὰ τὰ δικαιώματα αὐτῶν καὶ κατὰ τὴν κρίσιν αὐτῶν καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν ἐντολήν ἣν ἐνετείλατο κύριος τοῖς υἱοῖς ιακωβ οὗ ἔθηκεν τὸ ὄνομα αὐτοῦ ισραηλ
17:35 καὶ διέθετο κύριος μετ' αὐτῶν διαθήκην καὶ ἐνετείλατο αὐτοῖς λέγων οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους καὶ οὐ προσκυνήσετε αὐτοῖς καὶ οὐ λατρεύσετε αὐτοῖς καὶ οὐ θυσιάσετε αὐτοῖς
<
17:36 ὅτι ἀλλ' ἢ τῷ κυρίῳ ὃς ἀνήγαγεν ὑμᾶς ἐκ γῆς αἰγύπτου ἐν ἰσχύι μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ αὐτὸν φοβηθήσεσθε καὶ αὐτῷ προσκυνήσετε καὶ αὐτῷ θύσετε
17:37 καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα καὶ τὸν νόμον καὶ τὰς ἐντολάς ἃς ἔγραψεν ὑμῖν φυλάσσεσθε ποιεῖν πάσας τὰς ἡμέρας καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους
17:38 καὶ τὴν διαθήκην ἣν διέθετο μεθ' ὑμῶν οὐκ ἐπιλήσεσθε καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους
17:39 ὅτι ἀλλ' ἢ τὸν κύριον θεὸν ὑμῶν φοβηθήσεσθε καὶ αὐτὸς ἐξελεῖται ὑμᾶς ἐκ πάντων τῶν ἐχθρῶν ὑμῶν
17:40 καὶ οὐκ ἀκούσεσθε ἐπὶ τῷ κρίματι αὐτῶν ὃ αὐτοὶ ποιοῦσιν
<
17:41 καὶ ἦσαν τὰ ἔθνη ταῦτα φοβούμενοι τὸν κύριον καὶ τοῖς γλυπτοῖς αὐτῶν ἦσαν δουλεύοντες καί γε οἱ υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτῶν καθὰ ἐποίησαν οἱ πατέρες αὐτῶν ποιοῦσιν ἕως τῆς ἡμέρας ταύτης
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 18
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
18:1 καὶ ἐγένετο ἐν ἔτει τρίτῳ τῷ ωσηε υἱῷ ηλα βασιλεῖ ισραηλ ἐβασίλευσεν εζεκιας υἱὸς αχαζ βασιλέως ιουδα
18:2 υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ αβου θυγάτηρ ζαχαριου
18:3 καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν δαυιδ ὁ πατὴρ αὐτοῦ
18:4 αὐτὸς ἐξῆρεν τὰ ὑψηλὰ καὶ συνέτριψεν πάσας τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ τὸν ὄφιν τὸν χαλκοῦν ὃν ἐποίησεν μωυσῆς ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ ισραηλ θυμιῶντες αὐτῷ καὶ ἐκάλεσεν αὐτὸν νεεσθαν
18:5 ἐν κυρίῳ θεῷ ισραηλ ἤλπισεν καὶ μετ' αὐτὸν οὐκ ἐγενήθη ὅμοιος αὐτῷ ἐν βασιλεῦσιν ιουδα καὶ ἐν τοῖς γενομένοις ἔμπροσθεν αὐτοῦ
<
18:6 καὶ ἐκολλήθη τῷ κυρίῳ οὐκ ἀπέστη ὄπισθεν αὐτοῦ καὶ ἐφύλαξεν τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐνετείλατο μωυσῇ
18:7 καὶ ἦν κύριος μετ' αὐτοῦ ἐν πᾶσιν οἷς ἐποίει συνῆκεν καὶ ἠθέτησεν ἐν τῷ βασιλεῖ ἀσσυρίων καὶ οὐκ ἐδούλευσεν αὐτῷ
18:8 αὐτὸς ἐπάταξεν τοὺς ἀλλοφύλους ἕως γάζης καὶ ἕως ὁρίου αὐτῆς ἀπὸ πύργου φυλασσόντων καὶ ἕως πόλεως ὀχυρᾶς
18:9 καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ εζεκια αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τῷ ωσηε υἱῷ ηλα βασιλεῖ ισραηλ ἀνέβη σαλαμανασσαρ βασιλεὺς ἀσσυρίων ἐπὶ σαμάρειαν καὶ ἐπολιόρκει ἐπ' αὐτήν
18:10 καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν ἐν ἔτει ἕκτῳ τῷ εζεκια αὐτὸς ἐνιαυτὸς ἔνατος τῷ ωσηε βασιλεῖ ισραηλ καὶ συνελήμφθη σαμάρεια
<
18:11 καὶ ἀπῴκισεν βασιλεὺς ἀσσυρίων τὴν σαμάρειαν εἰς ἀσσυρίους καὶ ἔθηκεν αὐτοὺς ἐν αλαε καὶ ἐν αβωρ ποταμῷ γωζαν καὶ ορη μήδων
18:12 ἀνθ' ὧν ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς κυρίου θεοῦ αὐτῶν καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ πάντα ὅσα ἐνετείλατο μωυσῆς ὁ δοῦλος κυρίου καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν
18:13 καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει βασιλεῖ εζεκιου ἀνέβη σενναχηριμ βασιλεὺς ἀσσυρίων ἐπὶ τὰς πόλεις ιουδα τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς
18:14 καὶ ἀπέστειλεν εζεκιας βασιλεὺς ιουδα ἀγγέλους πρὸς βασιλέα ἀσσυρίων εἰς λαχις λέγων ἡμάρτηκα ἀποστράφητι ἀπ' ἐμοῦ ὃ ἐὰν ἐπιθῇς ἐπ' ἐμέ βαστάσω καὶ ἐπέθηκεν ὁ βασιλεὺς ἀσσυρίων ἐπὶ εζεκιαν βασιλέα ιουδα τριακόσια τάλαντα ἀργυρίου καὶ τριάκοντα τάλαντα χρυσίου
18:15 καὶ ἔδωκεν εζεκιας πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως
<
18:16 ἐν τῷ καιρῷ ἐκείνῳ συνέκοψεν εζεκιας τὰς θύρας ναοῦ κυρίου καὶ τὰ ἐστηριγμένα ἃ ἐχρύσωσεν εζεκιας βασιλεὺς ιουδα καὶ ἔδωκεν αὐτὰ βασιλεῖ ἀσσυρίων
18:17 καὶ ἀπέστειλεν βασιλεὺς ἀσσυρίων τὸν θαρθαν καὶ τὸν ραφις καὶ τὸν ραψακην ἐκ λαχις πρὸς τὸν βασιλέα εζεκιαν ἐν δυνάμει βαρείᾳ ἐπὶ ιερουσαλημ καὶ ἀνέβησαν καὶ ἦλθον εἰς ιερουσαλημ καὶ ἔστησαν ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἥ ἐστιν ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως
18:18 καὶ ἐβόησαν πρὸς εζεκιαν καὶ ἐξῆλθον πρὸς αὐτὸν ελιακιμ υἱὸς χελκιου ὁ οἰκονόμος καὶ σομνας ὁ γραμματεὺς καὶ ιωας υἱὸς ασαφ ὁ ἀναμιμνῄσκων
18:19 καὶ εἶπεν πρὸς αὐτοὺς ραψακης εἴπατε δὴ πρὸς εζεκιαν τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς ἀσσυρίων τίς ἡ πεποίθησις αὕτη ἣν πέποιθας
18:20 εἶπας πλὴν λόγοι χειλέων βουλὴ καὶ δύναμις εἰς πόλεμον νῦν οὖν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί
<
18:21 νῦν ἰδοὺ πέποιθας σαυτῷ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην ἐπ' αἴγυπτον ὃς ἂν στηριχθῇ ἀνὴρ ἐπ' αὐτήν καὶ εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ καὶ τρήσει αὐτήν οὕτως φαραω βασιλεὺς αἰγύπτου πᾶσιν τοῖς πεποιθόσιν ἐπ' αὐτόν
18:22 καὶ ὅτι εἶπας πρός με ἐπὶ κύριον θεὸν πεποίθαμεν οὐχὶ αὐτὸς οὗτος οὗ ἀπέστησεν εζεκιας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ εἶπεν τῷ ιουδα καὶ τῇ ιερουσαλημ ἐνώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν ιερουσαλημ
18:23 καὶ νῦν μίχθητε δὴ τῷ κυρίῳ μου βασιλεῖ ἀσσυρίων καὶ δώσω σοι δισχιλίους ἵππους εἰ δυνήσῃ δοῦναι σεαυτῷ ἐπιβάτας ἐπ' αὐτούς
18:24 καὶ πῶς ἀποστρέψεις τὸ πρόσωπον τοπάρχου ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν ἐλαχίστων καὶ ἤλπισας σαυτῷ ἐπ' αἴγυπτον εἰς ἅρματα καὶ ἱππεῖς
18:25 καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον τοῦτον τοῦ διαφθεῖραι αὐτόν κύριος εἶπεν πρός με ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν
<
18:26 καὶ εἶπεν ελιακιμ υἱὸς χελκιου καὶ σομνας καὶ ιωας πρὸς ραψακην λάλησον δὴ πρὸς τοὺς παῖδάς σου συριστί ὅτι ἀκούομεν ἡμεῖς καὶ οὐ λαλήσεις μεθ' ἡμῶν ιουδαϊστί καὶ ἵνα τί λαλεῖς ἐν τοῖς ὠσὶν τοῦ λαοῦ τοῦ ἐπὶ τοῦ τείχους
18:27 καὶ εἶπεν πρὸς αὐτοὺς ραψακης μὴ ἐπὶ τὸν κύριόν σου καὶ πρὸς σὲ ἀπέστειλέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους οὐχὶ ἐπὶ τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ τοῦ τείχους τοῦ φαγεῖν τὴν κόπρον αὐτῶν καὶ πιεῖν τὸ οὖρον αὐτῶν μεθ' ὑμῶν ἅμα
18:28 καὶ ἔστη ραψακης καὶ ἐβόησεν φωνῇ μεγάλῃ ιουδαϊστὶ καὶ ἐλάλησεν καὶ εἶπεν ἀκούσατε τοὺς λόγους τοῦ μεγάλου βασιλέως ἀσσυρίων
18:29 τάδε λέγει ὁ βασιλεύς μὴ ἐπαιρέτω ὑμᾶς εζεκιας λόγοις ὅτι οὐ μὴ δύνηται ὑμᾶς ἐξελέσθαι ἐκ χειρός μου
18:30 καὶ μὴ ἐπελπιζέτω ὑμᾶς εζεκιας πρὸς κύριον λέγων ἐξαιρούμενος ἐξελεῖται ἡμᾶς κύριος οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως ἀσσυρίων
<
18:31 μὴ ἀκούετε εζεκιου ὅτι τάδε λέγει ὁ βασιλεὺς ἀσσυρίων ποιήσατε μετ' ἐμοῦ εὐλογίαν καὶ ἐξέλθατε πρός με καὶ πίεται ἀνὴρ τὴν ἄμπελον αὐτοῦ καὶ ἀνὴρ τὴν συκῆν αὐτοῦ φάγεται καὶ πίεται ὕδωρ τοῦ λάκκου αὐτοῦ
18:32 ἕως ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς γῆ ὑμῶν γῆ σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος καὶ ζήσετε καὶ οὐ μὴ ἀποθάνητε καὶ μὴ ἀκούετε εζεκιου ὅτι ἀπατᾷ ὑμᾶς λέγων κύριος ῥύσεται ἡμᾶς
18:33 μὴ ῥυόμενοι ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως ἀσσυρίων
18:34 ποῦ ἐστιν ὁ θεὸς αιμαθ καὶ αρφαδ ποῦ ἐστιν ὁ θεὸς σεπφαρουαιν καὶ ὅτι ἐξείλαντο σαμάρειαν ἐκ χειρός μου
18:35 τίς ἐν πᾶσιν τοῖς θεοῖς τῶν γαιῶν οἳ ἐξείλαντο τὰς γᾶς αὐτῶν ἐκ χειρός μου ὅτι ἐξελεῖται κύριος τὴν ιερουσαλημ ἐκ χειρός μου
<
18:36 καὶ ἐκώφευσαν καὶ οὐκ ἀπεκρίθησαν αὐτῷ λόγον ὅτι ἐντολὴ τοῦ βασιλέως λέγων οὐκ ἀποκριθήσεσθε αὐτῷ
18:37 καὶ εἰσῆλθεν ελιακιμ υἱὸς χελκιου ὁ οἰκονόμος καὶ σομνας ὁ γραμματεὺς καὶ ιωας υἱὸς ασαφ ὁ ἀναμιμνῄσκων πρὸς εζεκιαν διερρηχότες τὰ ἱμάτια καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους ραψακου
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 19
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
19:1 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς εζεκιας καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ εἰσῆλθεν εἰς οἶκον κυρίου
19:2 καὶ ἀπέστειλεν ελιακιμ τὸν οἰκονόμον καὶ σομναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς ησαιαν τὸν προφήτην υἱὸν αμως
19:3 καὶ εἶπον πρὸς αὐτόν τάδε λέγει εζεκιας ἡμέρα θλίψεως καὶ ἐλεγμοῦ καὶ παροργισμοῦ ἡ ἡμέρα αὕτη ὅτι ἦλθον υἱοὶ ἕως ὠδίνων καὶ ἰσχὺς οὐκ ἔστιν τῇ τικτούσῃ
19:4 εἴ πως εἰσακούσεται κύριος ὁ θεός σου πάντας τοὺς λόγους ραψακου ὃν ἀπέστειλεν αὐτὸν βασιλεὺς ἀσσυρίων ὁ κύριος αὐτοῦ ὀνειδίζειν θεὸν ζῶντα καὶ βλασφημεῖν ἐν λόγοις οἷς ἤκουσεν κύριος ὁ θεός σου καὶ λήμψῃ προσευχὴν περὶ τοῦ λείμματος τοῦ εὑρισκομένου
19:5 καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως εζεκιου πρὸς ησαιαν
<
19:6 καὶ εἶπεν αὐτοῖς ησαιας τάδε ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν τάδε λέγει κύριος μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας ὧν ἐβλασφήμησαν τὰ παιδάρια βασιλέως ἀσσυρίων
19:7 ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτῷ πνεῦμα καὶ ἀκούσεται ἀγγελίαν καὶ ἀποστραφήσεται εἰς τὴν γῆν αὐτοῦ καὶ καταβαλῶ αὐτὸν ἐν ῥομφαίᾳ ἐν τῇ γῇ αὐτοῦ
19:8 καὶ ἐπέστρεψεν ραψακης καὶ εὗρεν τὸν βασιλέα ἀσσυρίων πολεμοῦντα ἐπὶ λομνα ὅτι ἤκουσεν ὅτι ἀπῆρεν ἀπὸ λαχις
19:9 καὶ ἤκουσεν περὶ θαρακα βασιλέως αἰθιόπων λέγων ἰδοὺ ἐξῆλθεν πολεμεῖν μετὰ σοῦ καὶ ἐπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς εζεκιαν λέγων
19:10 μὴ ἐπαιρέτω σε ὁ θεός σου ἐφ' ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ λέγων οὐ μὴ παραδοθῇ ιερουσαλημ εἰς χεῖρας βασιλέως ἀσσυρίων
<
19:11 ἰδοὺ σὺ ἤκουσας πάντα ὅσα ἐποίησαν βασιλεῖς ἀσσυρίων πάσαις ταῖς γαῖς τοῦ ἀναθεματίσαι αὐτάς καὶ σὺ ῥυσθήσῃ
19:12 μὴ ἐξείλαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν οὓς διέφθειραν οἱ πατέρες μου τήν τε γωζαν καὶ τὴν χαρραν καὶ ραφες καὶ υἱοὺς εδεμ τοὺς ἐν θαεσθεν
19:13 ποῦ ἐστιν ὁ βασιλεὺς αιμαθ καὶ ὁ βασιλεὺς αρφαδ καὶ ποῦ ἐστιν σεπφαρουαιν ανα καὶ αυα
19:14 καὶ ἔλαβεν εζεκιας τὰ βιβλία ἐκ χειρὸς τῶν ἀγγέλων καὶ ἀνέγνω αὐτά καὶ ἀνέβη εἰς οἶκον κυρίου καὶ ἀνέπτυξεν αὐτὰ εζεκιας ἐναντίον κυρίου
19:15 καὶ εἶπεν κύριε ὁ θεὸς ισραηλ ὁ καθήμενος ἐπὶ τῶν χερουβιν σὺ εἶ ὁ θεὸς μόνος ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν
<
19:16 κλῖνον κύριε τὸ οὖς σου καὶ ἄκουσον ἄνοιξον κύριε τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ καὶ ἄκουσον τοὺς λόγους σενναχηριμ οὓς ἀπέστειλεν ὀνειδίζειν θεὸν ζῶντα
19:17 ὅτι ἀληθείᾳ κύριε ἠρήμωσαν βασιλεῖς ἀσσυρίων τὰ ἔθνη
19:18 καὶ ἔδωκαν τοὺς θεοὺς αὐτῶν εἰς τὸ πῦρ ὅτι οὐ θεοί εἰσιν ἀλλ' ἢ ἔργα χειρῶν ἀνθρώπων ξύλα καὶ λίθοι καὶ ἀπώλεσαν αὐτούς
19:19 καὶ νῦν κύριε ὁ θεὸς ἡμῶν σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ καὶ γνώσονται πᾶσαι αἱ βασιλεῖαι τῆς γῆς ὅτι σὺ κύριος ὁ θεὸς μόνος
19:20 καὶ ἀπέστειλεν ησαιας υἱὸς αμως πρὸς εζεκιαν λέγων τάδε λέγει κύριος ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς ισραηλ ἃ προσηύξω πρός με περὶ σενναχηριμ βασιλέως ἀσσυρίων ἤκουσα
<
19:21 οὗτος ὁ λόγος ὃν ἐλάλησεν κύριος ἐπ' αὐτόν ἐξουδένησέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ σιων ἐπὶ σοὶ κεφαλὴν αὐτῆς ἐκίνησεν θυγάτηρ ιερουσαλημ
19:22 τίνα ὠνείδισας καὶ ἐβλασφήμησας καὶ ἐπὶ τίνα ὕψωσας φωνήν καὶ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ ισραηλ
19:23 ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας κύριον καὶ εἶπας ἐν τῷ πλήθει τῶν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων μηροὺς τοῦ λιβάνου καὶ ἔκοψα τὸ μέγεθος τῆς κέδρου αὐτοῦ τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτοῦ καὶ ἦλθον εἰς μελον τέλους αὐτοῦ δρυμοῦ καρμήλου αὐτοῦ
19:24 ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια καὶ ἐξηρήμωσα τῷ ἴχνει τοῦ ποδός μου πάντας ποταμοὺς περιοχῆς
19:25 ἔπλασα αὐτήν νῦν ἤγαγον αὐτήν καὶ ἐγενήθη εἰς ἐπάρσεις ἀποικεσιῶν μαχίμων πόλεις ὀχυράς
<
19:26 καὶ οἱ ἐνοικοῦντες ἐν αὐταῖς ἠσθένησαν τῇ χειρί ἔπτηξαν καὶ κατῃσχύνθησαν ἐγένοντο χόρτος ἀγροῦ ἢ χλωρὰ βοτάνη χλόη δωμάτων καὶ πάτημα ἀπέναντι ἑστηκότος
19:27 καὶ τὴν καθέδραν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἔγνων καὶ τὸν θυμόν σου ἐπ' ἐμέ
19:28 διὰ τὸ ὀργισθῆναί σε ἐπ' ἐμὲ καὶ τὸ στρῆνός σου ἀνέβη ἐν τοῖς ὠσίν μου καὶ θήσω τὰ ἄγκιστρά μου ἐν τοῖς μυκτῆρσίν σου καὶ χαλινὸν ἐν τοῖς χείλεσίν σου καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ
19:29 καὶ τοῦτό σοι τὸ σημεῖον φάγῃ τοῦτον τὸν ἐνιαυτὸν αὐτόματα καὶ τῷ ἔτει τῷ δευτέρῳ τὰ ἀνατέλλοντα καὶ ἔτι τρίτῳ σπορὰ καὶ ἄμητος καὶ φυτεία ἀμπελώνων καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν
19:30 καὶ προσθήσει τὸ διασεσῳσμένον οἴκου ιουδα τὸ ὑπολειφθὲν ῥίζαν κάτω καὶ ποιήσει καρπὸν ἄνω
<
19:31 ὅτι ἐξ ιερουσαλημ ἐξελεύσεται κατάλειμμα καὶ ἀνασῳζόμενος ἐξ ὄρους σιων ὁ ζῆλος κυρίου τῶν δυνάμεων ποιήσει τοῦτο
19:32 οὐχ οὕτως τάδε λέγει κύριος πρὸς βασιλέα ἀσσυρίων οὐκ εἰσελεύσεται εἰς τὴν πόλιν ταύτην καὶ οὐ τοξεύσει ἐκεῖ βέλος καὶ οὐ προφθάσει αὐτὴν θυρεός καὶ οὐ μὴ ἐκχέῃ πρὸς αὐτὴν πρόσχωμα
19:33 τῇ ὁδῷ ᾗ ἦλθεν ἐν αὐτῇ ἀποστραφήσεται καὶ εἰς τὴν πόλιν ταύτην οὐκ εἰσελεύσεται λέγει κύριος
19:34 καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ δαυιδ τὸν δοῦλόν μου
19:35 καὶ ἐγένετο ἕως νυκτὸς καὶ ἐξῆλθεν ἄγγελος κυρίου καὶ ἐπάταξεν ἐν τῇ παρεμβολῇ τῶν ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας καὶ ὤρθρισαν τὸ πρωί καὶ ἰδοὺ πάντες σώματα νεκρά
<
19:36 καὶ ἀπῆρεν καὶ ἐπορεύθη καὶ ἀπέστρεψεν σενναχηριμ βασιλεὺς ἀσσυρίων καὶ ὤ|κησεν ἐν νινευη
19:37 καὶ ἐγένετο αὐτοῦ προσκυνοῦντος ἐν οἴκῳ νεσεραχ θεοῦ αὐτοῦ καὶ αδραμελεχ καὶ σαρασαρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν ἐν μαχαίρᾳ καὶ αὐτοὶ ἐσώθησαν εἰς γῆν αραρατ καὶ ἐβασίλευσεν ασορδαν ὁ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 20
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
20:1 ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν εζεκιας εἰς θάνατον καὶ εἰσῆλθεν πρὸς αὐτὸν ησαιας υἱὸς αμως ὁ προφήτης καὶ εἶπεν πρὸς αὐτόν τάδε λέγει κύριος ἔντειλαι τῷ οἴκῳ σου ὅτι ἀποθνῄσκεις σὺ καὶ οὐ ζήσῃ
20:2 καὶ ἀπέστρεψεν εζεκιας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ ηὔξατο πρὸς κύριον λέγων
20:3 ὦ δή κύριε μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν καρδίᾳ πλήρει καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ἐποίησα καὶ ἔκλαυσεν εζεκιας κλαυθμῷ μεγάλῳ
20:4 καὶ ἦν ησαιας ἐν τῇ αὐλῇ τῇ μέσῃ καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων
20:5 ἐπίστρεψον καὶ ἐρεῖς πρὸς εζεκιαν τὸν ἡγούμενον τοῦ λαοῦ μου τάδε λέγει κύριος ὁ θεὸς δαυιδ τοῦ πατρός σου ἤκουσα τῆς προσευχῆς σου εἶδον τὰ δάκρυά σου ἰδοὺ ἐγὼ ἰάσομαί σε τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον κυρίου
<
20:6 καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πέντε καὶ δέκα ἔτη καὶ ἐκ χειρὸς βασιλέως ἀσσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ δαυιδ τὸν δοῦλόν μου
20:7 καὶ εἶπεν λαβέτωσαν παλάθην σύκων καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος καὶ ὑγιάσει
20:8 καὶ εἶπεν εζεκιας πρὸς ησαιαν τί τὸ σημεῖον ὅτι ἰάσεταί με κύριος καὶ ἀναβήσομαι εἰς οἶκον κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ
20:9 καὶ εἶπεν ησαιας τοῦτο τὸ σημεῖον παρὰ κυρίου ὅτι ποιήσει κύριος τὸν λόγον ὃν ἐλάλησεν πορεύσεται ἡ σκιὰ δέκα βαθμούς ἐὰν ἐπιστρέφῃ δέκα βαθμούς
20:10 καὶ εἶπεν εζεκιας κοῦφον τὴν σκιὰν κλῖναι δέκα βαθμούς οὐχί ἀλλ' ἐπιστραφήτω ἡ σκιὰ δέκα βαθμοὺς εἰς τὰ ὀπίσω
<
20:11 καὶ ἐβόησεν ησαιας ὁ προφήτης πρὸς κύριον καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς εἰς τὰ ὀπίσω δέκα βαθμούς
20:12 ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν μαρωδαχβαλαδαν υἱὸς βαλαδαν βασιλεὺς βαβυλῶνος βιβλία καὶ μαναα πρὸς εζεκιαν ὅτι ἤκουσεν ὅτι ἠρρώστησεν εζεκιας
20:13 καὶ ἐχάρη ἐπ' αὐτοῖς εζεκιας καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθα τὸ ἀργύριον καὶ τὸ χρυσίον τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν καὶ τὸν οἶκον τῶν σκευῶν καὶ ὅσα ηὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ οὐκ ἦν λόγος ὃν οὐκ ἔδειξεν αὐτοῖς εζεκιας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ
20:14 καὶ εἰσῆλθεν ησαιας ὁ προφήτης πρὸς τὸν βασιλέα εζεκιαν καὶ εἶπεν πρὸς αὐτόν τί ἐλάλησαν οἱ ἄνδρες οὗτοι καὶ πόθεν ἥκασιν πρὸς σέ καὶ εἶπεν εζεκιας ἐκ γῆς πόρρωθεν ἥκασιν πρός με ἐκ βαβυλῶνος
20:15 καὶ εἶπεν τί εἶδον ἐν τῷ οἴκῳ σου καὶ εἶπεν πάντα ὅσα ἐν τῷ οἴκῳ μου εἶδον οὐκ ἦν ἐν τῷ οἴκῳ μου ὃ οὐκ ἔδειξα αὐτοῖς ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου
<
20:16 καὶ εἶπεν ησαιας πρὸς εζεκιαν ἄκουσον λόγον κυρίου
20:17 ἰδοὺ ἡμέραι ἔρχονται καὶ λημφθήσεται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς βαβυλῶνα καὶ οὐχ ὑπολειφθήσεται ῥῆμα ὃ εἶπεν κύριος
20:18 καὶ οἱ υἱοί σου οἳ ἐξελεύσονται ἐκ σοῦ οὓς γεννήσεις λήμψεται καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως βαβυλῶνος
20:19 καὶ εἶπεν εζεκιας πρὸς ησαιαν ἀγαθὸς ὁ λόγος κυρίου ὃν ἐλάλησεν ἔστω εἰρήνη ἐν ταῖς ἡμέραις μου
20:20 καὶ τὰ λοιπὰ τῶν λόγων εζεκιου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ ὅσα ἐποίησεν τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήνεγκεν τὸ ὕδωρ εἰς τὴν πόλιν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
<
20:21 καὶ ἐκοιμήθη εζεκιας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει δαυιδ καὶ ἐβασίλευσεν μανασσης υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 21
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
21:1 υἱὸς δώδεκα ἐτῶν μανασσης ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ οψιβα
21:2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου τῶν υἱῶν ισραηλ
21:3 καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλά ἃ κατέσπασεν εζεκιας ὁ πατὴρ αὐτοῦ καὶ ἀνέστησεν θυσιαστήριον τῇ βααλ καὶ ἐποίησεν ἄλση καθὼς ἐποίησεν αχααβ βασιλεὺς ισραηλ καὶ προσεκύνησεν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς
21:4 καὶ ᾠκοδόμησεν θυσιαστήριον ἐν οἴκῳ κυρίου ὡς εἶπεν ἐν ιερουσαλημ θήσω τὸ ὄνομά μου
21:5 καὶ ᾠκοδόμησεν θυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου
<
21:6 καὶ διῆγεν τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐποίησεν θελητὴν καὶ γνώστας ἐπλήθυνεν τοῦ ποιεῖν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου παροργίσαι αὐτόν
21:7 καὶ ἔθηκεν τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ ᾧ εἶπεν κύριος πρὸς δαυιδ καὶ πρὸς σαλωμων τὸν υἱὸν αὐτοῦ ἐν τῷ οἴκῳ τούτῳ καὶ ἐν ιερουσαλημ ᾗ ἐξελεξάμην ἐκ πασῶν φυλῶν ισραηλ καὶ θήσω τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα
21:8 καὶ οὐ προσθήσω τοῦ σαλεῦσαι τὸν πόδα ισραηλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν οἵτινες φυλάξουσιν πάντα ὅσα ἐνετειλάμην κατὰ πᾶσαν τὴν ἐντολήν ἣν ἐνετείλατο αὐτοῖς ὁ δοῦλός μου μωυσῆς
21:9 καὶ οὐκ ἤκουσαν καὶ ἐπλάνησεν αὐτοὺς μανασσης τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου ὑπὲρ τὰ ἔθνη ἃ ἠφάνισεν κύριος ἐκ προσώπου υἱῶν ισραηλ
21:10 καὶ ἐλάλησεν κύριος ἐν χειρὶ δούλων αὐτοῦ τῶν προφητῶν λέγων
<
21:11 ἀνθ' ὧν ὅσα ἐποίησεν μανασσης ὁ βασιλεὺς ιουδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ πάντων ὧν ἐποίησεν ὁ αμορραῖος ὁ ἔμπροσθεν καὶ ἐξήμαρτεν καί γε ιουδα ἐν τοῖς εἰδώλοις αὐτῶν
21:12 οὐχ οὕτως τάδε λέγει κύριος ὁ θεὸς ισραηλ ἰδοὺ ἐγὼ φέρω κακὰ ἐπὶ ιερουσαλημ καὶ ἐπὶ ιουδα ὥστε παντὸς ἀκούοντος ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ
21:13 καὶ ἐκτενῶ ἐπὶ ιερουσαλημ τὸ μέτρον σαμαρείας καὶ τὸ στάθμιον οἴκου αχααβ καὶ ἀπαλείψω τὴν ιερουσαλημ καθὼς ἀπαλείφεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται ἐπὶ πρόσωπον αὐτοῦ
21:14 καὶ ἀπώσομαι τὸ ὑπόλειμμα τῆς κληρονομίας μου καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσιν τοῖς ἐχθροῖς αὐτῶν
21:15 ἀνθ' ὧν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς μου καὶ ἦσαν παροργίζοντές με ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγον τοὺς πατέρας αὐτῶν ἐξ αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης
<
21:16 καί γε αἷμα ἀθῷον ἐξέχεεν μανασσης πολὺ σφόδρα ἕως οὗ ἔπλησεν τὴν ιερουσαλημ στόμα εἰς στόμα πλὴν τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐξήμαρτεν τὸν ιουδαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου
21:17 καὶ τὰ λοιπὰ τῶν λόγων μανασση καὶ πάντα ὅσα ἐποίησεν καὶ ἡ ἁμαρτία αὐτοῦ ἣν ἥμαρτεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
21:18 καὶ ἐκοιμήθη μανασσης μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν τῷ κήπῳ τοῦ οἴκου αὐτοῦ ἐν κήπῳ οζα καὶ ἐβασίλευσεν αμων υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
21:19 υἱὸς εἴκοσι καὶ δύο ἐτῶν αμων ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ μεσολλαμ θυγάτηρ αρους ἐξ ιετεβα
21:20 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου καθὼς ἐποίησεν μανασσης ὁ πατὴρ αὐτοῦ
<
21:21 καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ ᾗ ἐπορεύθη ὁ πατὴρ αὐτοῦ καὶ ἐλάτρευσεν τοῖς εἰδώλοις οἷς ἐλάτρευσεν ὁ πατὴρ αὐτοῦ καὶ προσεκύνησεν αὐτοῖς
21:22 καὶ ἐγκατέλιπεν τὸν κύριον θεὸν τῶν πατέρων αὐτοῦ καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ κυρίου
21:23 καὶ συνεστράφησαν οἱ παῖδες αμων πρὸς αὐτὸν καὶ ἐθανάτωσαν τὸν βασιλέα ἐν τῷ οἴκῳ αὐτοῦ
21:24 καὶ ἐπάταξεν πᾶς ὁ λαὸς τῆς γῆς πάντας τοὺς συστραφέντας ἐπὶ τὸν βασιλέα αμων καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν ιωσιαν υἱὸν αὐτοῦ ἀντ' αὐτοῦ
21:25 καὶ τὰ λοιπὰ τῶν λόγων αμων ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
<
21:26 καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν τῷ κήπῳ οζα καὶ ἐβασίλευσεν ιωσιας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 22
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
22:1 υἱὸς ὀκτὼ ἐτῶν ιωσιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ιεδιδα θυγάτηρ εδεϊα ἐκ βασουρωθ
22:2 καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ δαυιδ τοῦ πατρὸς αὐτοῦ οὐκ ἀπέστη δεξιὰ ἢ ἀριστερά
22:3 καὶ ἐγενήθη ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῷ βασιλεῖ ιωσια ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἀπέστειλεν ὁ βασιλεὺς τὸν σαφφαν υἱὸν εσελιου υἱοῦ μεσολλαμ τὸν γραμματέα οἴκου κυρίου λέγων
22:4 ἀνάβηθι πρὸς χελκιαν τὸν ἱερέα τὸν μέγαν καὶ σφράγισον τὸ ἀργύριον τὸ εἰσενεχθὲν ἐν οἴκῳ κυρίου ὃ συνήγαγον οἱ φυλάσσοντες τὸν σταθμὸν παρὰ τοῦ λαοῦ
22:5 καὶ δότωσαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καθεσταμένων ἐν οἴκῳ κυρίου καὶ ἔδωκεν αὐτὸ τοῖς ποιοῦσιν τὰ ἔργα τοῖς ἐν οἴκῳ κυρίου τοῦ κατισχῦσαι τὸ βεδεκ τοῦ οἴκου
<
22:6 τοῖς τέκτοσιν καὶ τοῖς οἰκοδόμοις καὶ τοῖς τειχισταῖς καὶ τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς τοῦ κραταιῶσαι τὸ βεδεκ τοῦ οἴκου
22:7 πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοῖς ὅτι ἐν πίστει αὐτοὶ ποιοῦσιν
22:8 καὶ εἶπεν χελκιας ὁ ἱερεὺς ὁ μέγας πρὸς σαφφαν τὸν γραμματέα βιβλίον τοῦ νόμου εὗρον ἐν οἴκῳ κυρίου καὶ ἔδωκεν χελκιας τὸ βιβλίον πρὸς σαφφαν καὶ ἀνέγνω αὐτό
22:9 καὶ εἰσήνεγκεν πρὸς τὸν βασιλέα ιωσιαν καὶ ἐπέστρεψεν τῷ βασιλεῖ ῥῆμα καὶ εἶπεν ἐχώνευσαν οἱ δοῦλοί σου τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν τῷ οἴκῳ κυρίου καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καθεσταμένων ἐν οἴκῳ κυρίου
22:10 καὶ εἶπεν σαφφαν ὁ γραμματεὺς πρὸς τὸν βασιλέα λέγων βιβλίον ἔδωκέν μοι χελκιας ὁ ἱερεύς καὶ ἀνέγνω αὐτὸ σαφφαν ἐνώπιον τοῦ βασιλέως
<
22:11 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τοῦ βιβλίου τοῦ νόμου καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ
22:12 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ χελκια τῷ ἱερεῖ καὶ τῷ αχικαμ υἱῷ σαφφαν καὶ τῷ αχοβωρ υἱῷ μιχαιου καὶ τῷ σαφφαν τῷ γραμματεῖ καὶ τῷ ασαια δούλῳ τοῦ βασιλέως λέγων
22:13 δεῦτε ἐκζητήσατε τὸν κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ λαοῦ καὶ περὶ παντὸς τοῦ ιουδα περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος τούτου ὅτι μεγάλη ἡ ὀργὴ κυρίου ἡ ἐκκεκαυμένη ἐν ἡμῖν ὑπὲρ οὗ οὐκ ἤκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων τοῦ βιβλίου τούτου τοῦ ποιεῖν κατὰ πάντα τὰ γεγραμμένα καθ' ἡμῶν
22:14 καὶ ἐπορεύθη χελκιας ὁ ἱερεὺς καὶ αχικαμ καὶ αχοβωρ καὶ σαφφαν καὶ ασαιας πρὸς ολδαν τὴν προφῆτιν γυναῖκα σελλημ υἱοῦ θεκουε υἱοῦ αραας τοῦ ἱματιοφύλακος καὶ αὐτὴ κατῴκει ἐν ιερουσαλημ ἐν τῇ μασενα καὶ ἐλάλησαν πρὸς αὐτήν
22:15 καὶ εἶπεν αὐτοῖς τάδε λέγει κύριος ὁ θεὸς ισραηλ εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με
<
22:16 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτόν πάντας τοὺς λόγους τοῦ βιβλίου οὓς ἀνέγνω βασιλεὺς ιουδα
22:17 ἀνθ' ὧν ἐγκατέλιπόν με καὶ ἐθυμίων θεοῖς ἑτέροις ὅπως παροργίσωσίν με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν καὶ ἐκκαυθήσεται ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται
22:18 καὶ πρὸς βασιλέα ιουδα τὸν ἀποστείλαντα ὑμᾶς ἐπιζητῆσαι τὸν κύριον τάδε ἐρεῖτε πρὸς αὐτόν τάδε λέγει κύριος ὁ θεὸς ισραηλ οἱ λόγοι οὓς ἤκουσας
22:19 ἀνθ' ὧν ὅτι ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης ἀπὸ προσώπου κυρίου ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιον ἐμοῦ καί γε ἐγὼ ἤκουσα λέγει κύριος
22:20 οὐχ οὕτως ἰδοὺ ἐγὼ προστίθημί σε πρὸς τοὺς πατέρας σου καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ καὶ οὐκ ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου ἐν πᾶσιν τοῖς κακοῖς οἷς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπέστρεψαν τῷ βασιλεῖ τὸ ῥῆμα
<
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 23
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
23:1 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς πρεσβυτέρους ιουδα καὶ ιερουσαλημ
23:2 καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον κυρίου καὶ πᾶς ἀνὴρ ιουδα καὶ πάντες οἱ κατοικοῦντες ἐν ιερουσαλημ μετ' αὐτοῦ καὶ οἱ ἱερεῖς καὶ οἱ προφῆται καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας τοὺς λόγους τοῦ βιβλίου τῆς διαθήκης τοῦ εὑρεθέντος ἐν οἴκῳ κυρίου
23:3 καὶ ἔστη ὁ βασιλεὺς πρὸς τὸν στῦλον καὶ διέθετο διαθήκην ἐνώπιον κυρίου τοῦ πορεύεσθαι ὀπίσω κυρίου καὶ τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ τοῦ ἀναστῆσαι τοὺς λόγους τῆς διαθήκης ταύτης τὰ γεγραμμένα ἐπὶ τὸ βιβλίον τοῦτο καὶ ἔστη πᾶς ὁ λαὸς ἐν τῇ διαθήκῃ
23:4 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ χελκια τῷ ἱερεῖ τῷ μεγάλῳ καὶ τοῖς ἱερεῦσιν τῆς δευτερώσεως καὶ τοῖς φυλάσσουσιν τὸν σταθμὸν τοῦ ἐξαγαγεῖν ἐκ τοῦ ναοῦ κυρίου πάντα τὰ σκεύη τὰ πεποιημένα τῷ βααλ καὶ τῷ ἄλσει καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ κατέκαυσεν αὐτὰ ἔξω ιερουσαλημ ἐν σαδημωθ κεδρων καὶ ἔλαβεν τὸν χοῦν αὐτῶν εἰς βαιθηλ
23:5 καὶ κατέπαυσεν τοὺς χωμαριμ οὓς ἔδωκαν βασιλεῖς ιουδα καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς πόλεσιν ιουδα καὶ τοῖς περικύκλῳ ιερουσαλημ καὶ τοὺς θυμιῶντας τῷ βααλ καὶ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς μαζουρωθ καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ
<
23:6 καὶ ἐξήνεγκεν τὸ ἄλσος ἐξ οἴκου κυρίου ἔξωθεν ιερουσαλημ εἰς τὸν χειμάρρουν κεδρων καὶ κατέκαυσεν αὐτὸν ἐν τῷ χειμάρρῳ κεδρων καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ ἔρριψεν τὸν χοῦν αὐτοῦ εἰς τὸν τάφον τῶν υἱῶν τοῦ λαοῦ
23:7 καὶ καθεῖλεν τὸν οἶκον τῶν καδησιμ τῶν ἐν τῷ οἴκῳ κυρίου οὗ αἱ γυναῖκες ὕφαινον ἐκεῖ χεττιιν τῷ ἄλσει
23:8 καὶ ἀνήγαγεν πάντας τοὺς ἱερεῖς ἐκ πόλεων ιουδα καὶ ἐμίανεν τὰ ὑψηλά οὗ ἐθυμίασαν ἐκεῖ οἱ ἱερεῖς ἀπὸ γαβαα καὶ ἕως βηρσαβεε καὶ καθεῖλεν τὸν οἶκον τῶν πυλῶν τὸν παρὰ τὴν θύραν τῆς πύλης ιησου ἄρχοντος τῆς πόλεως τῶν ἐξ ἀριστερῶν ἀνδρὸς ἐν τῇ πύλῃ τῆς πόλεως
23:9 πλὴν οὐκ ἀνέβησαν οἱ ἱερεῖς τῶν ὑψηλῶν πρὸς τὸ θυσιαστήριον κυρίου ἐν ιερουσαλημ ὅτι εἰ μὴ ἔφαγον ἄζυμα ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν
23:10 καὶ ἐμίανεν τὸν ταφεθ τὸν ἐν φάραγγι υἱοῦ εννομ τοῦ διάγειν ἄνδρα τὸν υἱὸν αὐτοῦ καὶ ἄνδρα τὴν θυγατέρα αὐτοῦ τῷ μολοχ ἐν πυρί
<
23:11 καὶ κατέπαυσεν τοὺς ἵππους οὓς ἔδωκαν βασιλεῖς ιουδα τῷ ἡλίῳ ἐν τῇ εἰσόδῳ οἴκου κυρίου εἰς τὸ γαζοφυλάκιον ναθαν βασιλέως τοῦ εὐνούχου ἐν φαρουριμ καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσεν πυρί
23:12 καὶ τὰ θυσιαστήρια τὰ ἐπὶ τοῦ δώματος τοῦ ὑπερῴου αχαζ ἃ ἐποίησαν βασιλεῖς ιουδα καὶ τὰ θυσιαστήρια ἃ ἐποίησεν μανασσης ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου καὶ καθεῖλεν ὁ βασιλεὺς καὶ κατέσπασεν ἐκεῖθεν καὶ ἔρριψεν τὸν χοῦν αὐτῶν εἰς τὸν χειμάρρουν κεδρων
23:13 καὶ τὸν οἶκον τὸν ἐπὶ πρόσωπον ιερουσαλημ τὸν ἐκ δεξιῶν τοῦ ὄρους τοῦ μοσοαθ ὃν ᾠκοδόμησεν σαλωμων βασιλεὺς ισραηλ τῇ ἀστάρτῃ προσοχθίσματι σιδωνίων καὶ τῷ χαμως προσοχθίσματι μωαβ καὶ τῷ μολχολ βδελύγματι υἱῶν αμμων ἐμίανεν ὁ βασιλεύς
23:14 καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ ἔπλησεν τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων
23:15 καί γε τὸ θυσιαστήριον τὸ ἐν βαιθηλ τὸ ὑψηλόν ὃ ἐποίησεν ιεροβοαμ υἱὸς ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ καί γε τὸ θυσιαστήριον ἐκεῖνο καὶ τὸ ὑψηλὸν κατέσπασεν καὶ συνέτριψεν τοὺς λίθους αὐτοῦ καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ κατέκαυσεν τὸ ἄλσος
<
23:16 καὶ ἐξένευσεν ιωσιας καὶ εἶδεν τοὺς τάφους τοὺς ὄντας ἐκεῖ ἐν τῇ πόλει καὶ ἀπέστειλεν καὶ ἔλαβεν τὰ ὀστᾶ ἐκ τῶν τάφων καὶ κατέκαυσεν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐμίανεν αὐτὸ κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἐν τῷ ἑστάναι ιεροβοαμ ἐν τῇ ἑορτῇ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπιστρέψας ἦρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ θεοῦ τοῦ λαλήσαντος τοὺς λόγους τούτους
23:17 καὶ εἶπεν τί τὸ σκόπελον ἐκεῖνο ὃ ἐγὼ ὁρῶ καὶ εἶπον αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ὁ ἄνθρωπος τοῦ θεοῦ ἐστιν ὁ ἐξεληλυθὼς ἐξ ιουδα καὶ ἐπικαλεσάμενος τοὺς λόγους τούτους οὓς ἐπεκαλέσατο ἐπὶ τὸ θυσιαστήριον βαιθηλ
23:18 καὶ εἶπεν ἄφετε αὐτό ἀνὴρ μὴ κινησάτω τὰ ὀστᾶ αὐτοῦ καὶ ἐρρύσθησαν τὰ ὀστᾶ αὐτοῦ μετὰ τῶν ὀστῶν τοῦ προφήτου τοῦ ἥκοντος ἐκ σαμαρείας
23:19 καί γε εἰς πάντας τοὺς οἴκους τῶν ὑψηλῶν τοὺς ἐν ταῖς πόλεσιν σαμαρείας οὓς ἐποίησαν βασιλεῖς ισραηλ παροργίζειν κύριον ἀπέστησεν ιωσιας καὶ ἐποίησεν ἐν αὐτοῖς πάντα τὰ ἔργα ἃ ἐποίησεν ἐν βαιθηλ
23:20 καὶ ἐθυσίασεν πάντας τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ὄντας ἐκεῖ ἐπὶ τῶν θυσιαστηρίων καὶ κατέκαυσεν τὰ ὀστᾶ τῶν ἀνθρώπων ἐπ' αὐτά καὶ ἐπεστράφη εἰς ιερουσαλημ
<
23:21 καὶ ἐνετείλατο ὁ βασιλεὺς παντὶ τῷ λαῷ λέγων ποιήσατε τὸ πασχα τῷ κυρίῳ θεῷ ἡμῶν καθὼς γέγραπται ἐπὶ βιβλίου τῆς διαθήκης ταύτης
23:22 ὅτι οὐκ ἐγενήθη τὸ πασχα τοῦτο ἀφ' ἡμερῶν τῶν κριτῶν οἳ ἔκρινον τὸν ισραηλ καὶ πάσας τὰς ἡμέρας βασιλέων ισραηλ καὶ βασιλέων ιουδα
23:23 ὅτι ἀλλ' ἢ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τοῦ βασιλέως ιωσια ἐγενήθη τὸ πασχα τῷ κυρίῳ ἐν ιερουσαλημ
23:24 καί γε τοὺς θελητὰς καὶ τοὺς γνωριστὰς καὶ τὰ θεραφιν καὶ τὰ εἴδωλα καὶ πάντα τὰ προσοχθίσματα τὰ γεγονότα ἐν γῇ ιουδα καὶ ἐν ιερουσαλημ ἐξῆρεν ὁ βασιλεὺς ιωσιας ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου οὗ εὗρεν χελκιας ὁ ἱερεὺς ἐν οἴκῳ κυρίου
23:25 ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ βασιλεύς ὃς ἐπέστρεψεν πρὸς κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ ἰσχύι αὐτοῦ κατὰ πάντα τὸν νόμον μωυσῆ καὶ μετ' αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ
<
23:26 πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ θυμοῦ ὀργῆς αὐτοῦ τοῦ μεγάλου οὗ ἐθυμώθη ὀργὴ αὐτοῦ ἐν τῷ ιουδα ἐπὶ τοὺς παροργισμούς οὓς παρώργισεν αὐτὸν μανασσης
23:27 καὶ εἶπεν κύριος καί γε τὸν ιουδαν ἀποστήσω ἀπὸ τοῦ προσώπου μου καθὼς ἀπέστησα τὸν ισραηλ καὶ ἀπώσομαι τὴν πόλιν ταύτην ἣν ἐξελεξάμην τὴν ιερουσαλημ καὶ τὸν οἶκον οὗ εἶπον ἔσται τὸ ὄνομά μου ἐκεῖ
23:28 καὶ τὰ λοιπὰ τῶν λόγων ιωσιου καὶ πάντα ὅσα ἐποίησεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
23:29 ἐν δὲ ταῖς ἡμέραις αὐτοῦ ἀνέβη φαραω νεχαω βασιλεὺς αἰγύπτου ἐπὶ βασιλέα ἀσσυρίων ἐπὶ ποταμὸν εὐφράτην καὶ ἐπορεύθη ιωσιας εἰς ἀπαντὴν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτὸν νεχαω ἐν μαγεδδω ἐν τῷ ἰδεῖν αὐτόν
23:30 καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ νεκρὸν ἐκ μαγεδδω καὶ ἤγαγον αὐτὸν εἰς ιερουσαλημ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει δαυιδ καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν ιωαχας υἱὸν ιωσιου καὶ ἔχρισαν αὐτὸν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ
<
23:31 υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν ἦν ιωαχας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ αμιταλ θυγάτηρ ιερεμιου ἐκ λεμνα
23:32 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ
23:33 καὶ μετέστησεν αὐτὸν φαραω νεχαω ἐν δεβλαθα ἐν γῇ εμαθ τοῦ μὴ βασιλεύειν ἐν ιερουσαλημ καὶ ἔδωκεν ζημίαν ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ ἑκατὸν τάλαντα χρυσίου
23:34 καὶ ἐβασίλευσεν φαραω νεχαω ἐπ' αὐτοὺς τὸν ελιακιμ υἱὸν ιωσιου βασιλέως ιουδα ἀντὶ ιωσιου τοῦ πατρὸς αὐτοῦ καὶ ἐπέστρεψεν τὸ ὄνομα αὐτοῦ ιωακιμ καὶ τὸν ιωαχας ἔλαβεν καὶ εἰσήνεγκεν εἰς αἴγυπτον καὶ ἀπέθανεν ἐκεῖ
23:35 καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν ιωακιμ τῷ φαραω πλὴν ἐτιμογράφησεν τὴν γῆν τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόματος φαραω ἀνὴρ κατὰ τὴν συντίμησιν αὐτοῦ ἔδωκαν τὸ ἀργύριον καὶ τὸ χρυσίον μετὰ τοῦ λαοῦ τῆς γῆς δοῦναι τῷ φαραω νεχαω
<
23:36 υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ιωακιμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ιελδαφ θυγάτηρ φεδεϊα ἐκ ρουμα
23:37 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 24
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
24:1 ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος καὶ ἐγενήθη αὐτῷ ιωακιμ δοῦλος τρία ἔτη καὶ ἐπέστρεψεν καὶ ἠθέτησεν ἐν αὐτῷ
24:2 καὶ ἀπέστειλεν αὐτῷ τοὺς μονοζώνους τῶν χαλδαίων καὶ τοὺς μονοζώνους συρίας καὶ τοὺς μονοζώνους μωαβ καὶ τοὺς μονοζώνους υἱῶν αμμων καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τῇ γῇ ιουδα τοῦ κατισχῦσαι κατὰ τὸν λόγον κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν
24:3 πλὴν ἐπὶ τὸν θυμὸν κυρίου ἦν ἐν τῷ ιουδα ἀποστῆσαι αὐτὸν ἀπὸ προσώπου αὐτοῦ ἐν ἁμαρτίαις μανασση κατὰ πάντα ὅσα ἐποίησεν
24:4 καί γε αἷμα ἀθῷον ἐξέχεεν καὶ ἔπλησεν τὴν ιερουσαλημ αἵματος ἀθῴου καὶ οὐκ ἠθέλησεν κύριος ἱλασθῆναι
24:5 καὶ τὰ λοιπὰ τῶν λόγων ιωακιμ καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα
<
24:6 καὶ ἐκοιμήθη ιωακιμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐβασίλευσεν ιωακιμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ
24:7 καὶ οὐ προσέθετο ἔτι βασιλεὺς αἰγύπτου ἐξελθεῖν ἐκ τῆς γῆς αὐτοῦ ὅτι ἔλαβεν βασιλεὺς βαβυλῶνος ἀπὸ τοῦ χειμάρρου αἰγύπτου ἕως τοῦ ποταμοῦ εὐφράτου πάντα ὅσα ἦν τοῦ βασιλέως αἰγύπτου
24:8 υἱὸς ὀκτωκαίδεκα ἐτῶν ιωακιμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ νεσθα θυγάτηρ ελλαναθαν ἐξ ιερουσαλημ
24:9 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν ὁ πατὴρ αὐτοῦ
24:10 ἐν τῷ καιρῷ ἐκείνῳ ἀνέβη ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος εἰς ιερουσαλημ καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ
<
24:11 καὶ εἰσῆλθεν ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος εἰς τὴν πόλιν καὶ οἱ παῖδες αὐτοῦ ἐπολιόρκουν ἐπ' αὐτήν
24:12 καὶ ἐξῆλθεν ιωακιμ βασιλεὺς ιουδα ἐπὶ βασιλέα βαβυλῶνος αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ οἱ εὐνοῦχοι αὐτοῦ καὶ ἔλαβεν αὐτὸν βασιλεὺς βαβυλῶνος ἐν ἔτει ὀγδόῳ τῆς βασιλείας αὐτοῦ
24:13 καὶ ἐξήνεγκεν ἐκεῖθεν πάντας τοὺς θησαυροὺς οἴκου κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ συνέκοψεν πάντα τὰ σκεύη τὰ χρυσᾶ ἃ ἐποίησεν σαλωμων βασιλεὺς ισραηλ ἐν τῷ ναῷ κυρίου κατὰ τὸ ῥῆμα κυρίου
24:14 καὶ ἀπῴκισεν τὴν ιερουσαλημ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύι αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας καὶ πᾶν τέκτονα καὶ τὸν συγκλείοντα καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τῆς γῆς
24:15 καὶ ἀπῴκισεν τὸν ιωακιμ εἰς βαβυλῶνα καὶ τὴν μητέρα τοῦ βασιλέως καὶ τὰς γυναῖκας τοῦ βασιλέως καὶ τοὺς εὐνούχους αὐτοῦ καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν ἀποικεσίαν ἐξ ιερουσαλημ εἰς βαβυλῶνα
<
24:16 καὶ πάντας τοὺς ἄνδρας τῆς δυνάμεως ἑπτακισχιλίους καὶ τὸν τέκτονα καὶ τὸν συγκλείοντα χιλίους πάντες δυνατοὶ ποιοῦντες πόλεμον καὶ ἤγαγεν αὐτοὺς βασιλεὺς βαβυλῶνος μετοικεσίαν εἰς βαβυλῶνα
24:17 καὶ ἐβασίλευσεν βασιλεὺς βαβυλῶνος τὸν μαθθανιαν υἱὸν αὐτοῦ ἀντ' αὐτοῦ καὶ ἐπέθηκεν τὸ ὄνομα αὐτοῦ σεδεκια
24:18 υἱὸς εἴκοσι καὶ ἑνὸς ἐνιαυτοῦ σεδεκιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ αμιταλ θυγάτηρ ιερεμιου
24:19 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου κατὰ πάντα ὅσα ἐποίησεν ιωακιμ
24:20 ὅτι ἐπὶ τὸν θυμὸν κυρίου ἦν ἐπὶ ιερουσαλημ καὶ ἐν τῷ ιουδα ἕως ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ καὶ ἠθέτησεν σεδεκιας ἐν τῷ βασιλεῖ βαβυλῶνος
<
* ----------------------------------------
Βασιλειῶν Δʹ Κεφάλαιο 25
<
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
25:1 καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἐν τῷ μηνὶ τῷ δεκάτῳ ἦλθεν ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ ιερουσαλημ καὶ παρενέβαλεν ἐπ' αὐτὴν καὶ ᾠκοδόμησεν ἐπ' αὐτὴν περίτειχος κύκλῳ
25:2 καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ ἕως τοῦ ἑνδεκάτου ἔτους τοῦ βασιλέως σεδεκιου
25:3 ἐνάτῃ τοῦ μηνὸς καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τῇ πόλει καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς
25:4 καὶ ἐρράγη ἡ πόλις καὶ πάντες οἱ ἄνδρες τοῦ πολέμου ἐξῆλθον νυκτὸς ὁδὸν πύλης τῆς ἀνὰ μέσον τῶν τειχέων αὕτη ἥ ἐστιν τοῦ κήπου τοῦ βασιλέως καὶ οἱ χαλδαῖοι ἐπὶ τὴν πόλιν κύκλῳ καὶ ἐπορεύθη ὁδὸν τὴν αραβα
25:5 καὶ ἐδίωξεν ἡ δύναμις τῶν χαλδαίων ὀπίσω τοῦ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν αραβωθ ιεριχω καὶ πᾶσα ἡ δύναμις αὐτοῦ διεσπάρη ἐπάνωθεν αὐτοῦ
<
25:6 καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα βαβυλῶνος εἰς δεβλαθα καὶ ἐλάλησεν μετ' αὐτοῦ κρίσιν
25:7 καὶ τοὺς υἱοὺς σεδεκιου ἔσφαξεν κατ' ὀφθαλμοὺς αὐτοῦ καὶ τοὺς ὀφθαλμοὺς σεδεκιου ἐξετύφλωσεν καὶ ἔδησεν αὐτὸν ἐν πέδαις καὶ ἤγαγεν αὐτὸν εἰς βαβυλῶνα
25:8 καὶ ἐν τῷ μηνὶ τῷ πέμπτῳ ἑβδόμῃ τοῦ μηνός αὐτὸς ἐνιαυτὸς ἐννεακαιδέκατος τῷ ναβουχοδονοσορ βασιλεῖ βαβυλῶνος ἦλθεν ναβουζαρδαν ὁ ἀρχιμάγειρος ἑστὼς ἐνώπιον βασιλέως βαβυλῶνος εἰς ιερουσαλημ
25:9 καὶ ἐνέπρησεν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας τοὺς οἴκους ιερουσαλημ καὶ πᾶν οἶκον ἐνέπρησεν
25:10 ὁ ἀρχιμάγειρος
<
25:11 καὶ τὸ περισσὸν τοῦ λαοῦ τὸ καταλειφθὲν ἐν τῇ πόλει καὶ τοὺς ἐμπεπτωκότας οἳ ἐνέπεσον πρὸς βασιλέα βαβυλῶνος καὶ τὸ λοιπὸν τοῦ στηρίγματος μετῆρεν ναβουζαρδαν ὁ ἀρχιμάγειρος
25:12 καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γαβιν
25:13 καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ κυρίου καὶ τὰς μεχωνωθ καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ κυρίου συνέτριψαν οἱ χαλδαῖοι καὶ ἦραν τὸν χαλκὸν αὐτῶν εἰς βαβυλῶνα
25:14 καὶ τοὺς λέβητας καὶ τὰ ιαμιν καὶ τὰς φιάλας καὶ τὰς θυίσκας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς ἔλαβεν
25:15 καὶ τὰ πυρεῖα καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ τὰς ἀργυρᾶς ἔλαβεν ὁ ἀρχιμάγειρος
<
25:16 στύλους δύο ἡ θάλασσα ἡ μία καὶ τὰ μεχωνωθ ἃ ἐποίησεν σαλωμων τῷ οἴκῳ κυρίου οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ πάντων τῶν σκευῶν
25:17 ὀκτωκαίδεκα πήχεων ὕψος τοῦ στύλου τοῦ ἑνός καὶ τὸ χωθαρ ἐπ' αὐτοῦ τὸ χαλκοῦν καὶ τὸ ὕψος τοῦ χωθαρ τριῶν πήχεων σαβαχα καὶ ῥοαὶ ἐπὶ τοῦ χωθαρ κύκλῳ τὰ πάντα χαλκᾶ καὶ κατὰ τὰ αὐτὰ τῷ στύλῳ τῷ δευτέρῳ ἐπὶ τῷ σαβαχα
25:18 καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν σαραιαν ἱερέα τὸν πρῶτον καὶ τὸν σοφονιαν υἱὸν τῆς δευτερώσεως καὶ τοὺς τρεῖς τοὺς φυλάσσοντας τὸν σταθμὸν
25:19 καὶ ἐκ τῆς πόλεως ἔλαβεν εὐνοῦχον ἕνα ὃς ἦν ἐπιστάτης ἐπὶ τῶν ἀνδρῶν τῶν πολεμιστῶν καὶ πέντε ἄνδρας τῶν ὁρώντων τὸ πρόσωπον τοῦ βασιλέως τοὺς εὑρεθέντας ἐν τῇ πόλει καὶ τὸν γραμματέα τοῦ ἄρχοντος τῆς δυνάμεως τὸν ἐκτάσσοντα τὸν λαὸν τῆς γῆς καὶ ἑξήκοντα ἄνδρας τοῦ λαοῦ τῆς γῆς τοὺς εὑρεθέντας ἐν τῇ πόλει
25:20 καὶ ἔλαβεν αὐτοὺς ναβουζαρδαν ὁ ἀρχιμάγειρος καὶ ἀπήγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα βαβυλῶνος εἰς δεβλαθα
<
25:21 καὶ ἔπαισεν αὐτοὺς βασιλεὺς βαβυλῶνος καὶ ἐθανάτωσεν αὐτοὺς ἐν δεβλαθα ἐν γῇ αιμαθ καὶ ἀπῳκίσθη ιουδας ἐπάνωθεν τῆς γῆς αὐτοῦ
25:22 καὶ ὁ λαὸς ὁ καταλειφθεὶς ἐν γῇ ιουδα οὓς κατέλιπεν ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος καὶ κατέστησεν ἐπ' αὐτῶν τὸν γοδολιαν υἱὸν αχικαμ υἱοῦ σαφαν
25:23 καὶ ἤκουσαν πάντες οἱ ἄρχοντες τῆς δυνάμεως αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν ὅτι κατέστησεν βασιλεὺς βαβυλῶνος τὸν γοδολιαν καὶ ἦλθον πρὸς γοδολιαν εἰς μασσηφαθ καὶ ισμαηλ υἱὸς ναθανιου καὶ ιωαναν υἱὸς καρηε καὶ σαραιας υἱὸς θανεμαθ ὁ νετωφαθίτης καὶ ιεζονιας υἱὸς τοῦ μαχαθι αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν
25:24 καὶ ὤμοσεν γοδολιας αὐτοῖς καὶ τοῖς ἀνδράσιν αὐτῶν καὶ εἶπεν αὐτοῖς μὴ φοβεῖσθε πάροδον τῶν χαλδαίων καθίσατε ἐν τῇ γῇ καὶ δουλεύσατε τῷ βασιλεῖ βαβυλῶνος καὶ καλῶς ἔσται ὑμῖν
25:25 καὶ ἐγενήθη ἐν τῷ ἑβδόμῳ μηνὶ ἦλθεν ισμαηλ υἱὸς ναθανιου υἱοῦ ελισαμα ἐκ τοῦ σπέρματος τῶν βασιλέων καὶ δέκα ἄνδρες μετ' αὐτοῦ καὶ ἐπάταξεν τὸν γοδολιαν καὶ ἀπέθανεν καὶ τοὺς ιουδαίους καὶ τοὺς χαλδαίους οἳ ἦσαν μετ' αὐτοῦ εἰς μασσηφαθ
<
25:26 καὶ ἀνέστη πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου καὶ οἱ ἄρχοντες τῶν δυνάμεων καὶ εἰσῆλθον εἰς αἴγυπτον ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου τῶν χαλδαίων
25:27 καὶ ἐγενήθη ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῆς ἀποικεσίας τοῦ ιωακιμ βασιλέως ιουδα ἐν τῷ δωδεκάτῳ μηνὶ ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς ὕψωσεν ευιλμαρωδαχ βασιλεὺς βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ τὴν κεφαλὴν ιωακιμ βασιλέως ιουδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου φυλακῆς αὐτοῦ
25:28 καὶ ἐλάλησεν μετ' αὐτοῦ ἀγαθὰ καὶ ἔδωκεν τὸν θρόνον αὐτοῦ ἐπάνωθεν τῶν θρόνων τῶν βασιλέων τῶν μετ' αὐτοῦ ἐν βαβυλῶνι
25:29 καὶ ἠλλοίωσεν τὰ ἱμάτια τῆς φυλακῆς αὐτοῦ καὶ ἤσθιεν ἄρτον διὰ παντὸς ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ
25:30 καὶ ἡ ἑστιατορία αὐτοῦ ἑστιατορία διὰ παντὸς ἐδόθη αὐτῷ ἐξ οἴκου τοῦ βασιλέως λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ
<
* ----------------------------------------
ΤΕΛΟΣ <
2 Kings
Bible - Greek Septuagint Version (LXX)