A         A         A         A

031 Οβαδια - Obadiah

Αγία Γραφή - Ελληνική Εβδομήκοντα εκδοχή (LXX)
 <  1

* ----------------------------------------

Οβαδια Κεφάλαιο 1  <  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21

1:1 ὅρασις αβδιου τάδε λέγει κύριος ὁ θεὸς τῇ ιδουμαίᾳ ἀκοὴν ἤκουσα παρὰ κυρίου καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ' αὐτὴν εἰς πόλεμον

1:2 ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν ἠτιμωμένος σὺ εἶ σφόδρα

1:3 ὑπερηφανία τῆς καρδίας σου ἐπῆρέν σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν ὑψῶν κατοικίαν αὐτοῦ λέγων ἐν καρδίᾳ αὐτοῦ τίς με κατάξει ἐπὶ τὴν γῆν

1:4 ἐὰν μετεωρισθῇς ὡς ἀετὸς καὶ ἐὰν ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσσιάν σου ἐκεῖθεν κατάξω σε λέγει κύριος

1:5 εἰ κλέπται εἰσῆλθον πρὸς σὲ ἢ λῃσταὶ νυκτός ποῦ ἂν ἀπερρίφης οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σέ οὐκ ἂν ὑπελίποντο ἐπιφυλλίδα

 < 
1:6 πῶς ἐξηρευνήθη ησαυ καὶ κατελήμφθη αὐτοῦ τὰ κεκρυμμένα

1:7 ἕως τῶν ὁρίων σου ἐξαπέστειλάν σε πάντες οἱ ἄνδρες τῆς διαθήκης σου ἀντέστησάν σοι ἠδυνάσθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου ἔθηκαν ἔνεδρα ὑποκάτω σου οὐκ ἔστιν σύνεσις αὐτοῖς

1:8 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος ἀπολῶ σοφοὺς ἐκ τῆς ιδουμαίας καὶ σύνεσιν ἐξ ὄρους ησαυ

1:9 καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ θαιμαν ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους ησαυ

1:10 διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου ιακωβ καὶ καλύψει σε αἰσχύνη καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα

 < 
1:11 ἀφ' ἧς ἡμέρας ἀντέστης ἐξ ἐναντίας ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ ιερουσαλημ ἔβαλον κλήρους καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν

1:12 καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς ιουδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν καὶ μὴ μεγαλορρημονήσῃς ἐν ἡμέρᾳ θλίψεως

1:13 μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν μηδὲ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν

1:14 μηδὲ ἐπιστῇς ἐπὶ τὰς διεκβολὰς αὐτῶν τοῦ ἐξολεθρεῦσαι τοὺς ἀνασῳζομένους αὐτῶν μηδὲ συγκλείσῃς τοὺς φεύγοντας ἐξ αὐτῶν ἐν ἡμέρᾳ θλίψεως

1:15 διότι ἐγγὺς ἡμέρα κυρίου ἐπὶ πάντα τὰ ἔθνη ὃν τρόπον ἐποίησας οὕτως ἔσται σοι τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου

 < 
1:16 διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου πίονται πάντα τὰ ἔθνη οἶνον πίονται καὶ καταβήσονται καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες

1:17 ἐν δὲ τῷ ὄρει σιων ἔσται ἡ σωτηρία καὶ ἔσται ἅγιον καὶ κατακληρονομήσουσιν ὁ οἶκος ιακωβ τοὺς κατακληρονομήσαντας αὐτούς

1:18 καὶ ἔσται ὁ οἶκος ιακωβ πῦρ ὁ δὲ οἶκος ιωσηφ φλόξ ὁ δὲ οἶκος ησαυ εἰς καλάμην καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς καὶ καταφάγονται αὐτούς καὶ οὐκ ἔσται πυροφόρος ἐν τῷ οἴκῳ ησαυ διότι κύριος ἐλάλησεν

1:19 καὶ κατακληρονομήσουσιν οἱ ἐν ναγεβ τὸ ὄρος τὸ ησαυ καὶ οἱ ἐν τῇ σεφηλα τοὺς ἀλλοφύλους καὶ κατακληρονομήσουσιν τὸ ὄρος εφραιμ καὶ τὸ πεδίον σαμαρείας καὶ βενιαμιν καὶ τὴν γαλααδῖτιν

1:20 καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη τοῖς υἱοῖς ισραηλ γῆ τῶν χαναναίων ἕως σαρεπτων καὶ ἡ μετοικεσία ιερουσαλημ ἕως εφραθα καὶ κληρονομήσουσιν τὰς πόλεις τοῦ ναγεβ

 < 
1:21 καὶ ἀναβήσονται ἄνδρες σεσῳσμένοι ἐξ ὄρους σιων τοῦ ἐκδικῆσαι τὸ ὄρος ησαυ καὶ ἔσται τῷ κυρίῳ ἡ βασιλεία

* ----------------------------------------

ΤΕΛΟΣ  < 
































Obadiah

Bible - Greek Septuagint Version (LXX)